← 奥皮安

捕鱼歌

§3.566-3.648

鱼类的习性与地中海的大规模金枪鱼围捕

本段记叙了剑鱼、鲭鱼、金枪鱼、颌针鱼及齿鲷如何因愚昧与天性而受困于网钩,随后详述了春季金枪鱼迁徙至地中海的路线,以及借助高处瞭望哨与结构如城池般的巨网进行大规模围捕的景象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
566

ὣς ἄρα καὶ ξιφίην ἴκελον δέμας ἤπαφε νηῶν.

如此,船只的逼真相貌亦欺骗了剑鱼。

καὶ μὲν δὴ σκολιῇσιν ἐν ἀγκοίνῃσι λίνοιο

此外,剑鱼在渔网曲折的环抱中陷入重围,

κυκλωθεὶς ξιφίης μέγα νήπιος ἀφροσύνῃσιν

因其无知而极尽愚蠢地灭亡;

ὄλλυται, ὃς θρώσκει μὲν ὑπεκδῦναι μενεαίνων,

它跃身而起急欲逃遁,

570

ἐγγύθι δὲ τρομέων πλεκτὸν δόλον αὖτις ὀπίσσω

却因逼近编织的圈套而惊恐退后;

χάζεται· οὐδέ οἱ ὅπλον ἐνὶ φρεσίν, οἷον ἄρηρεν

它心智中全然忘却了自己颌部长出的那般兵刃,

ἐκ γενύων, δειλὸς δὲ μένει κεκαφηότι θυμῷ,

只是懦弱地在奄奄一息的惊惧中等待,

ὄφρα μιν ἐξερύσωσιν ἐπʼ ᾐόνας· ἔνθα δὲ δούροις

直至人们将其拖上岸滩;在那里,

ἄνδρες ἐπασσυτέροισι καταΐγδην ἐλόωντες

男人们接二连三迅猛掷下长矛,

575

κρᾶτα συνηλοίησαν, ὁ δʼ ὄλλυται ἄφρονι πότμῳ.

击碎它的头颅,它便在这愚昧的厄运中死去。

ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον

愚昧同样擒获了鲭鱼与肥硕的金枪鱼,

καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων.

还有颌针鱼以及广泛散布的齿鲷族类。

σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶτας

鲭鱼见同伴伏在网具之中,

ἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον

便渴望钻进那满是网眼的亚麻破灭之中;

580

ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας

它们注视之时,竟涌起这般欢愉:

τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,

犹如懵懂无知的孩童,

οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν

见熊熊烈火闪烁耀眼的光芒,在火光的温热下欢笑,

μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσιψαῦσαί θʼ ἱμείρουσι καὶ ἐς φλόγα χεῖρʼ ὀρέγουσι

渴望抚摸它而将稚嫩的小手伸向火焰;

585

νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·

然而火光转瞬便向他们显出凶残的真面貌;它们亦是如此,

ὣς οἵ γʼ ἱμείρουσιν ἀνοστήτοιο λόχοιο

一心渴望投入那有去无回的伏兵深渊,

ἐσπεσέειν κευθμῶνα, κακοῦ δʼ ἤντησαν ἔρωτος.

迎来了灾祸的欲望。

ἔνθʼ οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισιἔκθορον, οἱ δʼ ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι

于是,冲入较宽网眼者跃身跳出,

590

πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.

而被困于狭隘通道者则受尽窒息的痛苦而殒命。

πολλοὺς δʼ ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο

当渔网被拖上岸滩时,

ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,

你会看见许多鱼如用木栓固定般严密地嵌在两侧,

τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,

有的仍决意要钻进这灭亡的罗网,

τοὺς δʼ ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,

有的已急于逃脱这灾厄,

595

ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι.

从内侧被湿漉漉的绳圈牢牢困住。

θύννοι δʼ αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν

另一方面,金枪鱼因愚昧而遭受与鲭鱼同等的苦难;

ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης

因为同样的破灭之欲降临于它们,

ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·

令其想混入诡诈之网的侧肋;

ἀλλʼ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω

然而它们无法潜入网腹深处,

600

ἐσδύνειν,1 σκολιοῖσι δʼ ἐπαΐσσουσιν ὀδοῦσι,

便以弯曲的利齿猛冲向前,

σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δʼ ἄρʼ ὀδοῦσιν

企图为身躯谋得一条足够的通路;

ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος

但湿漉漉的麻线紧紧绷在咬紧的牙齿上;

ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες

全无脱身之计,它们在缠绕嘴部的束缚中受尽折磨,

ἕλκονται ποτὶ χέρσον ὑπʼ ἀφραδίῃσιν ἁλόντες.

因愚鲁被俘而拖向陆地。

605

καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἵ δʼ ὅτε κόλπον

颌针鱼的心思亦是如此:

δικτύου ἐκπροφύγωσι, πόνου δʼ ἔκτοσθε γένωνται,

当它们逃脱渔网的胸怀、摆脱危难之后,却又折返回来,

αὖτις ἐπιστρωφῶσι, λίνῳ δʼ ἐπιμηνίουσαι

向麻线泄愤,用利齿如锯子般啃咬;

δήγματʼ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω

然而麻线滑入它们喉中,

ἴσχει τʼ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.

