← 奥皮安

捕鱼歌

§2.1-2.75

神的恩赐与海洋的弱肉强食及电鳐的麻痹力

诗人阐述包括捕鱼术在内的人类技艺皆源于诸神的赐予,并祈求神明庇佑皇帝。随后他描绘了大海中弱肉强食的严酷法则,以及弱者如何依靠毒刺或智谋自卫,重点刻画了电鳐利用麻痹能力进行捕食的习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ὧδε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης

海中鱼类的游弋牧场与各色族类便是如此游荡,

πλάζονται· τοιῷδε γάμῳ, τοιῇδε γενέθλῃ

沉浸在这样的交合与繁殖之中。

τέρπονται· τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα

这一切想必是不死诸神中的某一位向大地上的凡人揭示的;

ἀθανάτων σήμηνε· τί γὰρ μερόπεσσιν ἀνυστὸν

盖因凡人若无神明相助,

5

νόσφι θεῶν; οὐδʼ ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι,

又能成就何事?连从足下抬起一步都不能,

οὐδʼ ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα·

连张开双目明亮的轮廓也无法做到。

ἀλλʼ αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα,

相反,诸神虽在远方却近在身边,

τηλόθεν ἐγγὺς ἐόντες· ἀναγκαίη δʼ ἀτίνακτος

主宰并引导着万事万物;

πείθεσθαι· τὴν δʼ οὔτι τέλει σθένος οὐδέ τις ἀλκὴ

顺从乃是不可动摇之必然。

10

τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα

没有任何力量或勇气能够悍然咬紧倔强的牙关勒紧缰绳而逃脱这必然性,

ἐκφυγέειν,1 ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν·

如同那吐出嚼子的幼马一般;

ἀλλʼ αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη

相反,至高无上的福神始终随心所欲地转动缰绳,

κλίνουσʼ, ᾗ κʼ ἐθέλωσιν, ὁ δʼ ἕσπεται ὅστε σαόφρων,

而明智之人自会顺从,

πρὶν χαλεπῇ μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.

免得在严酷的鞭笞下被迫奔驰。

15

κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν

也是诸神赐予人类牟利的技艺,

δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν.

并将一切才智注入他们心中。

ἄλλος δʼ ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων

不同的神明依据各自作为监护者所获得的荣光,

ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.

成为不同行当的主保:

Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης

得奥掌管牛轭、

20

πυρῶν τʼ εὐκάρποιο φέρει γέρας ἀμητοῖο.

大地的耕作以及丰产小麦的收获;

δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,

帕拉斯教导地上的凡人伐木造屋、

φάρεά τʼ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ

用羊群如繁花般的羊毛织造斗篷;

Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δʼ Ἄρηος

阿瑞斯的赐物是利剑、

φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες

护覆肢体的青铜铠甲、头盔与长矛,

25

καὶ κόρυθες καὶ δοῦρα καὶ οἷς ἐπιτέρπετʼ Ἐνυώ.

以及厄倪俄所喜悦的一切兵器;

δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.

缪斯与阿波罗的赐物是歌声;

Ἑρμείης δʼ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους

赫耳墨斯赐予了广场与角力竞技;

ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς.

而赫淮斯托斯掌管铁锤敲击的汗水。

καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης

探寻大海的奥秘、

30

πληθύν θʼ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι

捕捞的成效以及识别成群巡游的水族,

ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶναςγαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι

亦是某位神明赐予人类以供推求的——正是他最初以汇聚的江河填满大地中裂的虚空,

πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,

倾注并环绕成苦涩的汪洋,

ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,

以高耸的断崖与礁石将其周围禁锢拘束;

35

εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι,2

无论人们称他为统领广大的波塞冬,

εἴτʼ ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτʼ ἄρα Φόρκυν

或是古来相传的涅柔斯,抑或是福耳库斯更为贴切,

βέλτερον, εἴτε τινʼ ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα.

还是称他为大海的其他指引之神。

ἀλλʼ οἱ μὲν μάλα πάντες, ὅσοι τʼ Οὔλυμπον ἔχουσι

愿所有这些神明——凡统领奥林匹斯者,

δαίμονες οἵ τε θάλασσαν ὅσοι τʼ ἐΰδωρον ἄρουραν

居住于大海、丰美原野与苍穹者——皆对你,

40

ἠέρα τʼ ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν

手持王杖的受福者,

σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθλῃ

对你诞下俊美儿女的宗族,对全体人民以及我们的诗歌,

καὶ λαοῖς σύμπασι καὶ ἡμετέρῃσιν ἀοιδαῖς.

永怀无比仁慈之心。

ἰχθύσι δʼ οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς,

然而在游鱼之间,既无正义可言,

οὐ φιλότης· πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι

亦无任何羞耻与情爱;

45

δυσμενέες πλώουσιν· ὁ δὲ κρατερώτερος αἰεὶ

因为它们彼此敌对仇视地巡游在大海中。强悍者永远吞食弱小者,

δαίνυτʼ ἀφαυροτέρους, ἄλλῳ δʼ ἐπινήχεται ἄλλος

这一条游向另一条带去死亡,

πότμον ἄγων, ἕτερος δʼ ἑτέρῳ πόρσυνεν ἐδωδήν.

