- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.1-3.82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人向罗马君主、赫尔墨斯以及曾助制堤丰的潘神祈求后,论述了垂钓者所需的体格与心智,阐明了依季节与风向出海的要领,并着手将海猎之法与器具分为四类。
νῦν δʼ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
来吧,执节的君王,
ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
请考量捕鱼之艺那千变万化的智谋与狩猎者的劳绩,
θεσμόν τʼ εἰνάλιον ξυμβάλλεο, τέρπεο δʼ οἴμῃ
领悟海洋之法则,
ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
悦纳我们的歌咏。因为在你的权杖之下,
εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
大海与波塞冬所居之处的族群皆归伏顺从,
ἔργα δέ τοι ξύμπαντα μετʼ ἀνδράσι πορσύνονται,
凡间一切功业皆为你而成就;
σοὶ δʼ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρʼ ἀνέηκαν
而神明将我作为慰藉与讴歌者,派遣至基利家民中、
δαίμονες ἐν Κιλίκεσσιν ὑφʼ Ἑρμαίοις ἀδύτοισι.
赫尔墨斯的圣所之下奉侍于你。
Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
而你,我祖传的赫尔墨斯,
Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
持羊皮盾者诸子中最卓越者,永生者中最为机敏的心智,
φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
请你显现、指示并担当开端,
ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων
引导歌咏之折返之标。主啊,
αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης
是你自己最先构想出深谋远虑的渔夫们的妙计,
παντοίης ἀνέφηνας, ἐπʼ ἰχθύσι κῆρας ὑφαίνων.
昭示了诸般捕获的成果,为游鱼编织了死期。
Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
你将深海之技托付于你的儿子——科律基俄斯的潘;
παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,
相传他曾作宙斯的拯救者——既是宙斯的拯救者,
Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δʼ ὀλετῆρα.
又是堤法翁的覆灭者。
κεῖνος γὰρ δείπνοισιν ἐπʼ ἰχθυβόλοισι δολώσας
因他以鱼食盛宴欺瞒诱惑可怕的堤丰,
σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου
诱他从幽暗的深渊爬出,
δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·
来到盐海的滩岸。
ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν
在那里,迅疾的雷霆与烈焰炽燃的霹雳击落了他;
ζαφλεγέες πρήνιξαν· ὁ δʼ αἰθόμενος πυρὸς ὄμβροις
他在烈火的倾盆之雨中燃烧,
κρᾶθʼ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ
百颗头颅在岩石上被四面撞击粉碎;
ξαινόμενος· ξανθαὶ δὲ παρʼ ἠϊόνεσσιν ἔτʼ ὄχθαι
而滩涂旁的泛黄崖岸,
λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.
至今仍因堤法翁惨号时的鲜血而染红。
Ἑρμεία κλυτόβουλε, σὲ δʼ ἔξοχον ἱλάσκονται
智谋卓绝的赫尔墨斯啊,
ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας
捕鱼者最尊崇于你;因此我与田野之神一同呼唤你,
δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.
前去求索丰猎之歌的盛誉。
πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη1
首先,垂钓者当有敏捷而健壮的身躯与四肢,
ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην
既不可过于肥硕,
πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη
亦不可肌骨羸弱;
πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαιἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης
因为他必须时常与被拉扯上来的强劲之鱼搏斗——只要鱼儿在生身之母咸水的怀抱中翻滚涌动,
μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.
便拥有极其惊人的气力。
χρειὼ δʼ ἐκ πέτρης τε θορεῖν πέτρην τʼ ἀνοροῦσαι
他须能轻捷地自岩石跃下并跃上岩石;
ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος
且在深海辛劳久延之时,
ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα
须能迅速穿行漫长的水道,
δῦναι καὶ μίμνοντα μετʼ οἴδμασιν ὡς ἐπὶ γαίηςδηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ
潜入极深之渊,滞留于波涛之中如同立于陆地,
ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.
专心从事勇敢之人在大海上争雄竞争的诸般劳作。
ψυχὴν δʼ ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων
垂钓者的心魂当充满智巧且具先见之明;
εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται
因为鱼类在遭遇意想不到的圈套时,
ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.
会施展出极多而狡谲的伎俩。
τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων
他尤当果敢、无畏且明智,
εἴη, μηδʼ ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι
不可贪恋睡眠;
ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν.
当警醒地以心魂和洞开的双目锐利观察。
εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην
他当能耐受宙斯的冬日风暴与天狼星的干渴时节;
Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·
当渴望劳苦,热爱大海;唯有如此,
ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.
