- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.405-3.484
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在交代以没药树汁诱鱼之法后,诗人记叙了用海藻在静默中诱捕沙鲻鱼、喜食腐恶的绯鲤习性,以及在冬日风浪中隐藏身形垂钓警觉黑尾海鲷的高超技巧。
ἐλθεῖν τʼ ἐς φιλότητα1 χολωσαμένης Ἀφροδίτης·
并且因阿佛洛狄忒的愤怒而〔与父亲〕结合;
ἀλλʼ ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν
然而当诸神的定数将她变成以其命名的树木扎根于地时,
αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,
她依旧悲泣哀悼自己的狂妄,
δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων
因那张婚床而泪如泉涌。
θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,
渔夫掺入这棵树的神圣汁液,将鱼篓停泊在波涛之中;
ὀδμὴ δʼ αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα,
顿时,一股如百合般甜美的香气弥漫海面,
κικλήσκουσʼ ἀγέλας πολυειδέας· οἱ δʼ ἐφέπονται
召唤来形形色色的鱼群。它们被甘美的气息所动,
πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος
纷纷追随而至,鱼篓迅速装满,
πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.
为猎人带来了满载而归的丰厚回报。
Σάλπαι δʼ ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα
而沙鲻鱼素来最喜爱湿润的海藻,
τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ.
人们正是用这种食物来捕猎它们。
πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρονἀσπαλιεύς, αἰεὶ δὲ μετʼ οἴδμασι λᾶας ἵησι
起初数日,渔夫划船前往同一处水域,
χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.
不断向波涛中投掷裹着青翠海藻的石块。
ἀλλʼ ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια
待到第五个清晨见证他的辛劳,
σάλπαι δʼ ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται,
沙鲻鱼聚集在那片水道周遭觅食之时,
τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω
他便备好鱼篓陷阱。
φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας
他在篓内放入裹着海藻的石块,
εἰναλίας στομίοισιν ἐδήσατο, τῇσι γάνυνται
在入口处绑上海草,
σάλπαι τʼ ἠδʼ ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·
沙鲻鱼以及其他所有草食鱼类皆喜食此物。
οἳ τότʼ ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα
彼时它们聚集在一起吞食海草,
ἐς μυχὸν ἠΐχθησαν· ὁ δʼ αὐτίκα κύρτον ἀνέλκει
随后便冲入深处。渔夫飞速划回,
ῥίμφα μεταπλώσας· σιγῇ δέ οἱ ἄνυται ἔργον,
立时将鱼篓提起;整个过程皆在寂静中完成,
ἀνδράσι τʼ ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτῃσι·2
依靠无声的汉子与悄然无声的划桨。
σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,
因为寂静对一切捕猎皆有益处,
ἔξοχα δʼ ἐν σάλπῃσιν· ἐπεὶ μάλα τῇσι νόημα
在捕捞沙鲻鱼时尤为如此;盖因它们的心思极易惊恐,
πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε.
而惊恐会使捕猎劳而无功。
τρίγλης δʼ οὔτινα, φημί, χερειοτέρῃσιν ἐδωδαῖς
至于绯鲤,我敢断言,
τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχῃσι,
没有哪种鱼比它更喜爱污秽之物;
φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·
因为它吞食在海中所遇的一切污秽渣滓,尤为贪求恶臭的食物;
σώμασι δʼ ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι
当哀号的大海吞噬了某人时,
πυθομένοις, εὖτʼ ἄν τινʼ ἕλῃ στονόεσσα θάλασσα.
它在腐烂的人体残骸上极度欣喜。
τῷ καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν
因此,人们用散发气味的、
ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα.
一切散发令人厌恶之气息的诱饵,便能轻易将它钓起。
εἴκελα δὲ τρίγλῃσιν ὕεσσί τε, φημί, τετύχθαι
我敢说,绯鲤与猪的习性极为相似,
ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν·
二者皆沉溺于胃腹的欲望;
ἄμφω δʼ αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν,
它们两者中,前者在海中游鱼中格外突出,
οἱ δʼ ἐνὶ χερσαίῃσιν ἀριστεύουσʼ ἀγέλῃσιν.
