← 奥皮安

捕鱼歌

§4.539-4.616

木梁重刺幼鲣与潜水徒手捕鲷

诗人生动描绘了色雷斯人用重锤刺梁猎杀幼鲣鱼的血腥场面、利用声响与恐惧实施的夜间围网捕鱼,以及潜水者赤手抚平棘刺捕获鲷鱼的精妙技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
539

πεῖσμα δέ μιν περίμηκες ἐΰπλοκον ἀμφιβέβηκε.

其上系有一条极长且编结精固的绳索。

540

δουρὶ δʼ ἀναπλώσαντες, ἁλὸς πόρος ἔνθα βάθιστος,

渔人们驾木舟航行至海峡最深之处,

ἐς βυθὸν ἠερόεντα περικρατὲς ἧκαν ἔνερθε

奋力向幽暗的深渊下方,

πυθμένος εἰλατίνου κρατερὸν σθένος·1 αἶψα δὲ ῥιπῇ

投下松木圆木的强劲巨力。

σπερχόμενον, μολίβῳ τε καταρρεπὲς ἠδὲ σιδήρῳ,

它在铅与铁的重压下一冲而下,

σεύεται ἐς νεάτας ῥίζας ἁλός, ἔνθʼ ἀμενηναῖς

急速奔向大海最深处的根基,

545

πηλαμύσι προὔτυψεν ἐν ἰλύσι πεπτηυίαις·

猛烈击中蜷缩在泥淖中孱弱的幼鲣鱼群;

σὺν δʼ ἕλε σύν τʼ ἐτόρησεν ὅσον κίχε δειλὸν ὅμιλον.

凡其所遇胆怯之族,皆被刺穿捕获。

οἱ δὲ θοῶς ἀνέρυσσαν ἐληλαμένας περὶ χαλκῷ

他们迅速将那些穿刺在青铜〔刺〕上、

παλλομένας ἐλεεινὰ σιδηρείῃς ὀδύνῃσι.

因铁刃之痛而凄惨抽搐的鱼儿拉拽上来。

τὰς δέ τις εἰσορόων καί κεν θρασυκάρδιος ἀνὴρ

目睹此景,纵是铁石心肠之人,

550

οἰκτείραι θήρης τε δυσαγρέος ἠδὲ μόροιο·

亦会为它们凄惨的被捕与毁灭心生怜悯:

τῆς μὲν γὰρ λαγόνεσσιν ἐλήλατο δουρὸς ἀκωκή,

有的侧肋被铁尖刺透,有的迅疾的锋刃扎入头颅,

τῆς δὲ κάρη ξυνέπειρε θοὸν βέλος, ἡ δʼ ὑπὲρ οὐρὴν

有的在尾部上方被刺伤,

οὔτασται, νηδὺν δʼ ἑτέρης, ἄλλης δʼ ἕλε νῶτα

有的腹部受创,有的背部被凶猛的战神阿瑞斯所攫取,

δριμὺς ἄρης,2 ἄλλη δὲ μέσον κενεῶνα πέπαρται.

还有的正中肋部被洞穿。

555

ὡς δʼ ὁπότε, κρινθέντος ἐνυαλίοιο κυδοιμοῦ,

正如战事终结之后,

δουριφάτους κονίης τε καὶ αἵματος ἐξανελόντες

战友们流着泪将枪下阵亡的同袍从尘土与鲜血中抬起,

εὐνὴν ἐς πυρόεσσαν ἑοὶ στέλλωσιν ἑταῖροι

送往焚尸的烈火之榻,

μυρόμενοι· τὰ δὲ πολλὰ καὶ αἰόλα σώμασι νεκρῶν

死者之躯满布无数狰狞的伤痕与阿瑞斯留下的各式创伤;

ἕλκεα παντοῖαί τε βολαὶ πλήθουσιν Ἄρηος·

幼鲣鱼身上亦处处显露出赫然伤口,

560

ὣς καὶ πηλαμύδεσσιν ἐπιπρέπει ἕλκεα πάντῃ,

宛若战争的缩影,

εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν.ἄλλοι δʼ αὖ κούφοισι λίνοις ἕλον ἔθνε’ ἀφαυρῶν

然而对渔人而言却是一派可喜的景象。

πηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμῃ

另有些人则用轻网捕捞孱弱的幼鲣鱼群。因为它们在昏暗中总是对落入水中的一切颤栗不已,

ἐμπίπτῃ, τρομέουσι, φόβον δʼ ὀρφναῖον ἔχουσιν·

怀着对黑暗的恐惧;

565

ὄρφνῃ δʼ ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος.

