← 奥皮安

捕鱼歌

§3.485-3.565

薄荷饵钓鲻鱼与机关捕剑鱼

诗篇描绘了鲻鱼被薄荷诱饵吸引时犹豫小心的习性及钓捕过程,继而记述了利用特殊的上下分层鱼钩以及将船只伪装成同类来捕猎剑鱼的技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
485

πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην

伴以凝结的乳酪之礼。人们将芬芳的薄荷草揉和其中;

τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην

人们说,

φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·

这薄荷曾是一位冥界的少女、科库托斯河的宁芙。

κλίνατο δʼ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλʼ ὅτε κούρην

她曾与阿伊多纽斯同榻而眠;然而,

Περσεφόνην ἥρπαξεν ἀπʼ Αἰτναίοιο πάγοιο,

当他从埃特纳的山崖上掠走少女珀耳塞福涅时,

490

δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,

她因嫉妒而狂乱,

ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα

口出狂言,狂暴不逊,

Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·

愤怒的德墨忒尔便用凉鞋将她践踏碾碎。

φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων

因为她声称自己在身姿上比深眸的珀耳塞福涅更高贵,

Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν

容貌更美丽,并夸下海口说阿伊多纽斯必将重回她身边,

495

εὔξατο νοστήσειν Ἀϊδωνέα, τήν δὲ μελάθρων

而将珀耳塞福涅逐出宫殿:

ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.

如此的狂妄破灭之言自她舌尖飞出。

ποίη δʼ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,

大地遂生出以她为名、微不足道的草叶,

τὴν ἐνιφυρήσαντες ἐπʼ ἀγκίστροισι βάλοντο.

人们将这草揉和在鱼饵中,挂于钓钩之上。

κεστρεὺς δʼ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,

鲻鱼一旦闻到这气息,

500

ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο

不多时便迎上前来;起初它远离鱼钩驻足,

λοξὸν ὑπʼ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ

斜眼审视这圈套,

ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας

宛如异乡的行路人遇上众人踏过的岔路口,

ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,

停下脚步沉思,

ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·

心中一时欲走左路,一时又欲踏上右径;

505

παπταίνει δʼ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα

他环顾左右,心如波涛翻滚,

εἱλεῖται, μάλα δʼ ὀψὲ μιῆς ὠρέξατο βουλῆς·

良久方定下一个主意。

ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει

鲻鱼亦是如此,心中千思万绪,

θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·

既疑心是陷阱,又贪恋这无害的美食。

ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·

终于心思驱使它逼近死期,

510

αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δʼ ἤδη

但随即又惊恐后撤;每当触碰之时,

εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.

恐惧便屡屡攫住它,令其势头逆转。

ὡς δʼ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης

正如同一个年幼的小女孩,

μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,

在母亲外出之时渴望食物或其他东西,

ψαῦσαι μὲν τρομέει μητρός χόλον, οὐδʼ ἀναδῦναι

因惧怕母亲的怒气而不敢触碰,

515

ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ

却又因渴望而不忍放弃;她暗中潜行接近,

αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,

旋即又退缩回去,心中时而涌起勇气,

ἄλλοτε δʼ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δʼ αἰὲν

时而降下可怕的恐惧,

ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·

敏锐的双眼始终紧盯着门廊;

ὣς τότʼ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.

这温顺的鱼儿也是如此,前进一步便又转回。

520

ἀλλʼ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλʼ ἑτοίμως

然而,当它鼓起勇气靠近时,却不肯轻易触碰食物,

ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων

而是先用尾巴拍打拂动鱼钩,

ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετʼ ἀϋτμή·

唯恐肉体中尚存有活物的温热气息;

ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.

因为鲻鱼发过誓绝不吞食活着之物。

ἔνθεν ἔπειτʼ ἄκροισι διακνίζει στομάτεσσι

随后,它才用唇尖一点点啃咬,

525

δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷπεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων

刮擦着周围的美食。渔夫立刻用青铜钩猛力一拉将其刺穿,

ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,

犹如御者以坚硬强制的缰绳制服烈马,将它猛抽上来,

ἂν δʼ ἔρυσε, σπαίροντα δʼ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.

抛落在仇敌般的陆地上挣扎翻滚。

καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.

