← 奥皮安

捕鱼歌

§4.617-4.693

石首鱼的习性与夜间刺鱼及毒鱼之法

叙述了石首鱼仅藏头部自欺被捕的愚蠢习性,并详述了夜间持炬刺鱼法,以及利用仙客来根制毒将洞穴中的鱼群彻底药杀围捕的技法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
617

ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην

它迅疾奔向岩礁,钻进某个盘曲深凹的孔穴或岩缝,

χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,

或是藏身于海草之下,

ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς

或是没入潮湿的藻类之中;

620

φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν

因为它根本不在乎那避难之所是否能容纳并庇护全身,

δεξάμενον ῥύσαιτο,1 κάρη δʼ ἄρα δίζεται οἶον

而仅仅寻求遮掩头部;

φράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσε

将头颅与双眼藏起后,它以为自己看不见,

ἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν.

便能避开那能看见者的袭击。

ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος

正如当食肉的雄狮猛扑而来时,

625

βουβαλὶς ἐν λόχμῃσι κάτω τρέψασα κάρηνον

草丛中的狷羚低下头颅作为徒劳的防备,

μαψιδίην φυλακὴν προτιβάλλεται, οὔθʼ ὁράασθαι

自以为不会被察觉,

ἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρ

直至那凶残的野兽飞扑而来将其撕咬吞噬;

δαρδάψῃ· τῆς δʼ ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνον

它的心性亦复如是,甚至不肯抬起头,

ἀγκλινει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι.

纵在濒死之际仍自以为已经逃脱。

630

τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον2

利比亚那长着弯颈的长羽巨兽亦会施展这等幼稚的伎俩,

νήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη·

然而其计策终归徒劳:

ὣς ἀταλὴ μελέῃσιν ὑπʼ ἐλπωρῇσι σκίαινα

柔弱的石首鱼便怀着这等虚妄的期待藏匿着;

κέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμῃσιν

因为猎人很快就会赤手将其拖出,

ἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε.

浮出水面,揭露其愚蠢。

635

τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνης

关于捕鱼人行于盐海之上的诸般技艺智巧,

δήνεα, καὶ τόσσοισιν ἐπʼ ἰχθύσι πικρὸν ὄλεθρον·

以及降临在如此众多游鱼身上的残酷灭亡,我所知者尽在于此。

τοὺς δʼ ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνει

至于所有其余的鱼类,同样的命运亦通过鱼篓、

κύρτων τʼ ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιο

鱼钩、

ῥιπῆς τε τριόδοντος, ὅσʼ ἀνδράσιν ἔντεα τέχνης.

深结的渔网与三叉戟的投掷降临其身——这些皆是人类技艺的器具。

640

τοὺς μὲν ὑπηματίους, τοὺς δʼ ἕσπερος εἷλε δαμέντας,

有的在白昼之下被制服捕获,有的则被暮色所擒,

εὖτʼ ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆες

那正是夜幕初降之际,

πυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες,

渔夫们点燃火把,驾引空心舟楫,

ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν.

为静立不动的游鱼带去无从得见的灭顶之灾。

ἔνθʼ οἱ μέν πεύκης λιπαρῇ φλογὶ καγχαλόωντες

鱼儿因松木油脂所燃的明亮火焰而雀跃,

645

ἀμφʼ ἀκάτῳ θύνουσι, κακὸν δʼ ἴδον ἑσπέριον πῦρ,

环绕舟楫奔突,却只见到了灾厄的晚火,

ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.

迎受那三刃利矛无情的猛击。

ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισι

而在使毒的渔夫中,

φαρμάκταις, οἳ λυγρὸν ἐπʼ ἰχθύσι μητίσαντο

另有一种狩猎之法;他们为游鱼研制出阴损的药物,

φάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν.

使水族速遭丧亡。

650

οἱ δʼ ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσι

他们首先以频繁的投掷物、

κοντῶν τε ῥιπῇσι καὶ αἰκίῃσιν ἐρετμῶν

长篙的猛刺和密集的划桨击水,

εἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρον

将胆怯的水族队伍驱赶至一处凹陷、

κοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν·

其下遍布无数窟穴的处所。

ἔνθʼ οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,

鱼群潜入深凹的岩礁之下,

655

τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃδίκτυα κυκλώσαντες, ἅτʼ ἀνδράσι δυσμενέεσσι

而人们则在四周布下结实的绳网环环包围,

διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.

宛如针对敌方士卒立起两重难以接近的石壁。

καὶ τότʼ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας

此时有一男子取来肥沃的白土,

ῥίζαν θʼ, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,

连同医者称作仙客来的根块,

660

μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας·

在双手间揉捏,制成两团药膏;

πόντῳ δʼ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δʼ ἄρʼ αὐταῖς

他翻越渔网跃入海中,

κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακʼ ἄλειψε

在凹洞与窟穴周围涂抹那恶臭而充满仇戾的涂膏药物,

χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.

