- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.458-2.535
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人描绘了带毒刺的鱼类,尤其是拥有金刚石般利剑的剑鱼与带致命毒棘的魟鱼之威力,并引述奥德修斯死于魟鱼刺标枪的神话;接着描写寄生牛虻给金枪鱼、剑鱼以及牛群带来的狂乱剧痛,最后转入对海中王者海豚的颂扬。
κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρῃσι γέγηθε
喜居沙地的鰕虎鱼,乐处岩穴的鲉鱼,
σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες
迅疾的飞鱼与鰧鱼,
καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,
以及以令人痛苦的尖刺命名的角鲨,
πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες.
皆在其残酷的刺蜇中释放剧毒。
Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶραγυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ
然而神将最强悍的赐予安置在魟鱼与剑鱼的肢体中,
καρτύνας· καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν
为二者各强化了一件强暴的兵刃。神在剑鱼的面颊之上固定了一柄笔直、
ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου
同根而生且锐利无比的剑,
φάσγανον, ἀλλʼ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.
那绝非铁制之剑,而是一柄坚固如金刚石的威猛利刃。
οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν
当他以那冰冷的尖端沉重刺下时,
οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα·1
即便坚硬无比的磐石亦不能承受其贯穿;
τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τʼ ἐρωή.
其冲力是如此凶猛而烈火般狂暴。
Τρυγόνι δʼ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς
而在魟鱼身上,从尾部末梢生出一根野蛮的毒刺,
κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ.οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι
其力凶猛且其毒致命。
φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς
剑鱼与魟鱼在以嗜血的武器刺穿眼前所有无论生死之物以前,
οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.
绝不肯先在双颚之间享用食物。
ἀλλʼ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή,
然而,一旦气息离开剑鱼,
αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,
那柄坚硬的利剑亦立刻随之衰亡,兵器与它的主人一同泯灭;
αὐτῷ δʼ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται
遗留下来的仅是一块毫无用处的骨头,
ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι2
一柄毫无威力、仅具外观的剑;
φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.
哪怕你心向往之,亦无法借之成就任何事情。
τρυγονίου δʼ οὔπω τι κακώτερον ἔπλετο πῆμα
然而,从来不曾有过比魟鱼的创伤更为惨烈的灾祸,
τρώματος, οὐδʼ ὅσα χεῖρες ἀρήϊα τεχνήσαντο
无论是铁匠之手所锻造的青铜战具,
χαλκήων, οὐδʼ ὅσσα φερεπτερύγων ἐπʼ ὀϊστῶν
还是擅长制毒的波斯人在带羽箭头上所谋划的致命杀器,
Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο·
皆无可比拟。
τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ
因在活着的魟鱼身上伴随着一种身骨战栗、
ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,
酷烈灼热的凶器,任何人闻之莫不惊骇,
ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν3
且在它死后那凶器依然活着,保持着不屈不挠、
ἄτροπον· οὐδʼ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον
永恒不变的威力。它不仅对所刺击的生灵喷射毁损性的灾害,
ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος
甚至连幼木与岩石,
καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.
若触及其锋芒亦受其荼毒。
εἰ γάρ τίς κʼ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις,θαλλοῖς τʼ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι,
因若有人以那无耻的刺击自下方根部刺伤一株随季节繁茂滋长、
νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ
兼具优美枝条与丰硕果实的植物,
οὐτήσῃ, τόδʼ ἔπειτα κακῇ βεβολημένον ἄτῃ
它受此恶毒灾祸的打击,便停止抽叶,
λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ·
如罹重病般凋零溃烂;
πρῶτον ἀπʼ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ
首先自其光彩中枯萎,未过多久你便会见到那幼木干枯、
αὖόν τʼ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.
无用且丧失青翠。
κεῖνό ποτʼ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃΚίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ,
昔日擅弄诸药的母亲喀耳刻曾将此物置于一柄有柄的长标枪上赐予忒勒戈诺斯,
αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσῳ
以便对敌挥洒来自大海的死劫;然而他将船泊于放牧山羊之岛,
αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθωνπατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ
在劫掠牛羊时不知那是自己生父的财产,
αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.