人们亦曾用致命的鱼钩欺骗过剑鱼。

530

ἀλλʼ οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδʼ ἴσος ἄλλοις·

但剑鱼所遭遇的命运并非如此,

οὐ γὰρ ἐπʼ ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,

亦不同于其他鱼类;因为人们并不将食物装在鱼钩之上,

ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται,

鱼钩光秃秃毫无欺诈地悬垂着,

μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·1

带有反向的双重倒刺。

τοῦ δʼ ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθεμαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου

在鱼钩上方约三掌宽的钓线上,

δῆσαν ἐπισταμένως· ξιφίης δʼ ὅτε θοῦρος ἵκηται,

他们熟练地将一条柔软白鱼的唇尖系牢。当凶猛的剑鱼冲来时,

αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ·

立刻用迅猛的利剑切割那鱼的身躯;

τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,

被切碎的鱼肉脱落绳结,

αὐταῖς δʼ ἀγκίστροιο περιστρέφεται γενύεσσιν·

顺势缠绕在鱼钩的倒刺周围。

540

αὐτὰρ ὅ γʼ οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν

剑鱼不知弯钩之诈,张口吞下沉重的盛宴,

δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ.

遂被汉子的力气捕捞拖起。

πολλὰ δʼ ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται,

猎人们为捕剑鱼做足了准备,

ἔξοχα δʼ οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν

尤其是那些在第勒尼安海峡、

ἀμφί τε Μασσαλίην, ἱερήν πόλιν, ἀμφί τε Κελτούς·

圣城马萨利亚周围以及凯尔特人海域捕鱼的人。

545

κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι

因为那里游弋着硕大骇人、

ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.

绝不同于凡鱼的巨大可怖之剑鱼。

οἱ δʼ ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσι

人们建造形状宛如剑鱼本身的小船,

καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες

造出鱼形的船身与利喙,

ἀντίον ἰθύνουσι· ὁ δʼ οὐκ ἀναδύεται ἄγρην,

迎面驶去。剑鱼并不躲避这场围猎,

550

ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι,2

以为自己见到的不是坐具精良的船舶,

ἀλλʼ ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες

而是同族的另一条剑鱼,

πάντῃ κυκλώσωνται· ὁ δʼ ἐφράσαθʼ ὕστερον ἄτην,

直至人们从四面将其合围;待被三叉鱼叉刺穿之时,

αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ

它方才察觉大祸临头,纵欲逃走亦无能为力,

φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.

只能屈服于必然的命运。

555

πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα

勇猛的剑鱼往往为了自卫,

φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,

用长剑直接刺穿船只虚空的肋板;

οἱ δὲ θοῶς βουπλῆγος ὑπʼ εὐχάλκοιο τυπῇσιν

然而人们在精良青铜大斧的重击下,

ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δʼ ἄρα νηὸς

迅速将其长剑从下颚处击断。

ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δʼ ἕλκεται ὀρφανὸς ἀλκῆς.

于是那断剑如木栓般严丝合缝地嵌在船体的伤口中,而失去力量的剑鱼则被拖拽上船。

560

ὡς δʼ ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος,

这正如同在战争中对敌人设下诡计的人,

ἱέμενοι πύργων τε καὶ ἄστεος ἔνδον ἱκέσθαι,

急欲潜入城楼与城邦之内,

ἔντεα συλήσαντες ἀρηϊφάτων ἀπὸ νεκρῶν

便从战死的尸体上剥下铠甲,

αὐτοὶ θωρήξαντο καὶ ἔδραμον ἄγχι πυλάων·

自行穿戴整齐奔至城门旁;

οἱ δʼ ὥστε σφετέροισιν ἐπειγομένοις πολιήταις

守门人以为是本邦急归的公民,便敞开大门,

565

ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις·3

却绝不会为这些同伴感到欢欣。

语法注3 条
  1. 3.533μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς

    分词 ἀκαχμένου(阳性单数宾格)跨越分句修饰前一行的 τὸ μὲν(指代鱼钩 ἄγκιστρον),构成长距离错置(hyperbaton)。μηρίνθου 为从属 ᾐώρηται 的离格性属格(从钓线上垂下),而 διπλῇσιν ἔμπαλιν αἰχμαῖς 则是表示工具/方式的与格(“以逆向的双刃锋芒制成”)。

  2. 3.550ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι

    表示期望或认定的分词 ἐλπόμενος 搭配不定式 ὁράασθαι,其否定词使用了 μή 而非 οὐ。在古典与史诗希腊语中,表示期望、誓约或主观判定的动词引出不定式时,习惯用 μή 来否定,体现主观心态。

  3. 3.565ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις

    直陈式过去时(不定过去时)γήθησαν 与现在时 ἀγκλίνουσι 并列。此处的不定过去时为史诗明喻中常见的格言性不定过去时(gnomic aorist)或戏剧性过去时,生动刻画了动作发生后瞬间而必然的结局(“他们推开门扉,却未能因这些同伴而欢欣”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.485-3.565