- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.324-3.404
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节描绘了花鲈群企图援救中钩同伴的本能与深海巨鱼的蛮力,并结合生动的明喻,详述了使用鱼篓与芳香诱饵诱捕黑鲷、奴仆鱼等鱼类的各种秋季渔法。
ἀνθίαι ἀλλʼ ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ
花鲈群却企图施救,
νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος,
它们各自强行将背脊蹭向受困的同伴,猛撞过去——愚蠢的鱼儿,
ἄφρονες, οὐδʼ ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.
并未察觉自己正在折磨同伴!
πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι
它们也常常热切地想用颌齿咬断钓线,
ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.
却束手无策,因为它们的口中本无利齿作为武器。
ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα
最终,当那鱼在疲惫与剧痛中挣扎时,
πυκναῖς τʼ εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ·
汉子借着急促有力的划桨强行将它拽回。
εἰ δʼ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα
然而,倘若渔夫对它稍有屈服松懈,此后便休想再捕获它;
ἐλεύσει·1 τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ.
因为那鱼体内蕴藏着如此惊人的巨力。
πολλάκι δʼ ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας
它常常在如锐利船艏般的脊鳍上磨蹭咬切钓线,
ὁρμιήν,2 ἀπὸ δʼ ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.
而后飞窜而去,让猎人空手而归。
τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη
美鱼与巨金枪鱼的族类,
ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι
以及所有在深海中漫游的如海兽般庞大的游鱼,皆拥有这般力道;
πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.ἄλλους δʼ αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας
而人们正是靠着如此强劲的臂力将其捕获。
ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς
渔夫又借着食物与筵席诱骗捕猎另一些鱼。对他而言绝佳的猎物当属黑鲷,
κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε.
它素来喜爱粗糙的岩礁。
κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον,
你当编织一个尽量巨大的圆形鱼篓,
τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι,
或用伊比利亚的金雀花绳,或用柳条制作,
ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω
周遭环绕细枝;其入口当光滑,
γαστήρ τʼ εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης
腹部当宽阔敞亮。往其中放入爬行的章鱼或龙虾作为饵料,
πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω
二者皆需经过火烤;
ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω.
因为焦香的油脂气会将鱼群吸引入内。
ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης
如此备好编织的陷阱后,便将其倾斜依附在岩石旁,
δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δʼ ὀδμὴ
作为水下的伏击处。
κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,
香气立时催动黑鲷,它便来到鱼篓内,
οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα
初次前来尚非十分大胆,
δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα
仓促吞食后便反身逃窜。自此之后,
κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν
鱼篓渔夫便不断为它们放入诱人的鲜食;
ἐντίθεται· τοὺς δʼ αἶψα δυσώνυμος ἐντὸς ἀγείρει
而那招致厄运的胃囊很快将它们聚拢于内,
γαστήρ, ἄλλον δʼ ἄλλος ἄγει σύνδορπον ἑταῖρον.
一尾鱼引来另一同伴共赴筵席。
ἤδη δʼ ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου
此时它们已不再惊慌,成群结队聚集在鱼篓中,
ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον
终日停留,仿佛觅得了安身府邸一般常驻于此,
κτησάμενοι, μίμνουσι, κακὴν δʼ εὕροντο καλιήν.
却不知自己寻到的乃是灾祸之巢穴。
ὡς δʼ ὁπότʼ ὀρφανικοῖο μετʼ ἠιθέοιο μέλαθρον
恰如在失去双亲的富少府邸中,
οὔτι σαοφροσύνῃσι μεμηλότες ἥλικες ἄλλοι
其他同龄人毫无节制之心,
κλητοί τʼ αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται,κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,
受邀者与不请自来者终日群聚,
οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν·
不断侵蚀吞食那无人管束之家的家产——正如盲目的青春总会怂恿轻浮的少年——并在狂妄放纵中落得悲惨的下场:
ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.
聚集的鱼群亦是如此,灭顶之灾已近在眼前。
ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι,
因为当它们变得数量众多且肥美之时,
δὴ τότʼ ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτειεὖ ἀραρός· τοὺς δʼ ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας
那汉子便在鱼篓口上严严实实地盖上盖子;
ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δʼ ὄλεθρον
并将蜷缩在网中做着最后酣眠的鱼儿拖曳出水。它们察觉破灭为时已晚,
φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,
纷纷挣扎扑腾,妄图逃脱——愚蠢的家伙,
νήπιοι, οὐδʼ ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν.
它们再也不能像先前那样把鱼篓当作宜居的住所了!
