← 奥皮安

捕鱼歌

§2.151-2.224

海洋生物的捕食机巧与昼眠鱼的贪食之祸

本段叙述了牛鱼从上方覆压溺杀潜水夫的狡计、螃蟹与海星将石块或肢体插入牡蛎壳内捕食的机巧,以及护瑶蟹与江瑶互利共生的习性;随后以因极度贪食与怠惰而自取灭亡的昼眠鱼为例,告诫世人切莫放纵暴食与懒惰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
151

ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης

——在那些以潜入咸水下劳作为业的人类之中。

μέμβλεται,1 αὐτὰρ ὁ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς

此时牛鱼轻捷地升至他们头顶上方,

νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς,

宛如厅堂的屋顶般平展身躯,决不退缩地游动;

ἄτροπος ἀμφιταθείς, σὺν δʼ ἔρχεται, ᾗ κεν ἴῃσι

凡那可怜人行往何处,它便尾随而至;

155

δειλὸς ἀνήρ, μίμνοντι δʼ ἐφίσταται ἠΰτε πῶμα.

凡人驻足之处,它便如顶盖般覆压其上。

ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν

正如童子为贪食的鼠类设下诡诈的死套:

ἔστησεν· τὸν δʼ οὔτι πάγης λόχον ὁρμαίνοντα

那鼠儿浑然不疑圈套的潜伏,

γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε

腹欲驱使其步入内部,

κοῖλον ἐπεσμαράγησεν, ὁ δʼ οὐκέτι πολλὰ μενοινῶν

上方中空的器皿便轰然疾速扣落,鼠儿纵有千般企盼,

160

ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα ἑ κοῦρος

亦再无法脱出坚固的遮盖,直至童子将其擒杀,

μάρψῃ τε κτείνῃ τε, γέλων δʼ ἐπιθήσεται ἄγρῃ·

对着猎物报以嘲弄;

ὣς ὅ γʼ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς

那带来灾祸的鱼类亦是这般悬于凡人头顶,

πέπτατʼ ἐρητύων ἀναδύμεναι, εἰσόκʼ ἀϋτμὴ

阻其浮出水面,直至气息离弃此人,

φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν·

他在翻腾的波涛间吐尽了魂魄。

165

ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς

此时臭名昭著的牛鱼便围住死者大快朵颐,

δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην.

凭机谋擒获了这棘手的猎物。

καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσαςκαρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης

再者,若有人在苔藓斑驳的平岩上望见螃蟹,

κερδαλέης· καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων

定会因其有利的机巧而称赞并惊叹。盖因神明亦赋予他取食牡蛎的智慧,

170

ὄστρεα φέρβεσθαι,2 γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν.

得享甘美而不费心力的餐食。

ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων

牡蛎洞开门户之闩,

ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα

舐食泥浆,渴望着流水,

πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι·

依偎在岩石的怀抱中舒张贝壳。

καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας

而螃蟹从岸滩拾起一枚石子,

175

λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς,

横行着用尖锐的螯足将其紧扣运来;

λάθρη δʼ ἐμπελάει, μέσσῳ δʼ ἐνεθήκατο λᾶαν

他悄然靠近,

ὀστρέῳ· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει

将石子投入牡蛎中央。随后他便坐在一旁,

δαῖτα φίλην· τὸ δʼ ἄρʼ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι

尽情享用钟爱的美餐;牡蛎纵然急切欲将双壳并拢咬合,

ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλʼ ὑπʼ ἀνάγκης

却再无此力,只能被迫张裂开来,

180

οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ.

直至丧命并喂饱猎手。

τῷ δʼ ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες

在咸水中匍匐的海星亦施展相同的机谋;

εἰνάλιοι· καὶ τοῖς γὰρ ἐπʼ ὄστρεα μῆτις ὀπηδεῖ·

盖因机智亦伴随着他们扑向牡蛎。

ἀλλʼ οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδʼ ἐπίκουρον

然而他们并不携石子作为同伴或帮手,

κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι

而是将自己粗糙的肢体插入大张的双壳中央;

185

πεπταμένοις· τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται.

牡蛎由此受制,海星则大肆饱食。

ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ ἰχθὺς

此外,深海平岩间寄居着一种硬壳之物,

πίννη ναιετάει κεκλημένος· ἡ μὲν ἄναλκις

其内生活着被称为江瑶的生物。她柔弱无力,

οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι,

既不知如何谋划,亦不知有所作为;

ἀλλʼ ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην

然而螃蟹与她共处一室、

190

καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει·

同披一盖,定居其内,既供养她亦守护她;

τῷ καὶ πιννοφύλαξ κικλήσκεται· ἀλλʼ ὅτε κόχλου

因此他亦被称为护瑶蟹。

ἰχθὺς ἔνδον ἵκηται, ὁ δʼ οὐ φρονέουσαν ἀμύξας

每当有小鱼钻入贝壳之内,

δήγματι κερδαλέῳ πίννην ἕλεν· ἡ δʼ ὀδύνῃσιν

他便以巧妙的咬噬撕扯并抓住未加防备的江瑶;

ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην

江瑶因剧痛而猛烈合拢双壳,将猎物禁锢于内,

195

αὑτῇ τʼ ἠδʼ ἑτάρῳ, ξυνόν θʼ ἅμα δεῖπνον ἕλοντο.

