← 奥皮安

捕鱼歌

§4.463-4.538

鳀鱼鱼群的习性与色雷斯人叉捕幼鲣

在以吸酒直喻收束捕鳗之法后,本段叙述了成团聚集的凤尾鱼(鳀鱼)习性及用围网一网打尽的渔获之景,继而详述幼鲣鱼自黑海迁徙至梅拉斯湾的生态,以及色雷斯人在严冬使用重型落矛对其实施的残酷捕捞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
463

αὐλὸν ἔχων ἤρεισεν1 ὑπὸ στόμα φυσητῆρα,

人拿着一根吹管抵在口下,

ἄσθματι δʼ αὖ ἐρύει μέθυος ποτὸν ἔμπαλιν ἕλκων

以气息吸啜,将酒汁反向吸入口唇之端,

465

χείλεσιν ἀκροτάτοις, τὸ δʼ ἀνατρέχει ἀνδρὸς ἀϋτμῇ·

酒液便循着人的吸气升腾而上;

ὣς αἵ γʼ ἐγχέλυες πνοιῆς ὕπο κυμαίνουσαι

鳗鱼亦是如此,在气息的激荡下,

ἕλκονται δολίοιο ποτὶ στόμα φυσητῆρος.

被吸向那狡狯吹气者的口中。

ἔστι δέ τις νεπόδων δειλὸς καὶ ἄκικυς ὅμιλος,

在游鱼之中有一群胆怯而孱弱者,

ἀβληχρῆς ἀφύης ἀδινὸν γένος, αἳ καλέονται

是一类细小鱼苗的密集族类,

470

ἐγγραύλεις· ἀγαθὴ δὲ βόσις πάντεσσιν ἔασιν

被称为凤尾鱼(或小鳀鱼);

ἰχθύσιν· αἰεὶ δέ σφιν ἐνὶ φρεσὶ φῦζα δέδηε,

它们是所有鱼类的美餐。然而恐惧始终在它们心中燃烧,

πάντα δʼ ὑποτρομέουσι, σὺν ἀλλήλαις δὲ χυθεῖσαι

它们对一切战栗不已,

σωρηδὸν μίμνουσι καὶ ἀθρόαι ἐμπεφύασιν,

彼此聚集堆积在一处,紧密依附,

ἠΰτʼ ἀναγκαίοιο βίην δεσμοῖο φέρουσαι·

宛若承受着无可奈何的枷锁之缚;

475

οὐδέ κε μητίσαιο2 διάκρισιν εὐρέος ἐσμοῦ

任谁也无法想出散开或解开这庞大群落的办法,

οὐδὲ λύσιν· τοῖον γὰρ ἐν ἀλλήλῃσιν ἔχονται.

它们彼此纠缠得如此紧密。

πολλάκι μὲν καὶ νῆες ἐν ἕρμασιν ἠΰτʼ ἔκελσαν

往往有船只撞在它们身上,

κείναις, πολλάκι δέ σφιν ἐνιπλήσσουσιν ἐρετμοῖς

犹如搁浅在暗礁上;桨手们常以桨叶击打它们,

κληΐδων ἐλατῆρες, ἐνέσχετο δʼ ἱεμένη περ

然而即便全力划动,

480

κώπη, πετραίης ἅτε χοιράδος ἀντιτυχοῦσα·

船桨也被阻挡住,宛如撞上了岩石暗礁。

καί πού τις βουπλῆγα βαρύστομον ἰθὺς ἀείρας

纵使有人径直举起沉重的截角斧砸向凤尾鱼群,

ἐγγραύλεις ἐτίναξε καὶ οὐ διέκερσε σιδήρῳ

铁刃也不能将整个紧密群体切断,

στῖφος ἅπαν, βαιὴν δʼ ἀγέλης ἀπεδάσσατο μοῖραν·

仅能分出鱼群微小的一部分;

καὶ τῆς μὲν κεφαλὴν πέλεκυς τάμε, τὴν δʼ ἐκόλουσεν

斧头切断了这条的头,剁掉了那条的尾,

485

οὐρῆς, τὴν δʼ ἤμησε μέσην, τὴν δʼ εἷλεν ἅπασαν.3

斩断了另一条的腰身,又整条带走了某一条:

οἰκτρὸν ἰδεῖν μογεροῖσιν ἐοικότα σώματα νεκροῖς.

那些身躯宛若饱受蹂躏的尸首,观之令人心酸。

αἱ δʼ οὐδʼ ὣς ἐλάθοντο καὶ οὐκ ἀνέηκαν ἔχουσαι

但即便如此,它们亦未曾遗忘,未曾松开彼此维系的羁绊;

δεσμὸν ἑόν· τοῖός τις ἐπί σφισι γόμφος ἄρηρε.

它们身上竟钉着如此坚固的铆钉!

