← 奥皮安

捕鱼歌

§2.613-2.688

海豚之死与崇义鲻鱼及对皇帝父子的颂词

诗人描绘了海豚临终前的崇高举动以及鲻鱼温顺正直的本性,随后赞颂共同执政的皇帝父子(马可·奥勒留与康茂德)为人类重树正义,并祈求诸神赐福其长治久安。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
613

αἰχμάζων γενύεσσι, παθὼν δʼ ἀπετίσατο λώβην.

〔海豚〕以颌骨为矛,在承受创痛之后报复了这一侮辱。

ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων

正如猎人们相传,在茂密的树林中,

615

θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι

凶残的豺狼成群聚集,

ἀγρομένους·1 οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι

围攻一头鹿;它们猛扑上前,

σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο

用利齿撕扯其筋肉,

θερμὸν ἔαρ λάπτουσιν· ὁ δʼ αἱμάσσων ὀδύνῃσι,

舔舐初流出的温热血水。那鹿在剧痛中鲜血淋漓,

βεβρυχὼς ὀλοῇσι περίπλεος ὠτειλῇσιν,

带着满身致命的伤口大声哀鸣,

620

ἄλλοτʼ ἐπʼ ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας·

在重重山峦的峰巅间奔突跳跃。

οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται

但嗜肉的野兽绝不离开它,

ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι

始终紧随其后;它们趁其尚存一息,

ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,

便用利齿将其活活支解,剥去皮肉,

δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.

进行着一场最为惨烈而痛苦的盛宴。

625

ἀλλʼ ἤ τοι θῶες μὲν ἀναιδέες οὔτινʼ ἔτισαν

然而,不知羞耻的豺狼并未受到任何惩罚,

ποινήν, ἐκ δʼ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,

反而在死鹿身旁发出狞笑;

θαρσαλέαι δʼ ἀμίαι τάχα κύντερα δηρίσαντο.

而勇敢的阿米亚鱼却随即迎来了更加可怕的搏杀。

δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων

海豚的另一桩无与伦比的壮举,

ἠγασάμην· τοῖς εὖτʼ ἂν ὀλέθριος ἐγγὺς ἵκηται

我听闻之后深为惊叹:每当致命而残酷的疾病临近时,

630

νοῦσος ἀταρτηρή, τοὺς δʼ οὐ λάθεν, ἀλλʼ ἐδάησαν

它们绝不会浑然不觉,

τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης

而是深知生命的终点已至。它们避开开阔的大洋与汪洋深渊,

φεύγοντες κούφοισιν ἐπʼ αἰγιαλοῖσιν ἔκελσαν·

搁浅在轻浅的海岸沙滩之上;

ἔνθα δʼ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,

它们在那里吐尽最后的呼吸,在陆地上迎受既定的命运。

ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίουκείμενον αἰδέσσαιτο χυτῇ τʼ ἐπὶ θινὶ καλύψαι,

这或是为了让过往的凡人看到震地之神的神圣信使卧倒于地时心生敬畏,

μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ

念及温存的旧谊而以细沙将其掩埋;

βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,

或是为了让大海本身翻涌沙砾遮掩其尸躯,

μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,μηδέ τις οἰχομένῳ περ ἐνὶ χροΐ λωβήσαιτο

以免水中的生灵窥见它们死去的领袖,

640

δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ

亦不让任何仇敌在它死后侮辱其残躯。因为甚至在毁灭之时,

καὶ κράτος, οὐδʼ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες.

勇德与威严依然伴随着它们,纵使死去也绝不玷污自己的英名。

Κεστρέα δʼ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω

在海中一切游动的生灵里,

φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα·

我听闻鲻鱼怀有最为温良、最为正直的心灵。

μοῦνοι γὰρ κεστρῆες ἐνηέες, οὔθʼ ὁμόφυλον

因为唯有鲻鱼温顺和善,既不伤害同类,

645

οὔτέ τινʼ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν·

亦不侵害任何异族之鱼;

οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,

它们绝不将血肉之食送入口中,

οὐδέ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται,

亦不吮吸鲜血,而是过着无害的生活,

αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα·

未受血腥玷污,毫无恶念,是纯洁的一族。

φέρβονται δʼ ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν

它们以海中青葱的苔藻或污泥本身为食,

650

ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι.

并彼此舔舐躯体。

τοὔνεκα καί τινʼ ἔχουσι μετʼ ἰχθύσι τίμιον αἰδῶ·

因此,它们在鱼类中享有崇高的敬意;

οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων

没有任何鱼会像对待其他鱼类那样残害它们的幼仔,

σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.