Ἄδμωσιν δʼ ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται
人们又针对奴仆鱼备下秋季的柳条鱼篓,
ὀΐσυνον, μέσσοισι δʼ ἐν οἴδμασιν ὁρμίζουσι,
停泊在汹涌的波涛之中,
νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·
在底部系上一块打孔的石块作为锚石;
φελλοὶ δʼ ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ
浮木则在上方固定住陷阱。
τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι·
他们总在其中投下四枚湿润的岸边卵石;
τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα
随着石块被水浸润,周围便生出乳状的海中黏液,
μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει
其诱惑力引得微小、
βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δʼ ἀγέρονται
羸弱而贪食的鱼种纷至沓来。
κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.
它们奔向鱼篓聚集起来,停留在其怀抱之中。
ἄδμωες δʼ ὁρόωντες ἔσω κοίλοιο μυχοῖο
而奴仆鱼看见小鱼群聚在空陷的深处,
ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν,
立时尽皆向它们猛扑过去,
δαιτὸς ἐελδόμενοι· τοὺς δʼ οὐ κίχον, ἀλλʼ ὑπόλισθον
渴望饱餐一顿;然而它们并未抓获小鱼,
ῥηϊδίως· οἱ δʼ οὔτι καὶ ἱέμενοί περ ἔχουσιν
小鱼轻易从底下溜走;奴仆鱼纵然心切,
αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλʼ ἑτέροισι
却再无办法从那编织的伏击圈中脱身,
πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον.
企图给旁者带来祸患,反倒自寻灭顶之灾。
ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης
恰如某个山间的农夫在密林中为野兽布设机阱,
θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δʼ ἔνδοθι θυμῷ
怀着残忍之心将恶犬的睾丸紧紧勒缚;
δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δʼ ὀδύνῃσιν
受难的犬儿因剧痛而发出的凄厉哀鸣传向远方,
ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο
周遭的丛林亦随之哀鸣;
ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δʼ ἀΐουσα
一只豹子听闻后心生欢喜,
πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς
循着嚎叫的声迹飞奔而去;
μαιομένη· τάχα δʼ ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα
它很快赶到并纵身一跃;此时暗藏的机关立时将犬儿高高吊起,
ὑψόσʼ ἀναρπάζει κρυπτὸς δόλος, ἡ δʼ ἐνὶ βόθρῳ
而豹子自身却一头栽入深坑中翻滚,
εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,
它心中不再惦念美食,唯余恐惧;
ἀλλὰ φόβου· τῇ δʼ οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη·
它再也没有脱身之路:可怜的奴仆鱼亦遭遇了这般惨景,
τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς
它们未能获得食物,
πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον.
反而直奔死期与哈得斯不可逃脱的罗网。
καὶ μέν τις θρίσσῃσιν ὁμῶς καὶ χαλκίσιν ἄγρην
此外,有人亦为鲥鱼与鲱鱼设下秋捕之计,
φράσσατʼ ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη
捕获肥鱼与竹荚鱼群,
τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας
他们用金雀花紧密编就鱼篓,
εὐπαγέως, φρυκτῶν δʼ ὀρόβων ἐνεθήκατο μάζαν,
内置用芳香美酒浸润的烤野豌豆饼,
οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρηςδάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι
并掺入亚述姑娘——塞阿斯之女的眼泪;
πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι3
相传她曾因爱恋其父而铸下悖逆天理的大错。
- 3.331οὔ μιν ἔπειτα ἐλεύσει
动词 ἐλεύσει 属于 αἱρέω 的将来时(此处作将来中关态第二人称单数或泛指渔夫:“此后你便再也无法捕获它”)。它与前文条件从句 εἰ δʼ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται(倘若对他稍有退让)构成主从呼应的条件句主节。
- 3.333ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας ὁρμιήν
此处出现语序倒置(hyperbaton)。形容词 ὀξύπρωρον 修饰介词 ὑπέρ 所支配的宾格 ῥάχιν(“在锐利如船艏的脊背上”),分词 δάψας(撕咬/磨蚀)修饰主语,与主要动词 ἔτμαγε(切断)共同支配直接宾语 ὁρμιήν(钓线),生动表现了游鱼借背鳍利刃磨断钓线的动作。
- 3.403ἥν ποτέ φασι πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι
由动词 φασί(人们说)引导的“宾格加不定式”间接引语结构。关系代词 ἥν 作为不定式 ἀνύσσαι(铸成大错/完成恶行)的逻辑主语;分词 ἐρασσαμένην 与 ἥν 保持性数格一致,并支配属格补足语 πατρός(恋慕其父)。此处典引了密耳拉(没药树神话)爱恋其父的传说。
