← 奥皮安

捕鱼歌

§2.225-2.302

海胆与章鱼的习性以及海鳝与章鱼的搏斗

诗人描绘了海胆防风暴的压石智慧、章鱼伪装岩石与冬日自食的习性,引出龙虾、海鳝与章鱼之间的宿怨,并详细记叙了海鳝如何击破章鱼的伪装与缠斗抵抗,将其残忍吞噬的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
225

ἔστι καὶ ὀξυκόμοισι νόος καὶ μῆτις ἐχίνοις,

尖锐多刺的海胆亦怀有智识与机谋,

οἵ τʼ ἀνέμων ἴσασι βίας ζαμενεῖς τε θυέλλαςὀρνυμένας, νώτοισι δʼ ἀνοχλίζουσιν ἕκαστος

他们预知狂风的暴烈与疾起的暴风雨,

λᾶαν, ὅσον βαρύθοντα περὶ σφετέρῃσιν ἀκάνθαις

各自在背上撬起一块以刺端能轻易承载的分量沉重的石子,

ῥηϊδίως φορέοιεν, ἵνʼ ἀντία κύματος ὁρμῇβριθόμενοι μίμνωσι· τὸ γὰρ τρομέουσι μάλιστα,

以便借其沉重抗击波涛的冲力而稳驻原地;

μὴ σφὰς ἐπʼ ἠιόνεσσι κυκώμενον οἶμα κυλίσῃ·

因他们最畏惧翻腾的巨浪将自己卷上岸滩。

Πουλυπόδων δʼ οὔπω τινʼ ὀΐομαι ἔμμενʼ ἄπυστοντέχνης, οἳ πέτρῃσιν ὁμοίϊοι ἰνδάλλονται,

且我认为至今无人不知晓章鱼的机巧:

τήν κε ποτιπτύξωσι περὶ σπείρῃς τε βάλωνται.

他们将自己伪装得如同所紧贴并以触手环绕的岩石一般。

235

ἄνδρας δʼ ἀγρευτῆρας ὁμῶς καὶ κρέσσονας ἰχθῦς

他们以诡计轻易迷惑猎人与更强的大鱼,

ῥηϊδίως ἀπάτῃσι παραπλάγξαντες ἄλυξαν.

从而逃脱。

ἀλλʼ ὅτε χειρότερός τις ἐπισχεδὸν ἀντιβολήσῃ,

而每当有较弱小的生灵迎面接近,

αὐτίκα πουλύποδές τε καὶ ἰχθύες ἐξεφάνησαν,

他们立刻作为章鱼与游鱼现出原形,

μορφῆς πετραίης ἐξάλμενοι, ἐκ δὲ δόλοιο

跃离岩石的伪装,

240

φορβήν τʼ ἐφράσσαντο καὶ ἐξήλυξαν ὄλεθρον.

凭智谋谋得食粮并避开灭亡。

χείματι δʼ οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ

据说在寒冬,章鱼绝不在咸水之中漫行,

πουλύποδας· ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας·

因他们战栗于狂暴的寒飙;

ἀλλʼ οἵ γε γλαφυρῇσιν ἐνιζόμενοι θαλάμῃσι

而是蜷缩在幽深的洞室之中,吞食自己的足脚,

πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας

仿佛食他人之肉;

245

ἀλλοτρίας· οἱ δʼ αὖτις ἑοὺς κορέσαντες ἄνακτας1

而这些肢体在喂饱自己的主人后复又生长,

φύονται· τόδε πού σφι Ποσειδάων ἐπένευσε.

想必这是波塞冬赐予他们的恩惠。

τοῖον καὶ βλοσυρῇσιν ἀειμάργοισι νόημα

凶猛而贪得无厌的熊罴亦有此番心思:

ἄρκτοις· χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν,

为了躲避冬日的严寒威胁,

δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα

它们潜入岩洞幽深之处,

250

ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον,

舔舐自己的脚掌,权作未进饮食的虚妄进食,

μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδʼ ἐθέλουσι

寻求一场空幻的宴席,

προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν.

直到温和的春日繁盛之时才愿迈步外出。

ἔξοχα δʼ ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι

在疾冲的龙虾、海鳝与章鱼之间,

κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,

存有尤为剧烈而不共戴天的仇怨,

255

ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν.

他们以互换的杀戮彼此剿灭。

αἰεὶ δʼ ἰχθυόεσσα μετὰ σφίσιν ἵστατʼ ἐνυὼ

他们之间永驻着游鱼的战祸与争斗,

καὶ μόθος, ἄλλου δʼ ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν.

彼此以对方填饱自己的腹囊。

ἡ μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα

那狂暴的海鳝自咸浪冲刷的岩石下猛冲而出,

φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,

掠过大海的浪涛搜寻食粮;

260

φορβὴν μαιομένη, τάχα δʼ εἴσιδε πούλυπον ἀκτῆςἄκρα διερπύζοντα καὶ ἀσπασίην ἐπί θήρην

很快她便瞧见一只章鱼正沿着岸边缓缓爬行,

ἔσσυτο γηθομένη· τὸν δʼ οὐ λάθεν ἐγγὺς ἐοῦσα·

便欣喜地扑向这中意的猎物。章鱼并非未察觉她的逼近,

ἀλλʼ ἤτοι πρῶτον μὲν ἀτυζόμενος δεδόνηται

起初却因惊骇而陷入惶惑战栗,

ἐς φόβον, οὐδʼ ἄρα μῆχος ἔχει μύραιναν ἀλύξαι

面对疾游且狂躁难当的海鳝,

265

ἕρπων νηχομένην τε καὶ ἄσχετα μαιμώωσαν.

