- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.536-2.612
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在极力铺陈海豚作为海洋霸主的威势之后,本段描绘了生有利齿的阿米亚鱼群如何围攻一条落单的海豚,群起咬遍其全身令其痛不欲生,以及海豚脱困后展开暴烈复仇的惨烈场面。
ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς
它们飞速疾驰,双目中射出极其锐利而炽热的光芒;
ὀξύτατον· καί πού τινʼ ὑποπτήσσοντα χαράδραις
无论鱼儿是潜藏在石缝中,
καί τινʼ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.
还是隐匿在细沙下,都逃不过它们的眼睛。
ὅσσον γὰρ κούφοισι μετʼ οἰωνοῖσιν ἄνακτες
因为正如雄鹰在轻盈的飞鸟中称王,
αἰετοὶ ἢ θήρεσσι μετʼ ὠμηστῇσι λέοντες,
狮子在肉食的猛兽中称霸,
ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,
毒蛇在爬虫中拔萃一样,
τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.
海豚在鱼类中亦是无可争辩的领袖。
τοῖς δʼ οὔτʼ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην
当它们逼近时,没有任何生灵敢于走近,
ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δʼ ἄνακτος
甚至不敢正面直视,
τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος.
皆远远地在王者可怕的腾跃与喷薄的喘息声前瑟瑟发抖。
οἱ δʼ ὁπότʼ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,
当它们渴求食物而向前猛冲时,
πάντʼ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,
便立刻搅乱海中不可胜数的全部鱼群,
παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο
驱赶着它们仓皇逃窜;恐惧填满了每一条水道,
πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι
阴暗的岩穴、低矮的沟壑、海港与海岸的避风处,
στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ
都被四面八方拥挤而来的鱼群挤得水泄不通;
πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κʼ ἐθέλῃσι,
而海豚则从眼前无数的猎物中挑选最肥美者,
κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.
随心所欲地大快朵颐。
ἀλλʼ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται
然而,即便面对海豚,亦有仇敌般的游鱼敢于抗衡,
ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδʼ ἀλέγουσι
那便是我们称之为阿米亚的鱼。它们毫不畏惧海豚,
δελφίνων, μοῦναι δὲ κατʼ ἀντία δηριόωνται.
唯有它们敢与之正面交锋。
ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες
它们的体格虽弱于金枪鱼,筋肉亦显单薄,
ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες
但贪婪的大口中却密密麻麻地布满了森然利齿;
ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν,
正因如此,它们怀有极大的勇气,
οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.
绝不在强暴的霸主面前低头退缩。
εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπʼ ἄλλωνδελφίνων ἀγέλης, αἱ δʼ ἀθρόαι ἄλλοθεν ἄλλαι,
因为一旦它们望见一条海豚脱离了同伴的群体而孤身独游,
ἠΰθʼ ὑπʼ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕνʼ ἰοῦσαι
它们便从四面八方成群结队地汇聚,宛如听闻传令的大军,
στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστʼ ἐπὶ πύργον
万众一心,毫无惧色地奔赴战场,
δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.
恰似勇武的持盾战士猛扑向敌人的堡垒。
δελφὶς δʼ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου
颌骨坚实的海豚起初并不把逼近的鱼群放在眼里,
πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δʼ ἔσσυται, ἄλλοτε ἄλλην
只顾纵身迎上,忽而叼走这条,
ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.
忽而吞下那条,庆幸寻得了称心的盛宴。
ἀλλʼ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες
然而,当战阵从四面八方将它重重包围,
πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,
庞大的敌群在周围紧紧聚拢之时,
δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη·
沉重的苦难终于潜入了它的心底;
ἔγνω δʼ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος
它意识到自己孤身陷入了无数敌军的合围与绝境之中,
ἑρχθεὶς δυσμενέεσσι· πόνος δʼ ἀναφαίνεται ἀλκῆς.1
力战的艰辛终于显现。
αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι
因为阿米亚鱼狂乱地蜂拥而上,
δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·
将利齿的威能深深扎入海豚的肢体;
πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,
它们在各处疯狂咬噬,
πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων
死死咬合而不肯松脱:许多咬住头部,
γλαυκῶν, αἱ δʼ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,
有的咬住青灰色的面颊,
πολλαὶ δʼ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,
有的咬住鳍翼本身;许多将血盆大口刺入侧腹,
ἄλλαι δʼ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δʼ ὑπένερθε
有的咬住尾尖,有的在下方啃噬腹部,
νηδύν, αἱ δʼ ἄρʼ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,
有的在上方贪食背脊,
ἄλλαι δʼ ἐκ λοφιῆς, αἱ δʼ αὐχένος ᾐώρηνται.