留予自身与同伴,彼此共享这顿共同的晚餐。

ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι

由此可见,即便在水路穿行的泳者之中,

τοὶ μὲν κερδαλέοι, τοὶ δʼ ἄφρονες, οἷα καὶ ἡμῖν

亦有狡黠者与愚妄者,恰如我们人类一般,

ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα.

并非所有生灵皆秉有纯正健全的心智。

φράζεο δʼ ἀφραδίῃ προφερέστατον ἡμεροκοίτην

且看那愚妄至极的昼眠鱼,

200

ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη.

咸水所孕育的一切生灵中当属他最是怠惰。

τοῦ δʼ ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν

他的双目向上生于头顶,

ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν·

贪婪的大口正居两眼之间。

αἰεὶ δʼ ἐν ψαμάθοισι πανημέριος τετάνυσται

他终日横卧沙中沉睡,

εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδʼ ἀλάληται·

唯在夜间方才苏醒游荡;

205

τοὔνεκα κέκληται καὶ νυκτερίς· ἀλλά μιν ἄτη

因此他亦被称为蝙蝠鱼。

γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν· οὐ γὰρ ἐδωδῆς

然而无法填满的腹囊之恶运落在了他身上;

ἢ κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλʼ ἀτέλεστον

盖因他不知饱足亦不知食物的节度,

λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει·

反在寡廉鲜耻的肚腹中存留着无尽的疯狂狂暴之饥渴。

οὐδέ ποτʼ ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,

只要身旁有食物,他便永难止息,

210

εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη,3

直至腹腔正中全然崩裂,

αὐτός τε προταθεὶς πέσῃ ὕπτιος, ἠέ τις ἄλλος

自身仰面僵卧倒地,

πέφνῃ μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.

抑或别的游鱼将塞满最后一餐的他诛杀。

σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω·

我且向你指明他贪得无厌之腹囊的这一明证:

εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο

若有人捕得此鱼欲试其捕食,

215

χειρὶ βορὴν ὀρέγων, ὁ δὲ δέξεται, εἰσόκεν αὐτοῦ

以手向其递送食粮,他定会照单全收,

λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή.

直至食物堆积至那极贪婪的大口边沿。

κλῦτε, γοναὶ μερόπων, οἷον τέλος ἀφραδίῃσι

能言的人类子孙啊,且听这贪食的愚妄有何等下场,

λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίῃσιν ὀπηδεῖ·

暴饮暴食伴随着何等巨大的痛苦!

τῷ τις ἀεργίην δυστερπέα τῆλε διώκοι

因此世人当将令人厌弃的怠惰从心扉与双手间远远驱除,

220

καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς·

于饮食取用有度,

μηδʼ ἐπὶ πανθοίνοισι νόον τέρποιτο τραπέζαις·

莫在摆满万般佳肴的宴席上纵乐心意。

πολλοὶ γὰρ τοῖοι καὶ ἐν ἀνδράσιν, οἷσι λέλυνται

盖因人类之中亦多有此类放任缰绳、

ἡνία, γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας·4

将一切帆缆尽数托付给肚腹之徒;

ἀλλά τις εἰσορόων φεύγοι τέλος ἡμεροκοίτου.

然而凡见此景者,当警惕并避开昼眠鱼的下场。

语法注4 条
  1. 2.151ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης / μέμβλεται

    在句法上承接前一段落末尾的“εὖτέ τινʼ ἀθρήσῃ... ἀνθρώπων”(每当它窥见……人类之中[有人])。关系从句中的 μέμβλεται 是 μέλω 的史诗完成时中动/被动语态第三人称单数形式,表示“为……所关心/从事”,支配与格 ὅσσοισιν,并以 πόνος 为主语,指代潜水采捞的海夫。

  2. 2.170ὄστρεα φέρβεσθαι

    不定式 φέρβεσθαι 在此作说明性(或表目的/结果)用法,修饰名词 ἐπιφροσύνην(“取食牡蛎的智慧”)。ὄστρεα 是该不定式的直接宾语。

  3. 2.210εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη

    由连词 εἰσόκεν(“直至……”)引导,谓语出现了词首分离(tmesis):διὰ ... ῥαγείη 即 διαρραγείη(ῥήγνυμι 的被动不定过去时祈愿语气第三人称单数)。它与下文的不定过去时虚拟语气 πέσῃ(源自 πίπτω)及 πέφνῃ(源自 θείνω/πέφνω)形成并列,体现了时间从句中祈愿语气与虚拟语气的交替混用。

  4. 2.223γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας

    化用了航海术语的比喻性习语。源自 πάντα κάλων ἐκτείνειν/σείειν(“放尽一切帆缆/全力以赴”),此处“将一切帆缆托付给肚腹(γαστρί)”,生动地刻画了顺从口腹之欲、任由贪食如满帆疾驰般毫无节制的放纵状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.151-2.224