它们在深渊中惶惑不安,于黑夜中被捕。

δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶν

渔人们布下细密轻柔的网,环绕成圈,

κυκλόσε δινεύουσι, βίῃ θείνοντες ἐρετμοῖς

用桨用力拍打海面,

νῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν·

并用长篙自上猛击作响;

αἱ δʼ ὑπό μαρμαρυγῆς ταχυήρεος ἠδʼ ὁμάδοιο

鱼群因飞快划桨的闪光与喧闹而惊惶跃起,

570

φυζαλέαι θρώσκουσι, λίνου δʼ εἰς κόλπον ἵενται

以为那静立不动的网湾乃是避难之所,

ἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι,

便冲入其中——这些愚蠢的生灵,

νήπιαι, αἳ δούποιο φόβῳ μόρον εἰσεπέρησαν.

因畏惧声响竟自投罗网。

ἔνθʼ οἱ μὲν σχοίνοισιν ἐπισπέρχουσʼ ἑκάτερθε,

此时渔人们在两头急拉绳索,

δίκτυον ἐξερύοντες ἐπʼ ᾐόνας· αἱ δʼ ὁρόωσαι

将网拖上海滩;鱼群看见晃动的绳索,

575

σχοίνους κινυμένας, ἀνεμώλια δείματʼ ἔχουσαι,3

生出虚妄的恐惧,

εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται.

缩成一团,密集地盘卷在一起。

πολλά κεν ἀγραίοισι τότʼ ἀρήσαιτο θεοῖσι

那时抛网者定会频频向狩猎之神祈祷,

δικτυβόλος, μήτʼ οὖν τι θορεῖν ἔκτοσθε λίνοιο,

求使没有任何鱼跳出网外,

μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται

亦莫有任何游动之物显露出路;

580

πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιο

因若幼鲣鱼一旦察觉,便会迅疾全部跃过轻网逃入深渊,

ἐς βυθὸν ἀΐσσουσι καὶ ἄπρηκτον λίπον ἄγρην.

使捕捞功亏一篑。

εἰ δʼ οὔ σφι μακάρων τις ἁλιπλάγκτων νεμεσήσει,

然而若无游荡海中的福神降怒于他们,

πολλάκι καὶ τραφερῆς ὑπὲρ ᾐόνος ἑλκυσθεῖσαι

往往即便被拖上干燥的沙滩、身在水外,

ἔξαλοι οὐκ ἐθέλουσι λιπεῖν λίνον, ἀλλʼ ἐνέχονται,

它们亦不愿离网而去,

585

αὐτὴν μήρινθον πολυδινέα πεφρικυῖαι.

反而因惧怕那盘旋的绳索而紧紧滞留在网中。

ὧδε καὶ ἐν ξυλόχοισιν ὀρέστεροι ἀγρευτῆρεςεἷλον ἀναλκείην ἐλάφων4 εὐαγρέϊ τέχνῃ,

山林中的猎人亦是如此以巧计在林莽中擒获孱弱的鹿群:

μηρίνθῳ στέψαντες ἅπαν δρίος· ἀμφὶ δὲ κούφων

他们用绳索将整片灌木林环绕,

ὀρνίθων δήσαντο θοὰ πτερά· ταὶ δʼ ἐσορῶσαι

并在绳上系上轻鸟飞疾的羽毛;

590

ἠλέματα πτώσσουσι κενὸν φόβον, οὐδὲ πελάσσαι

鹿群见之便生出空洞虚妄的恐惧而蜷缩不前,

μαψιδίως πτερύγεσσιν ἀτυζόμεναι μεμάασιν,

因徒然畏惧羽毛而不敢靠近,

εἰσόκε θηρητῆρες ἐπαΐξαντες ἕλωσι.