后者在陆地兽群中位居首位。
οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτʼ ἐνὶ κύρτῳ
确实,你绝难在鱼篓中诱骗带走黑尾海鲷,
ῥηϊδίως ἀπαφῶν οὔτʼ ἐν λινοεργέϊ κύκλῳ·
亦难用亚麻编织的圆网捕获它;
ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκιςἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτʼ ἐδωδὴ
因为在游鱼之中,黑尾海鲷既极为软弱又分外谨慎,
θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης
贪婪的食物绝不合它的心意。每当海面风平浪静之时,
κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης·
它总是伏在沙滩上,绝不浮出盐水;
ἀλλʼ ὅτε κυμαίνουσα περισπέρχῃσι θάλασσα
然而,当大海因狂暴的风暴而巨浪滔天、
λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι
翻腾汹涌之时,
κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τινʼ ἀνδρῶν
唯独黑尾海鲷成群穿梭于巨浪之间,
οὔτε τινʼ εἰναλίων πεφρικότες· οἱ μέν ἅπαντες
既不惧人类,亦不怕海兽。
ἐς νεάτην κρηπῖδα φόβῳ δύνουσι θαλάσσης,
其他所有游鱼皆因恐惧而潜入海底最深处,
οἱ δὲ τότʼ ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι
唯独它们此时流连于轰鸣的海岸,
πέτραις τʼ ἐμπελάουσιν ἀλήμονες, εἴ τινʼ ἐδητὺν
徘徊靠近岩礁,
κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα·3
探寻在狂风击打下破碎的大海是否能露出些许食物。
νήπιοι, οὐδʼ ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,
愚蠢的鱼儿,它们并不知道人比它们聪明多少,
οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρῃ.
即便在它们全然戒备之时,人们亦能将其捕获!
χειμερίη πλημμυρὶς ὅταν ζέῃ Ἀμφιτρίτης,
当安菲特里忒冬日的潮水汹涌沸腾之时,
ἵστατʼ ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην,
汉子伫立在伸向海面的突岩之上,
ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν·
那里的暗礁旁浪涛轰鸣最为猛烈。
εἴδατα δʼ ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι,
他在碎裂的波涛中撒下食物——与面粉混合在一起的奶酪;
τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δʼ ἐπὶ φορβὴν
黑尾海鲷便急切地跃起,
ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.
争抢这令人喜悦的美食。
ἀλλʼ ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης,
然而,当它们成群聚集在下钓的范围之内时,
αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ
渔夫便侧过身躯,
μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη·
免得自己的身影投在水面上,使游鱼心生恐惧。
ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος
他手中备有一根纤细的芦苇竿与一根由轻软兽毛制成、
λεπτή θʼ ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·
未经编织的细线,
λεπτοῖς δʼ ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι·
线上系有许多细小的鱼钩。
τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθʼ ὕδωρ,
他在钩上挂上先前撒入水中的同种诱饵,
πέμπει δʼ ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δʼ ὁρόωντες
投进翻腾的深浪之中。
αὐτίκʼ ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον.
鱼儿一见便立刻扑上前来,吞下毁灭之饵。
οὐδʼ ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δʼ ἀνέλκει
渔夫的手亦不曾停歇,频频将鱼钩自漩涡中提起,
ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη·
纵然常常是空钩;
οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης
因为在波涛翻滚的大海中,
ἀτρεκέως,4 εἴτʼ οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως
人们无法确切分辨究竟是有鱼咬钩,
κύματʼ ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνῃσι,
还是仅仅浪涛在徒然摇晃钓线。然而一旦有鱼咬住,
ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,
渔夫便在它察觉陷阱之前、
πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις.
在惊恐波及那些孱弱的黑尾海鲷之前,迅速将其拽出水面。
τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην.
他就这样完成了这场极具欺骗性的冬日捕鱼。
ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα,ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες
确实,人们甚至诱捕了并不贪食的鲻鱼,
εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος
在细狭的鱼钩周围裹上混合了面粉与乳汁的食物。
- 3.405ἐλθεῖν τʼ ἐς φιλότητα
不定式 ἐλθεῖν 承接上一段落末尾的谓语动词 φασί(相传、据说),构成宾格加不定式结构,叙述该女子(ἥν)在恋慕其父之后所做出的结合行径。
- 3.428ἀσμαράγοις ἐλάτῃσι
形容词 ἀσμάραγος(无轰鸣声的、无杂音的,由否定前缀与 σμαραγέω 复合而成)修饰方式与工具与格 ἐλάτῃσι(冷杉,此处转喻为“桨”),表示划桨时绝不发出水声的极其安静的状态。
- 3.455εἴ τινʼ ἐδητὺν κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα
连词 εἰ 后接希求法 δείξειεν,引导间接疑问或表期冀的条件从句(“试看……是否能显露”)。分词 κοπτομένη 与主语 θάλασσα 一致,受介词短语 ὑπὸ ῥιπῇσι(在狂风冲击下)修饰,说明黑尾海鲷靠近岩礁寻觅食物的缘由。
- 3.476οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης ἀτρεκέως
βρασσομένης ... θαλάσσης 为属格独立结构(“当大海翻腾汹涌时”)。主句由 κεν 搭配希求法 ἐπιφράσσαιτο 构成潜在语气(“无法确切分辨”),并以后续由 εἴτε ... εἴτε ... 引导的选择性间接疑问句作为其宾语。