有的悬吊于背鳍,有的悬吊于颈项。
αὐτὰρ ὁ παντοίοισι περιπληθὴς καμάτοισι
海豚饱受千般痛苦的折磨,
πόντον ἐπαιγίζει, σφακέλῳ δέ οἱ ἔνδον ὀρεχθεῖ
在海中狂暴地奔驰,癫狂的心脏在体内剧痛抽搐,
μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίῃ,
胸膛因剧痛而如烈火焚烧;
πάντῃ δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων,
它盲目狂暴地四处腾跃翻卷,
παφλάζων ὀδύνῃσι· κυβιστητῆρι δʼ ἐοικὼς
在痛苦中翻滚喘息。它宛如杂技艺人,
ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,
时而如狂风般穿透深浪,
ἄλλοτε δʼ ἐς νεάτην φέρεται βρύχα, πολλάκι δʼ ἅλμηςἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ ἑ μεθείη2
时而潜入最幽深的海底,又屡屡跃出水面跳过咸海的泡沫,
ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς· αἱ δʼ ἀλίαστοι
期望这群蛮横凶残的生灵能将自己释放。然而它们毫无怜悯,
οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι,
丝毫没有松懈力道,反而同样死死附着其上;
καί οἱ δυομένῳ τε μίαν δύνουσι κέλευθον,
当海豚下潜时,它们沿着同一路径潜入;
αὖτις δʼ ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν
当它再次腾跃时,
ἑλκόμεναι· φαίης κε νέον τέρας Ἐννοσιγαίῳ
它们被拖拽着一同冲出水面。人们定会以为这是为震地之神新诞生的怪物,
τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδʼ ἀμίῃσιν·
由海豚与阿米亚鱼交融而成;
ὧδε γὰρ ἀργαλέῃ ξυνοχῇ πεπέδηται ὀδόντων.ὡς δʼ ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων
因它竟被这般残酷的利齿绞锁紧紧束缚。
οἰδαλέον, τῷ πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμαἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνης
正如一位精巧的医者在排干肿胀的创口时——那创口内部蓄积了大量有害的淤血——为了让青黑色的水生爬虫吸食黑血,
ἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε,
便将这些吸血水蛭置于患者受创的肌肤之上;
δαίνυσθαι μέλαν αἷμα· τὰ δʼ αὐτίκα γυρωθέντα
水蛭立刻拱起身躯弯成弓形,
κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδʼ ἀνίησιν,
吸啜污血而绝不松口,
εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα
直到吸饱了浓烈沉重的汁液,
ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα·
方才如醉汉一般自行从皮肤上滚落跌下;
ὣς ἀμίαις3 οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα
阿米亚鱼亦是如此,
κείνην, ἥν ποτʼ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.
在尚未将一口咬住的皮肉撕扯咀嚼殆尽之前,绝不肯收敛凶威。
ἀλλʼ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιο
然而,当它们终于离去、海豚从剧痛中缓过一口气时,
δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος
你便会目睹那愤怒领袖的可怕疯狂;
χωομένου· κρυερὴ δʼ ἀμίαις ἀναφαίνεται ἄτη.
冰冷的毁灭降临在阿米亚鱼身上。
αἱ μὲν γὰρ φεύγουσιν, ὁ δʼ ἐξόπιθεν κεραΐζων,
当它们四散溃逃时,海豚在后方大肆杀戮,
εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντʼ ἀμαθύνει,
宛如呼啸的狂暴风暴扫荡一切,
δάπτων ἐμμενέως, κατὰ δʼ αἵματι πόντον ἐρεύθει
持续不断地撕咬吞噬,将大海染得鲜血通红。
- 2.572πόνος δʼ ἀναφαίνεται ἀλκῆς
此处属格 ἀλκῆς(武勇、抵抗)与 πόνος 构成限定或宾格性属格,意为“力战的艰辛/抵抗之劳苦”。
- 2.589εἴ ἑ μεθείη
连词 εἰ 后接希求法(μεθείη),表示期待或试探性的条件/间接意图(“期盼着它们能放开自己”)。它在句中充当主动词 ἀναπάλλεται(腾跃)的目的性状语从句,表现海豚企图借跃水甩脱鱼群的绝望企图。
- 2.597ὡς δʼ ὅταν ἰητὴρ ... ὣς ἀμίαις
这是跨越第597–606行的长篇史诗明喻。由 ὡς δʼ ὅταν 引导的比喻从句首先以不定过去时(ἐστήριξε)描述医者置放水蛭,随后转入现在时与连接法(κυρτοῦται, ἐφέλκεται, πέσῃ)生动刻画水蛭吸血不放的过程,最终在第605行以 ὣς ἀμίαις(阿米亚鱼亦是如此)呼应收束至主句本体。