直至猎人飞扑而上将其捕获。

καὶ μέν τις δύπτης ἁλίων εὐμήχανος ἔργων

又有一类精通水上作业的潜水者,

νόσφι δόλου παλάμῃσιν ἐπαΐξας ἕλεν αὐταῖς

无需诱饵,仅凭赤手便能猛扑捕获游鱼,

595

ἰχθῦς, ἠΰτε χέρσον ἀμειβόμενος πόρον ἅλμης,

穿行于盐海之路宛若漫步平地——无论是因惊惧而颤抖的鲷鱼,

σαργόν τε τρέσσαντα φόβῳ δειλήν τε σκίαιναν.

还是胆怯的石首鱼。

σαργοὶ μὲν δείσαντες ἀολλέες ἐς μυχὸν ἅλμης

鲷鱼因惊恐而聚集成团蜷缩在海湾深处,

εἰλόμενοι πτήσσουσιν, ἐπʼ ἀλλήλαις δὲ κέχυνται,

横卧相叠,

δόχμιαι ἀμφιπεσόντες, ἀναφρίσσουσι δʼ ἀκάνθαις

翻转脊背竖起利棘,

600

νῶτα μετακλίνοντες, ἅτε σκολόπεσσιν ἁπάντῃ

宛若农夫们用密密麻麻的尖桩将果园四周的围墙处处封死,

φραξάμενοι πυκινῇσι περίδρομον ἕρκος ἀλωῆς

以重重阻碍防备劫掠者;

ἀγρονόμοι, σίντῃσι μέγαν πόνον· οὐδέ κεν ἄν τις

任何人都无法闯入,

ἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα·

因尖桩阻断了通路:

ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως,οὐδʼ ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶ

同样地,任谁也无法轻易靠近它们或下手抓捕,

πρόκροσσαι πυκινῇσιν ὑπὸ σταλίκεσσιν ἄκανθαι.

因为黑色的利刺如层叠的立柱般根根竖起。

ἀλλά τις ἰδμοσύνῃσιν ἀνὴρ ὑπὸ κεύθεα πόντουἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντῃ

然而技艺精湛的男子毅然潜入海底深处,

σαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν·

从四方审视鲷鱼头颅与尾部倾斜的方位;

610

χεῖρα δʼ ὑπὲρ κεφαλῇσι βαλὼν καθύπερθεν ἀκάνθας

他将手伸至其头部上方,从上往下轻轻抚平棘刺,

ἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων·

用力压下;

οἱ δʼ αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισιν

鱼群依赖其尖锐突刺,依旧紧密相贴、

ἀστεμφεῖς, προβολῇσι πεποιθότες ὀξείῃσιν·

纹丝不动;此时男子双手各持一条将其提起,

ἔνθα δύω παλάμῃσιν ἀνὴρ ἑκάτερθεν ἀείρας

再次浮上水面,

615

αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον.

完成了一场绝妙的潜行之举。

πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται,

至于岩间的石首鱼,每当恐惧袭上心头,

语法注4 条
  1. 4.541περικρατὲς ἧκαν ἔνερθε / πυθμένος εἰλατίνου κρατερὸν σθένος

    κρατερὸν σθένος 是诗意借代(宾格受词),指代前文末尾所述镶嵌铅块与铁尖的粗重木梁。περικρατές 作表语性形容词或副词性修饰。πυθμένος εἰλατίνου(“松木树干/圆木的”)为修饰 κρατερὸν σθένος 的属格,ἔνερθε(“向下”)则作副词修饰 ἧκαν。

  2. 4.554δριμὺς ἄρης

    战神阿瑞斯之名在此借代为铁器刺杀、致命创伤或暴烈的杀戮,充当主语。这与后文(第17–23行)将死鱼比作被从沙场抬走的阵亡士兵的史诗明喻形成了前后的修辞呼应。

  3. 4.575ἀνεμώλια δείματʼ ἔχουσαι

    ἀνεμώλια(如风一般的、虚幻的、徒劳的)修饰 δείματα(恐惧)。由 ἔχουσαι 引导的整个分词短语(怀着虚妄的恐惧)刻画了鱼群因毫无实际威胁的晃动绳索而惊恐自蔽、终至被俘的心理状态。

  4. 4.587εἷλον ἀναλκείην ἐλάφων

    抽象名词 ἀναλκείην(懦弱、无力)与属格 ἐλάφων(鹿)搭配,在此作为具象借代充当直接宾语,意为“孱弱的鹿群”。这是希腊诗歌中以抽象性质代指具有该特质的生物群体的常见手法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:4.539-4.616