καί κέν τις παλάμῃσιν ἅτε ψαμάθοιο βαθείης

若有人遇到这些鱼,便可用双手捧起,

490

ἀντιάσας κείνῃσιν ἐπʼ ἰχθύσιν ἀμήσαιτο.

恰似掬取厚厚的细沙。

τὰς δʼ ὁπότε φράσσωνται ἐπί σφισι πεπτηυίας

每当渔人察觉到它们畏缩成团时,

ἰχθυβόλοι, κοίλῃσι περιπτύσσουσι σαγήναις

便欣然用深陷的围网将其合抱,

ἀσπασίως, πολλὴν δὲ ποτὶ ῥηγμῖνας ἄγουσιν

不费吹灰之力便将巨量渔获拖至浪花拍打的岸边,

ἄγρην νόσφι πόνοιο καὶ ἄγγεα πάντʼ ἀφύῃσιν

用细小鱼苗装满了所有器皿和轻舟,

495

ἔν τʼ ἀκάτους ἔπλησαν, ἐπʼ ἠϊόσι δὲ βαθείαις

并在深阔的海滩上堆起座座堆垛,

θημῶνας νήησαν, ἀπειρεσίην χύσιν ἄγρης.

那是无边无际倾泻而出的猎物。

οἷον δʼ ἐργατίναι Δηοῦς πόνον ἐκτελέσαντες,

正如农夫们完成了德墨忒尔的劳作,

πνοιῇς χερσαίοις τε διακρίναντες ἐρετμοῖς

用风力与地上的木铲扬净谷物,

καρπόν, ἐϋτροχάλοιο μέσον κατὰ χῶρον ἀλωῆς

在平整浑圆的打谷场中央高高堆起,

500

πολλὸν ἐνηήσαντο, περιπλήθουσα δὲ πάντῃ

四方漫溢的承粮之圈在打谷场内泛出洁白的光芒:

πυροδόκος στεφάνη λευκαίνεται ἔνδον ἀλωῆς·

同样地,

ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀφύῃσιν

此时那浩瀚无际的细小鱼群充盈堆叠,

ὀφρὺς ἀγχιάλου λευκαίνεται αἰγιαλοῖο.

使临海海滩的崖岸泛出白光。

φῦλα δὲ πηλαμύδων ἐκ μὲν γένος εἰσὶ θαλάσσης

至于幼鲣鱼(佩拉密斯)族类,

505

Εὐξείνου, θύννης δὲ βαρύφρονος εἰλείθυιαι·

本源自厄克辛海(黑海),是凶狠的金枪鱼所产下的后代。

κεῖναι γάρ, Μαιῶτις ὅπῃ ξυμβάλλεται ἅλμῃ,

因为金枪鱼们在麦奥提斯湖(亚速海)

ἀγρόμεναι λιμναῖον ὑπὸ στόμα καὶ δονακῆας

汇入咸水之处,聚集在湖口与多水的芦苇丛下,

ὑδρηλοὺς ὠδῖνος ἐπαλγέος ἐμνήσαντο·

想起了痛苦的分娩;

καὶ τὰ μὲν ὅσσα κίχωσι μεταδρομάδην κατέδουσιν

它们在游动奔窜中凡是遇见的鱼卵都吞噬殆尽,

510

ὠά, τὰ δʼ ἐν δονάκεσσι καὶ ἐν σχοίνοισι μένοντα

唯有留在芦苇与结缕草间的卵,

πηλαμύδων ἀγέλας ὥρῃ τέκεν· αἱ δʼ ὅτε κῦμα

依时产出了幼鲣鱼的群落。

πρῶτον ἐπιψαίρωσι πόροιο τε πειρήσωνται,

它们一旦初次触碰波浪并尝试航路,

ξεῖνον ἁλὸς σπεύδουσι μετὰ πλόον, οὐδʼ ἐθέλουσι

便急切地赶赴异域的海上航程,纵使尚且幼小,

μίμνειν ἔνθʼ ἐγένοντο καὶ ἠβαιαί περ ἐοῦσαι.

也不愿留在这出生之地。

515

Θρηΐκιος δέ τίς ἐστιν ἁλὸς πόρος, ὅντε βάθιστον

有一处色雷斯的海峡,

φασὶ Ποσειδάωνος ἐνὶ κλήροισι τετύχθαι·

人们说是波塞冬分封的领地中最深邃的;

ἐκ τοῦ καί τε Μέλας κικλήσκεται, οὐδέ ἑ λάβροι

正因如此它亦被称为黑湾(梅拉斯湾),

λίην οὐδʼ ὑπέροπλοι ἐπιθρώσκουσιν ἀῆται·

狂暴而过分凶猛的风暴不会袭扰此地。

ἐν δʼ ἄρα οἱ κευθμῶνες ὑποβρύχιοι πεφύασι

在其水下,中空、

520

κοῖλοι, πηλώεντες, ἀθέσφατοι, οἷς ἔνι πολλὰ

泥泞且深不可测的潜藏深穴自然生成,其中孕育出许多生物,

τίκτεται, ἠβαιοῖσιν ὅσʼ ἰχθύσι δαῖτας ὀφέλλει.

