← 奥皮安

捕鱼歌

§2.76-2.150

琵琶鱼与乌贼等利用智计的捕食

本节描绘了电鳐以麻痹捕食游鱼(并附以恶梦之喻),继而记述了琵琶鱼以肉须诱捕小鱼(比作鸟机与装死的狐狸)、乌贼以触手拖拽游鱼、对虾以额角刺穿捕食它的鲈鱼,以及身躯庞大的牛鱼如何以智计困捕并吞食潜海的人类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
76

νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν1

即便在游动的鱼群之中,她也只需靠近一触,

ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν·

便能熄灭急驰者迅猛的冲劲,将疾驰的身躯拘禁定格。

ἔσταν δʼ αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων

它们枯立原地,手足无措,这群不幸之物既想不起前路,

δύσμοροι οὔτε φυγῆς μεμνημένοι· ἡ δὲ μένουσα

也顾不得逃奔;而她稳居原地,

80

οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδʼ ἀΐοντας.

吞噬着既无还手之力亦无所知觉的猎物。

οἷον δʼ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων2

正如同在幽暗的梦影之中,

ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι

惊骇之人急欲奔逃,其心狂跳,

θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιοἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,

而仿佛有坚不可摧的羁绊压沉了颤抖急迫之人的双膝一般,

85

τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.

电鳐正是为游鱼设下这般束缚肢体的枷锁。

Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς,

再者,琵琶鱼同样是一尾迟缓而柔软的鱼,

αἴσχιστος δʼ ἰδέειν· στόμα δʼ οἴγεται εὐρὺ μάλιστα·

容貌至为丑陋,大口张开得极阔;

ἀλλʼ ἄρα καὶ τῷ μῆτις ἀνεύρατο γαστέρι φορβήν.

然而机智亦为他的腹囊寻得了口粮。

αὐτὸς μὲν πηλοῖο κατʼ εὐρώεντος ἐλυσθεὶςκέκλιται ἀτρεμέων, ὀλίγην δʼ ἀνὰ σάρκα τιταίνει,

他潜伏在幽暗浑浊的泥淖中一动不动地躺着,

ἥ ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε

向上伸出一小段从下颌底端生出的细小白肉,

λεπτή τʼ ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή·

其肉质纤薄且带有难闻的气味。

τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν·

他频频摆动这截肉丝,作为诱捕较小游鱼的圈套;

οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.

小鱼一见便猛冲上前争夺。

95

αὐτὰρ ὁ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω,

但他随即将肉丝悄然收回体内,

ἦκα μάλʼ ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δʼ ἐφέπονται

在其口下极其轻微地颤动,小鱼毫无察觉其中暗藏诡计,

οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι

紧追不舍,

βατράχου εὐρείῃσιν ἔσω γενύεσσι μιγέντες.

直至不知不觉间已混入琵琶鱼宽大的巨颚之内。

ὡς δʼ ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,

正如有人为轻捷的飞鸟设下机陷,

100

πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων,

将麦粒撒在圈套门户之前,又将余粒置于其内,

ἄλλους δʼ ἔνδον ἔθηκεν, ὑπεστήριξε δὲ τέχνην·

支起机关;

τοὺς δὲ λιλαιομένους ἕλκει πόθος ὀξὺς ἐδωδῆς,

飞鸟在对食物的强烈渴望驱动下急切向前,深入陷阱内部,

εἴσω δὲ προγένοντο, καὶ οὐκέτι νόστος ἑτοῖμος

便再无脱身回返的可能,

ἐκδῦναι, δαιτὸς δὲ κακὴν εὕραντο τελευτήν·

落得个饱餐之后的凄惨结局;

105

ὣς κείνους ἀμενηνὸς ἐπέσπασεν ἠπεροπεύσας

孱弱的琵琶鱼正是如此诱捕并拉入它们,

βάτραχος, οὐδʼ ἐνόησαν ἑὸν σπεύδοντες ὄλεθρον.

而它们在奔向自身灭亡之际却浑然不觉。

τοῖα καὶ ἀγκυλόμητιν ἐπέκλυον ἐντύνασθαι

我闻知那多谋的狐狸亦曾设下此类计谋:

κερδώ· ὅτʼ οἰωνῶν ἀγέλην πλήθουσαν ἴδηται,

当她见到密集的鸟群时,

δοχμίη ἀγκλινθεῖσα, τανυσσαμένη θοὰ κῶλα,

便斜卧侧躺,伸直迅捷的四肢,

110

ὄμματʼ ἐπιμύει, σὺν δὲ στόμα πάμπαν ἐρείδει·

紧闭双目,口吻紧合。

φαίης κʼ εἰσορόων ἤ μιν βαθὺν ὕπνον ἰαύειν,

望见她的人定会以为她正酣然沉睡,

ἠὲ καὶ ἀτρεκέως κεῖσθαι νέκυν· ὧδε γὰρ ἄπνους

抑或已确凿成为一具僵尸;盖因她屏气凝神,

αἰόλα βουλεύουσα παραβλήδην τετάνυσται·

侧卧伸展,正筹谋着机巧的圈套。

οἱ δέ μιν εἰσορόωντες ἀολλέες ἰθὺς ἴενται

鸟群见状纷纷直扑而来,

115

ὄρνιθες, λάχνην δὲ διαψαίρουσι πόδεσσιν,

用双爪在其皮毛上摩挲践踏,

ἠΰτε κερτομέοντες· ἐπὴν δέ οἱ ἐγγὺς ὀδόντων

宛如讥讽戏弄一般;然而一旦它们靠近她的利齿,

ἔλθωσιν, τότʼ ἔπειτα δόλου πετάσασα θύρετρα,

她便猛然敞开圈套的门户,

ἐξαπίνης συνέμαρψε καὶ ἔσπασεν εὐρὺ χανοῦσα

巨口豁张,

ἄγρην κερδαλέην, ὅσσην ἕλεν οἰμήσασα.