执拗地将内部密集的利齿牢牢锁住。

610

αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι

此外,齿鲷则分作相等的队伍行进;

κεκριμένοι· τοῖς δʼ εὖτʼ ἄν ἀνὴρ ἄγκιστρον ἐφείη,

当有人向它们抛下钓钩时,

οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι

它们全都转过头去,

πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·

彼此斜眼相视,不肯靠近。

ἀλλʼ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον

然而一旦有一条从另一列跃出迅疾抢夺饵料,

615

ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο

这时便有另一条心中陡生勇气,

ἀγκίστρῳ τʼ ἐπέλασσε καὶ ἕλκεται· οἱ δʼ ὁρόωντες

靠近钓钩而被拖拽上去;它们彼此相望,

ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται

为美食而雀跃,即便被拖曳着亦满心欢畅,

ἑλκόμενοι, σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι

争先恐后地竞逐谁先被俘丧命,

πρῶτος ἁλούς,2 ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.

就像对着玩具欢笑嬉戏的孩童一般。

620

θύννων δʼ αὖ γενεὴ μὲν ἀπʼ εὐρυπόροιο τέτυκται

而金枪鱼族类则生自浩渺的大洋;

Ὠκεανοῦ· στείχουσι δʼ ἐς ἡμετέρης ἁλὸς ἔργα

当它们在春季求偶的狂热催逼下如痴如狂时,

εἰαρινοῦ μετὰ λύσσαν ὅτʼ οἰστρήσωσι γάμοιο.

便游向我们这片海域的劳作之地。

τοὺς δʼ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης

首先,在伊比利亚的海水之中,

ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·

以蛮力自负的伊比利亚汉子将它们捕捞;

625

δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες

其次,在罗讷河口旁,

Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ

是凯尔特猎手与来自福西亚的古老住民;第三,

ἐνναέται πόντου τε παρʼ οἴδμασι Τυρσηνοῖο.

则是特里纳克里亚岛的住民以及第勒尼安海波涛旁的居民进行捕捞。

ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος

自那以后,它们在无边无际的深渊中四散各方,

630

κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.

游弋于整片海洋。

πολλὴ δʼ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν

春季金枪鱼大军突进之时,

ἄγρη, ὅτʼ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.

捕鱼人便迎来了无比丰硕的猎获。

χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης

他们首先选定一处海域,

οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπʼ ὄχθαις

既不在悬崖下过于狭窄,

635

οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ

亦不过度迎风受袭,

καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.

而是兼具晴空与隐蔽庇护之所的适度之地。

ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπʼ ὄρθιον ὕψι κολωνὸν

在那里,

ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας

首先由一位经验丰富的金枪鱼瞭望者登上陡峭的高丘,

παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,

他测定来临的各色鱼群究竟是何种类、数量几何,

640

πιφαύσκει δʼ ἑτάροισι· τὰ δʼ αὐτίκα δίκτυα πάντα

并向同伴们宣告。瞬息之间,

ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ

所有的渔网宛如一座城池般在波涛中推进;

δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τʼ αὐλῶνες ἔασιν.

网中有守门人,有门户,亦有深邃的通道。

οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες

金枪鱼群如按部族行进的士兵方阵般迅速排队猛冲;

ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν

有的年轻,

645

ὁπλότεροι, τοὶ δʼ εἰσὶ γεραίτεροι, οἱ δʼ ἐνὶ μέσσῃὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,

有的年老,有的正值壮年;数不胜数的鱼儿涌入网内,

εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται

任凭它们渴望并直至渔网将聚集的鱼群捕捞而起;

δίκτυον·3 ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.

一场丰足而辉煌的围猎就此展开。

语法注3 条
  1. 3.599ἀλλʼ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω / ἐσδύνειν

    此处省略了无人称动词(ἔστι 或 ἔξεστι),支配与格 κείνοισιν 和不定式 ἐσδύνειν,意为“它们无法潜入(网)腹深处”。虽然理论上也可视为叙述性独立不定式(“它们并不钻入”),但结合语境中金枪鱼因体型受限、无法如鲭鱼般钻透网孔进入内部的物理局限,补足表示“可能”的谓词最为顺畅自然。

  2. 3.618σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι / πρῶτος ἁλούς

    由关系代名词 ὅς、语气小词 κε 与虚拟式 θάνῃσι 构成的从句,在此充当副词 ὑποφθαδόν(争先恐后地)的补充说明,具有间接疑问或竞赛目标从句的性质,意为“(竞相争先看)谁先被捉住受死”。

  3. 3.647εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται / δίκτυον

    史诗中常见的由内含语气小词 κεν 的连词 εἰσόκεν(即 εἰς ὅ κεν)支配虚拟式(ἱμείρωσι 与 ἀνέληται)的时间从句。由 καί 连接的前后两个动词发生了主语转换:ἱμείρωσι 的主语是前文的金枪鱼群,而 ἀνέληται 的主语则是后置的 δίκτυον。分词 ἀγρομένους 为 ἀγείρω 的史诗不定过去时中动态分词,带被动义(“聚集起来的鱼群”),充当渔网捕捞的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.566-3.648