彼此沦为对方的口粮。

οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέῃ βιόωνται

盖因有的凭牙口与勇力压制劣者;

χειροτέρους· τοῖς δʼ ἰὸν ἔχει στόμα· τοῖσι δʼ ἄκανθαι

有的口含毒液;

50

τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι,

有的则长有刺创凌厉的尖刺以作抵御,

πικραί τʼ ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί.

那是饱含烈火般愤怒的苦涩而锋锐的尖芒。

ὅσσοις δʼ οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον

至于那些神既未赐予力量、

θήγεται ἐκ μελέων, τοῖς δʼ ἐκ φρενὸς ὅπλον ἔφυσε

亦未从肢体上磨出尖刺的鱼类,

βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι

神在其心中生出一种武器——狡黠多谋的智计,

55

πολλάκι καὶ κρατερόν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν.

它们往往借计谋消灭比自己更强壮健硕的大鱼。

οἷον καὶ νάρκῃ τερενόχροϊ φάρμακον ἀλκῆς

这正如皮肉柔嫩的电鳐,

ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν.

其自身肢体中便附带着自发生成的卫护良药。

ἡ μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶσʼ ἀμενηνὴ

盖因她体躯柔软,通体孱弱,

νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης

为迟缓的惰性所拖累,你甚至不会说曾见她游动;

60

νηχομένην ὁράαν· μάλα γὰρ δύσφραστα κέλευθα

她在苍茫的海水中蠕动前行,

εἱλεῖται πολιοῖο διʼ ὕδατος ἑρπύζουσα·

循着难以辨识的路径盘桓。

ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή·3

然而在她侧腹之中,

κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν

藏有用以化解无力之态的机谋神力:

ἀμφίδυμοι· τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,

双侧肋旁各生有一对横条器官;若有靠近触摸者,

65

αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα

肢体的力量瞬间熄灭,

πήγνυται, οὐδʼ ἔτι γυῖα φέρειν δύνατʼ, ἀλλά οἱ ἀλκὴ

体内的血液凝结,再也无法支撑身躯,

ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκῃ.

力量在浑沌的麻痹中悄然衰退涣散。

ἡ δʼ εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο,

她深知自己从神那里领受了何等恩赐,

ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι·

仰面斜卧在沙砾中静候;

70

κεῖται δʼ ἀστεμφὴς οἵη νέκυς· ὃς δέ κεν ἰχθὺς

她僵卧不动宛如死尸,

ἐγχρίμψῃ λαγόνεσσιν, ὁ μὲν λύτο, κάππεσε δʼ αὕτως

凡触碰其侧腹的游鱼皆告瘫软,被无能所束缚,

ἀδρανίης βαθὺν ὕπνον,4 ἀμηχανίῃσι πεδηθείς·

就这般陷入深沉的虚脱之眠;

ἡ δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα,

此时她虽非敏捷之躯,却欣然迅猛跃起,

γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.

将这宛如死物般的活物生吞下咽。

75

πολλάκι καὶ κατὰ λαῖτμα μετʼ ἰχθύσιν ἀντιάσασα

往往在大海的浪涛中遭遇鱼群时,她亦——

语法注4 条
  1. 2.10τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα ἐκφυγέειν

    宾格分词 ἐρύσαντα 用作不定式 ἐκφυγέειν 的逻辑主语,整个结构从属于无人称表述 οὔτι τέλει σθένος οὐδέ τις ἀλκή(“没有任何力量或勇气足以使人强拉而逃脱”)。此处将马匹咬嚼子抗衡拉拽的明喻转嫁至泛指的人(以宾格代词隐含),构成了宾格加不定式结构。

  2. 2.35εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι

    紧接连词 εἴτε 之后的不定过去时不定式 καλέσσαι,从属于后文的 βέλτερον(2.37,省略系词 ἐστί,意为“无论称他为……更为妥当”)。它引导了一系列平行的选择项(εἴτε... εἴτε...),体现了诗人对确指创海之神名号时的虔敬与修辞性斟酌。

  3. 2.62ἀναλκείης δόλος ἀλκή

    此处运用了双关与语词对照(ἀναλκείης 与 ἀλκή 音义呼应),δόλος 为主语,ἀλκή 为表语名词,属格 ἀναλκείης 作宾格性属格修饰 ἀλκή,表示“抵御/弥补自身孱弱的卫护”(即“机谋是其无力状态下的勇武之力”)。

  4. 2.72ἀδρανίης βαθὺν ὕπνον

    此处的宾格短语 βαθὺν ὕπνον 受动词 κάππεσε(κατέπεσε)支配,作内动宾格或结果宾格,意为“(倒下而)陷入无力的沉睡之中”。属格 ἀδρανίης 表性质或从属,直截了当地说明了受害者因麻痹而瘫倒的僵死状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.1-2.75