污染了海水。

καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα

那下了致命毒药的人旋即被船只接回;

665

δέξατο ναῦς· τοὺς δʼ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ

然而恶劣刺鼻的恶臭已迅疾首先渗入洞穴之中;

πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δʼ ὄσσε

鱼群的双眼、

καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται

头颅与肢体皆被昏暗所压沉,

μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται

再无法停留于洞窟内,

ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα

惊慌失措地涌出岩礁。然而外面的海水对它们而言更是苦不堪言,

670

πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.

因这等祸殃已浸透了波涛。

οἱ δʼ ὥστʼ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,

它们宛如醉酒之人,因致命的气息而沉醉眩晕,

πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι

四处盘旋,

λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι

再无一处能免于灾祸的所在;

σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·

它们仓皇疾冲跌入网中,极力想要穿网而逃。

675

ἀλλʼ οὔ τις χαλεπῆς ἄτης λύσις οὐδʼ ἀλεωρή·

然而对于这严酷的灾厄,既无解脱,

πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται

亦无避难之处;

τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃ

它们在剧烈的扑腾与跃动中翻滚受难;

ὀλλυμένων φύσημα, τό τʼ ἰχθύσιν ἔπλετο δειλοῖς

垂死者的频繁喘息泛过海面,

οἰμωγή· τοὶ δʼ ἐκτὸς ἐπʼ ἄλγεσιν ἀσπαλιῆες

化为懦弱游鱼的哀鸣。而立于网外的渔人们欣喜地看着它们的痛苦,

680

τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ

安然等待,

πόντον ἕλῃ, φλοίσβου τε καὶ ἀργαλέοιο κυδοιμοῦ

直至大海归于寂静,鱼儿吐尽悲戚的呼号,

παύσωνται, στονόεσσαν ἀποπνεύσαντες ἀϋτμήν.

喧嚣与痛苦的骚乱终告停歇。

καὶ τότʼ ἀπειρέσιον νεκύων ἐρύουσιν ὅμιλον

那时他们便拖起无数死尸之群,

ξυνῷ τεθνηῶτας ὁμοῦ λωβήτορι πότμῳ.

它们皆因同一场毁灭性的劫数而一同亡命。

685

ὡς δʼ ὅτε δυσμενέεσσιν ἐπιστήσωνται Ἄρηα,

这正如人们向仇敌兴起战事,

φροῦδον ἐελδόμενοι ῥαῖσαι πόλιν, οὐδʼ ἀνιεῖσι

意欲彻底摧毁城池,不断向其筹划灾患,

πήματα βουλεύοντες ἐπί σφισιν, ἀλλὰ καὶ ὕδωρ

甚至在泉水中下了致命的毒药;

κρηνάων φάρμαξαν ὀλέθριον· οἱ δʼ ἐπὶ πύργοιςλιμῷ τʼ ἀργαλέῳ καὶ ὀϊζύϊ μοχθίζοντες

城楼上的人们在严酷的饥荒与痛苦中挣扎,

690

ὕδατί τʼ ἐχθοδοπῷ στυγερὸν καὶ ἀεικέα πότμον

又因那受污之水而遭遇可憎屈辱的劫数身亡,

ὄλλυνται,3 νεκύων δὲ πόλις πέπληθεν ἅπασα·

满城尽是死尸:同样地,

ὣς οἱ λευγαλέῳ τε μόρῳ καὶ ἀδευκέϊ πότμῳ

那些鱼儿在投毒之人的制服下,

ἀνδράσι φαρμάκτῃσιν ὑποδμηθέντες ὄλοντο.

亦以凄惨的死法与苦涩的厄运归于毁灭。

语法注3 条
  1. 4.620οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν δεξάμενον ῥύσαιτο

    非人称动词 μέλει 与与格代词 οἵ(即 αὐτῇ)及充当主语的名词 σκέπας 连用,意为“它毫不介意遮蔽之所”。随后的关系从句 οἷον... ῥύσαιτο 使用不带 ἄν 的希求法,表达先行词 σκέπας 的属性或目的(“能够容纳全身并予以庇护的那种避难所”)。

  2. 4.630Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον

    指代鸵鸟的借代/迂回表述。与前文狷羚(βουβαλίς)的喻象并列,皆为非洲所产、因藏头避险而著称的愚蠢鸟兽。

  3. 4.690στυγερὸν καὶ ἀεικέα πότμον ὄλλυνται

    名词短语 στυγερὸν καὶ ἀεικέα πότμον 与不及物/中被动态动词 ὄλλυνται 连用,作同族宾格(内在宾格),意为“以可憎屈辱的命运而毁灭”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:4.617-4.693