他在爬行中无计脱逃。

αἶψα δέ μιν κατέμαρψε γένυν τʼ ἐνέρεισε δαφοινήν·

海鳝瞬间将他擒获,将带血的巨口深深咬入;

πούλυπος αὖτʼ ἀέκων ὀλοῆς ὑπὸ μάρνατʼ ἀνάγκης,

章鱼亦在致命的绝境下被迫奋战,

ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας

他盘绕于海鳝周身,

παντοίας στροφάλιγγας ὑπὸ σκολιοῖσιν ἱμᾶσι

以弯曲如皮带的触足不断变换施展各种缠绕之术,

270

τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν

企图以套索环绕将其阻滞;

ἀμφιβαλών· ἀλλʼ οὔτι κακῶν ἄκος οὔτʼ ἀλεωρή·

然而这对于厄运既非解药亦非护庇。

ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν

因每当他扑抱〔海鳝〕滑腻的肢体,

ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ·

敏捷的海鳝便如流水般轻易溜脱。

αὐτὰρ ὅ γʼ ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν

但他仍或缠绕其斑驳的脊背,

275

οὐρήν τʼ ἀκροτάτην περιβάλλεται, ἄλλοτε δʼ αὖτε

或绕其咽喉与尾尖,

ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν.

或径直落入海鳝的口门与颚骨深处。

ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες

正如两位精通强筋健骨之摔跤技艺的壮汉,

δηρὸν ἐπʼ ἀλλήλοισιν ἑὴν ἀναφαίνετον2 ἀλκήν,

长久地在彼此身上展现勇力,

ἤδη δʼ ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς

温热而淋漓的汗水已从二人周身淌下,

280

χεύεται ἀμφοτέροισι· τὰ δʼ αἰόλα κέρδεα τέχνης

精巧多变的招式屡屡落空,

πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται·

双手在彼此肌肤间如波涛般游移起伏;

ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον

章鱼的吸盘亦是如此无序地游移,

πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν.

在徒劳的搏斗中苦苦挣扎。

ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων

海鳝以利齿锐利的撕咬将其猛烈咀嚼:

285

δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ,

部分触肢已入其腹,

ἄλλα δʼ ἔτʼ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,

另一些尚在颚间被疾利的牙齿研磨,

ἄλλα δέ τʼ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,

还有一些半遭肢解的残肢仍在挣扎卷曲,

εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.

依旧抽动着妄图逃脱。

ὡς δʼ ὅτʼ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων

恰似一头重冠的牡鹿穿行于灌木丛中探寻蛇迹,

290

βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε,

嗅出了循味可追踪的痕迹,

χειὴν δʼ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω

来到巢穴将爬虫拖拽而出并执拗地啃噬;

δάπτει τʼ ἐμμενέως· ὁ δʼ ἐλίσσεται ἀμφί τε γοῦνα,

蛇身缠绕于鹿的膝头、

δειρήν τε στέρνον τε· τὰ δʼ ἡμίβρωτα κέχυνται

咽喉与胸膛,半遭咀嚼的残节散落各处,

ἅψεα, πολλὰ δʼ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα

牙齿在口中细细切碎众多肉块;

δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε

不幸的章鱼那斑斓的肢体亦同样被撕碎捣毁。那效法岩石的智谋与先见未能救他;

πετραίης· εἰ γάρ ποτʼ ἀλευόμενος περὶ πέτρην

因即使他为求逃避而缠绕岩石,

πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,

披上全然逼真的岩石色泽,

ἀλλʼ οὐ μυραίνης ἔλαθεν3 κέαρ, ἀλλά ἑ μούνη

却未能瞒过海鳝的心思,

300

φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα.

唯独海鳝能辨认出他,他的计谋终成徒劳。

ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο,

见此情景,人们定会怜悯他那惨不忍睹的末路,

ὡς ὁ μὲν ἐν πέτρῃσιν ὑφέξεται, ἡ δέ οἱ ἄγχι

正当他在岩石间坚忍支撑,而海鳝在近旁

语法注3 条
  1. 2.245ἑοὺς κορέσαντες ἄνακτας

    分词 κορέσαντες(“使饱足”)的主语是前文章鱼的触足(πόδες),其宾语 ἄνακτας(“主人”)指代触足的主体——章鱼自身。修辞上将触肢拟人化为供养主人的仆役。

  2. 2.278ἀναφαίνετον

    动词 ἀναφαίνετον 采用了双数形式,而其主语 ἄνδρες 为复数。此处描绘的是两位摔跤手互搏的场面,因而运用了荷马史诗传统的双数表两人对决的句法惯用法。

  3. 2.297εἰ γάρ ποτʼ ἀλευόμενος περὶ πέτρην πλέξηται ... ἀλλʼ οὐ μυραίνης ἔλαθεν

    由 εἰ ... πλέξηται 引出的带有让步意味的条件从句(“纵使他缠绕于……”),其主句由转折连词 ἀλλά 起首(“然而他绝未能瞒过……”)。这是归结句中用于强化对比的接续小词用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.225-2.302