猝然攫住并吞入她扑跃所获的全部丰厚猎物。

120

καὶ μὲν δὴ δολόμητις ἐπίκλοπον εὕρατο θήρην

再者,

σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ

狡黠的乌贼亦寻得了欺瞒的捕猎之道。从她的头部生有如发辫般细长伸展的触腕,

ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ,

她俯卧在沙中潜匿于甲壳之下,

πρηνὴς ἐν ψαμάθοισιν ὑπʼ ὀστράκῳ εἰλυθεῖσα.

借这些触手如钓线般将鱼群拖入捕获。

125

κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει

每逢严冬浪涛汹涌之际,

χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς

她亦借那些触须紧扣岩石,

πείσματʼ ἐπʼ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι.

宛若舟船将缆绳牢牢系在沿岸的暗礁之上。

Καρῖδες δʼ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴγυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,

对虾身形细小,力气仅与纤弱的肢体相符,

130

λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν.

却能凭机谋毁损凶猛的游鱼——以贪婪闻名的鲈鱼。

οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι

盖因鲈鱼急切地直冲而来欲抓捕对虾;

καρίδων, ταῖς δʼ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,

而对虾既无力逃遁亦无力抗争,

ὀλλύμεναι δʼ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.3

却在受戮之时毁灭并诛杀自身的杀戮者。

εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,

因为当鲈鱼大张利齿将其叼入口中之际,

135

αἵδε θαμᾶ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴηνὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης

对虾频频弹跃,

ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης

将头顶长出的尖角猛刺入其上颚中央。饱餐心仪美馔的鲈鱼浑不在意这一刺伤;

νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,

然而创痛逐渐蔓延噬咬,

εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων·

直至鲈鱼在剧痛的折磨下力竭而亡;

140

ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ.

待被死物的利刃所洞穿摧残之后,他才悔之晚矣。

ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς,

泥淖中还寄居着一种食肉的牛鱼,

εὐρύτατος πάντεσσι μετʼ ἰχθύσιν· ἦ γάρ οἱ εὖρος

在所有游鱼中身躯至为宽阔;

πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τʼ ἐτύχθη·

其体宽常达十一乃至十二肘。

οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,

然而它力道微薄,身躯柔软毫无武勇之质;

145

μαλθακόν· ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες

口内仅生有细小、

βαιοί τʼ οὐ κρατεροί τε· βίῃ δέ κεν οὔτι δαμάσσαι,4

暗钝而不坚固的牙齿。它凭蛮力决无法降服任何猎物,

ἀλλὰ δόλῳ καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας·

却能凭诡计捕获并拘禁明智的人类。

δαιτὶ γὰρ ἀνδρομέῃ ἐπιτέρπεται, ἔξοχα δʼ αὐτῷ

因为它是以人肉为乐,

ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.

人类的肌体对其而言乃是无上的美味与欣然得遇的佳肴。

150

εὖτέ τινʼ ἀθρήσῃ νεάτην ὑπὸ βύσσαν ἰόντα

每当它窥见有人潜入极深的海底——

语法注4 条
  1. 2.76νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν

    与格分词 νηχομένοις 用作全句(或动词 σβέσεν)的关系/不利与格,而属格分词 ἐπειγομένων 则修饰名词 ὁρμήν,作限定属格(“急疾者之冲势”),二者在意义上指代同一群鱼。格的转换体现了二者在句法中的不同关联。

  2. 2.81οἷον δʼ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων

    οἷον... τοίην(第81行与85行)构成对应关系,引入一段明喻,将电鳐造成的麻痹比作梦魇中惊恐欲逃却双膝僵死动弹不得的情状。ὀνείρων 为修饰 εἰδώλοισιν 的领属性/限定属格(“梦中之虚影”)。

  3. 2.133ὀλλύμεναι δʼ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας

    被动/消亡的分词 ὀλλύμεναι 与主动动词 ὀλέκουσι 构成同源词多格并置对比。紧随的 καὶ οὓς πέφνουσι φονῆας 中,οὓς 是第三人称物主形容词 ὅς(=ἑός,“自己的”)的阳性宾格复数,修饰 φονῆας,καί 并列连接动词 ὀλέκουσι 与 πέφνουσι,意为“并在灭亡之时毁灭并诛杀自身的杀戮者”。

  4. 2.146βίῃ δέ κεν οὔτι δαμάσσαι

    带有小辞 κεν 的潜在希求法:δαμάσσαι 是史诗形式的第三人称单数第一不定过去时主动表意希求法(相当于雅典方言的 δαμάσειε)。主语为牛鱼(βοῦς),意为“凭蛮力它绝无法降服任何猎物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.76-2.150