皆收敛起食生肉的利齿之暴虐。

ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται

如此,受人崇敬的正义之特权在万物间始终长存,

655

αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν.

在各处赢得尊崇的荣耀。

οἱ δʼ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν

然而其余所有的鱼,

ἔρχονται· τὸ καὶ οὔποτʼ ἐσόψεαι ὑπνώοντας

彼此之间全然以死相搏。因此,你绝不会看到鱼儿沉睡,

ἔλλοπας, ἀλλʼ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν

它们无论双目还是心智,

ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ

始终不眠不休地保持警醒;

660

φέρτερον ἀντιόωντα, χερειότερον δʼ ὀλέκουσι.

因为它们时刻惧怕迎面而来的强者,又无情地吞灭弱者。

μοῦνον δʼ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες

渔夫们说,

εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον

唯有柔弱的鹦嘴鱼在黄昏幽暗中绝不落入渔网,

ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.

而是安卧在空旷的岩穴深处享用夜间的安眠。

οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης

然而,正义远离海洋而居,

665

ναιετάειν·2 οὐ γάρ τι πάλαι πρέσβειρα θεάων

这一点也不足为奇;因为在古昔,

οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ

众女神中最长者在凡人之间亦无王座。

δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη

反之,嘈杂的喧嚣、残害凡人的阿瑞斯那凶暴的灾祸,

μαῖά τʼ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος

以及催生凄楚战争且带来剧痛的厄里斯,

ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν

曾将脆弱的朝生人类焚烧殆尽。

670

κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων

多数凡人与野兽无异,甚至比狮子更为凶狠,

αἰνότεροι πύργους τʼ εὐτείχεας ἠδὲ μέλαθρα

以凡人的鲜血与赫淮斯托斯的浓黑烟火,

νηούς τʼ ἀθανάτων εὐώδεας αἵματι φωτῶν

玷污了城池坚固的堡垒、

καπνῷ τʼ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,

厅堂以及不朽诸神芬芳的庙宇,

εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,

直到克洛诺斯之子怜悯这遭受重创的世代,

675

ὑμῖν δʼ Αἰνεάδῃσιν ἐπέτραπε γαῖαν ἀνάψας.

将大地交予你们埃涅阿斯的后裔,命你们统领。

ἀλλʼ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι

然而,即便在先前的奥索尼亚列王治下,

θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας

阿瑞斯亦曾肆虐,武装起凯尔特人与骄横的伊比利亚人、

θωρήσσων Λιβύης τε πολύν πόρον ἔργα τε Ῥήνου

利比亚的广袤地域、莱茵河的田野、

Ἴστρον τʼ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα

多瑙河与幼发拉底河。

680

μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,

但我何须再提这些刀枪之战?因为如今,哺育城邦的正义啊,

γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,

我知道你已与凡人同处一室、

ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες3

共居一炉,

ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ·

自打神圣的父亲与光辉的子嗣登上伟大的宝座并统治它起;

ἐκ τῶν μοι γλυκύς ὅρμος ἀνακτορίης πεπέτασται.

因他们之故,王权甜美的港湾已向我敞开。

685

τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε

宙斯啊,天界诸神啊,宙斯的侍从们啊,

πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν,

若虔敬尚能获得回报,

Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ

但愿你们在流转岁月的漫长数十年中庇护他们、坚定地指引他们,

εὐσεβίης· σκήπτρῳ δὲ τελεσφόρον ὄλβον ἄγοιτε.

并为他们的权杖赐予带来功德圆满的福祉。

语法注3 条
  1. 2.615θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι ἀγρομένους

    由 ἔχει φάτις(“相传有……”)引出的对格与不定式结构(宾格不定式结构)。不定式 ποιπνύεσθαι 的逻辑主语为对格的 θῶας ὑπερφιάλους ... ἀγρομένους(“凶残的豺狼聚集”),ἔλαφον πέρι 中的介词 πέρι 发生了倒置(anastrophe),意为“围绕着鹿”。

  2. 2.664οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης ναιετάειν

    由非人称谓语 θαῦμα [ἐστί](“并不足为奇”)引导的对格与不定式结构。对格 Δίκην 作不定式 ναιετάειν 的逻辑主语,整个不定式短语表示“正义远离大海而居”。

  3. 2.682ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες

    ἐξ οὗ 作连词性短语,意为“自……以来”。与格 μοι 依附于动词 κραίνουσι,作伦理与格或关涉/利害与格(“于我而言/为我”)。全句的复合主语是后文的 ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ(“神圣的父亲与光辉的子嗣二者”,即马可·奥勒留与康茂德)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.613-2.688