为幼小的鱼群增添了盛宴。

ἔνθα καὶ ἀρτιγόνοισι πέλει πρώτιστα κέλευθα

新生幼鲣鱼群最初的路径正是通向此处,

πηλαμύδων ἑσμοῖσιν, ἐπεὶ περιώσιον ἄλλωνεἰναλίων φρίσσουσι δυσαέα χείματος ὁρμήν·

因为它们比其他海洋生物更为惧怕冬日恶劣狂风的侵袭;

525

χεῖμα δὲ πηλαμύδεσσιν ἀπαμβλύνει φάος ὄσσων.

冬日会使幼鲣鱼双目的光芒变得迟钝昏暗。

ἔνθα δʼ ἐν εὐρωποῖσιν ἁλὸς λαγόνεσσι πεσοῦσαι

它们落入这大海宽广开阔的深渊腹地,

αὔτως δηθύνουσιν, ἀεξόμεναι δὲ μένουσι

便在此安然流连,不断成长,静待宜人的春天;

λαρὸν ἔαρ· τῇ δέ σφι καὶ ἵμερος ἄνεται εὐνῆς·

在此处它们亦完成了交尾的渴求。

πλησάμεναι δὲ τόκοιο παλίμποροι αὖτις ἵενται

在怀满子嗣之后,它们再度掉转船头,

530

πατρῷον μετὰ κῦμα, μόγον δʼ ἀπὸ γαστρὸς ἔθεντο.

奔向祖先的海浪,卸下了腹中的沉重辛劳。

τὰς δʼ ἤτοι Μέλανος μὲν ὑπὲρ βαθὺ λαῖτμα πόροιο

色雷斯人便是在严冬时节,

Θρήϊκες ἀγρώσσουσιν ἀπηνέϊ χείματος ὥρῃ,

在梅拉斯海峡深邃的汪洋之上捕猎它们,

θήρην ἀργαλέην καὶ ἀτερπέα, δηϊοτῆτος

这是一场痛苦而无欢的围猎,

θεσμὸν ὑφʼ αἱματόεντα καὶ ἄγριον αἶσαν ὀλέθρου.

依循着流血厮杀的法则与残酷灭绝的定数。

535

ἔστι τις οὐ δολιχὴ μὲν ἀτὰρ πάχος ὅττι μεγίστη,4

有一种短而极粗的坚实木梁,

μῆκος ὅσον πῆχυς, στιβαρὴ δοκίς· ἐν δέ οἱ ἄκρῃ

长约一肘;

πολλὴ μὲν μολίβοιο χύσις, πολλαὶ δὲ σιδήρου

在其末端浇铸了厚重的铅块,

αἰχμαὶ τριγλώχινες ἐπασσύτεραι πεφύασι·

并接连紧密地排列着许多三叉铁锋。

语法注4 条
  1. 4.463αὐλὸν ἔχων ἤρεισεν

    此句直接承接上一段落末尾的直喻引入句(ὡς δʼ ὅτε τις πλείου πειρώμενος ἀμφιφορῆος)。分词 ἔχων 修饰主语动作,ἤρεισεν(不定过去时)充当直喻内部的主要动词。随后转入现在时 ἐρύει,展现了史诗直喻中格言式、画面式的时态转换用法。

  2. 4.475οὐδέ κε μητίσαιο

    由 κε(即 ἄν 的史诗形式)与第二人称单数祈愿语气 μητίσαιο 构成的潜在祈愿句(potential optative),表示普遍意义上的不可能或极度困难:“任谁也无法想出……”。

  3. 4.484καὶ τῆς μὲν κεφαλὴν πέλεκυς τάμε, τὴν δʼ ἐκόλουσεν οὐρῆς, τὴν δʼ ἤμησε μέσην, τὴν δʼ εἷλεν ἅπασαν

    通过代词的分配结构(τῆς μὲν ... τὴν δʼ ... τὴν δʼ ... τὴν δʼ)展现的部分同格句式。τῆς μὲν κεφαλήν 中属格修饰宾语 κεφαλήν(“切断某一条的头”);接着 τὴν δʼ ἐκόλουσεν οὐρῆς 将宾格 τὴν 与分离属格 οὐρῆς 结合(“削去其尾部”);μέσην 则作表语性形容词(“自腰身斩断”)。多样的格位配置生动描绘了斧头砍击下各种鱼肉横飞的零碎死状。

  4. 4.535πάχος ὅττι μεγίστη

    中性关系代词 ὅττι(即 ὅτι 的史诗形式)与最高级 μεγίστη 结合构成的惯用结构,意为“尽可能最大的”或“极大的”。πάχος 为限制/关系宾格(accusative of respect),意为“在粗细方面”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:4.463-4.538