方能收获丰饶并得蒙赫尔墨斯眷爱。
Θήρη δʼ ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις
秋季的捕猎以傍晚及晨星升起之时为最佳;
καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτʼ ἀνατέλλῃ·
冬日则当在旭日散发光芒时出航;
χείματι δʼ ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι
而在繁花盛开的春日,
στέλλεσθαι·2 πᾶν δʼ ἦμαρ ἐν εἴαρι τηλεθόωντι
整天都有利于诸般渔猎,
ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντεςἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης
此时所有的游鱼由于分娩的痛苦与阿佛洛狄忒的渴望,
ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τʼ Ἀφροδίτης.
皆寄居于海滩、被吸引至陆地近旁。
αἰεὶ δʼ εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν
当常时察看风向,留心何等风势吹拂温和、
ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·
带来晴朗并轻轻翻卷柔和的海水;
λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας
盖鱼类畏惧且憎恶狂暴的风暴,
ἰχθύες, οὐδʼ ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι·
不愿巡游于海面之上;
εὐκραεῖ δʼ ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη.
而在风调气和之时,捕猎最为顺遂。
πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι
海中的游水之物皆迎着风息与激浪疾驰,
πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος
因为当它们游向岸边时,
ῥηϊτέρη στείχουσιν ἐπʼ ᾐόνας, οὐδʼ ὑπʼ ἀνάγκης
如此行进更为顺畅,且不受逼迫,
ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν.
免于在背后受到狂飙冲击之苦。
ἀλλʼ ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας
然而渔人当张开顺风之帆出航:
οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν·
当湿润的南风吹拂时,驶向北风之境;
ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·3
北风紧逼时,驶向南方之海;东风吹起时,
Εὔρου δʼ ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·
驶向西风之途;而西风吹拂时,
πρὸς δʼ Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ
任西风将船舟载向东风之处。唯有如此,
ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.
无尽的鱼群方将来迎,投掷亦必有丰获。
τέτραχα δʼ εἰναλίης θήρης νόμον ἐφράσσαντο
捕鱼者将海猎之法分为四端:
ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπʼ ἀγκίστροισι γάνυνται,
有人以鱼钩为乐,
τῶν δʼ οἱ μὲν4 δονάκεσσιν ἀναψάμενοι δολιχοῖσινὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·
其中一些人用长芦苇竿系上编织精良的马鬃钓线以捕鱼;
οἱ δʼ αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων
另一些人则径自手持抛掷麻纺绳索;
δησάμενοι πέμπουσιν· ὁ δʼ ἢ καθέτοισι γέγηθεν
又有人欣悦于垂钓垂线,
ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι.
或夸耀饰有多枚鱼钩之线缆。
δίκτυα δʼ αὖτʼ ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·
另一些人则更着意于整备渔网:
τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,
其中一些被称为撒网,一些被称为鱼梁,
γάγγαμά τʼ ἠδʼ ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·
还有手网、圆形捞网及拖网;
ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις
更有被称为覆网者,并与拖网一道——
- 3.29παρείη
表示愿望或要求的祈愿语气(规定性祈愿)。主语为中性单数名词 δέμας 与中性复数 γυῖα 的组合,谓语动词采用单数。ἀμφότερον 作副词性用法(“两者兼备地”),修饰形容词 κραιπνὰ καὶ ἄλκιμα。
- 3.53στέλλεσθαι
用作祈使/命令的不定式(命令性不定式)。在前后诸如 παρείη、εἴη 等规定性祈愿语气的语境中,用以简明地表述行动规范(“应当出航”)。
- 3.67ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν· ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο
表示对比性航行方针的省略句。主要动词(στέλλοιτο)被省略,介词短语(ἐς Βορέην、ἐς Νοτίην θάλασσαν)分别与时间从句(ἐπὴν ἄῃσιν)及独立属格(ἐπειγομένου Βορέαο)构成并列。其逻辑依据是游鱼逆风流而游,故渔夫顺风扬帆以便正面迎击迎面而来的鱼群。
- 3.74τῶν δʼ οἱ μὲν
部分属格 τῶν 指代前一分句中“以鱼钩为乐者”(τοὶ μὲν ἐπʼ ἀγκίστροισι γάνυνται)。其后由 οἱ μέν ... οἱ δʼ ... ὁ δʼ ... 进一步细分列举使用鱼钩的各种具体渔法。