竟对闻讯赶来救援的老父本人——那正是他苦苦寻觅之人——降下了凶险的厄运。
ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου
在那里,
ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,
曾以辛劳的拼搏历尽大海无数痛苦的机智的奥德修斯,
τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ.
竟被苦痛的魟鱼一击夺去了性命。
Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ
此外,金枪鱼与剑鱼始终伴随着一种同行的灾难,
πῆμα· τὸ δʼ οὔποτʼ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι
那是它们既无法避开、
οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,4
无法摆脱亦无法逃匿的凶残牛虻,盘踞于其鳍翼之上。
ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,
当灼热的天狼星方才升起之时,
κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν,
它将毒刺疾速的威能深深刺入,紧紧扎入肌体,
ὀξὺ μάλʼ ἐγχρίμπτων, χαλεπὴν δʼ ἐπὶ λύσσαν ὀρίνει,
以剧痛武装它们并激起可怕的癫狂;
θωρήξας ὀδύνῃσιν· ἐπισπέρχει δʼ ἀέκοντας
它挥舞着游移的鞭笞,
φοιταλέῃ μάστιγι χορευέμεν· οἱ δὲ κελαινῷ
催逼它们身不由己地翻腾乱舞。
τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δʼ ἄλλῃ
它们因那漆黑的创伤发狂狂奔,承受着无休止的痛楚,
κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες.
忽而冲向此方,忽而奔向彼方,践踏着波涛。
πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν
它们常常在暴烈冲击的驱使下撞向船首优美的舟楫;
ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δʼ ἅλμης
又往往跃出咸海,
ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες
喘息挣扎着扑向陆地,
καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·
将那苦不堪言的痛苦换作死亡;
τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδʼ ἀνίησι.
皆因如此可怕的蛰刺死死压在身上,绝不肯放松。
καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ
正如那凶恶的牛虻一旦逼近牛群,
οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,
将针刺扎入它们纤薄的肋腹,
οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,
它们便既不顾放牧者的威严亦不顾草场,
οὔτʼ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες
亦不顾牛群,而是撇下青草与所有的栏圈,
σεύονται λύσσῃ τεθοωμένοι· οὐδέ τις αὐτοῖς
在癫狂的激发下狂奔而去;
οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι
当牛虻以锐利的号令沸腾、以不绝的痛楚催逼之时,
ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει
无论是江河、无法涉足的大海、
ῥιπὴν ταυρείην, ὅτʼ ἐπιζέσῃ ὀξὺ κελεύων
陡峭的沟壑,还是无法攀登的岩壁,
βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι·
皆阻挡不住公牛的狂冲。
πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς
四处回荡着咆哮,四处翻卷着蹄印的跃动;
εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα.
如此酷烈的风暴驱策着它。
καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.
这种苦痛在鱼群与牛群中皆是相类的。
δελφῖνες δʼ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν,
海豚则威严地统治着海中的群落,
ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαϊῃ κομόωντες
在勇武、光辉与疾驰的风姿中傲然挺立;
ῥιπῇ τʼ ὠκυάλῳ· διὰ γὰρ βέλος ὥστε θάλασσαν
因宛如箭矢穿透海洋一般,
- 2.467οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν / οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα
κείνου ... ἐπιβρίσαντος 为独立属格,意为“当他(剑鱼)以冰冷的尖端重重刺下时”。主句为 οὐδὲ ... λίθος τλαίη(“即使磐石亦不能忍受”),分词 οὐτηθεῖσα 带有让步或条件意味(“若遭刺穿”)。
- 2.478ἀμήχανον ὅσσον ἰδέσθαι
ἀμήχανον ὅσον 是希腊语中的习惯加强表达,类似于拉丁语的 mirum quantum(“难以置信地、不可估量地”)。不定式 ἰδέσθαι 作限定说明(“看起来”),整句意为“看起来难以言喻地破败/悲惨”。
- 2.486ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν
φθιμένης 为阴性单数独立属格,指代前文出现的魟鱼(τρυγών):“即便在她死后”。动词 ζώει 与 ῥύεται 的主语承接前一行的 βέλος(武器/刺)。
- 2.508πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον
πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον 与前两行的宾语短语 συνέμπορον ... πῆμα(“随行的灾难”)构成同位语,具体指明该灾难乃是“盘踞于其鳍翼之上的野蛮牛虻”。
