← 奥皮安

捕鱼歌

§2.303-2.381

海鳝吞食章鱼与因刺龙虾而自毙

海鳝无情地吞噬了紧抓岩石不放的章鱼,却随即受到龙虾的挑衅,因狂暴盲进反被龙虾外壳的硬刺穿透自取灭亡。诗人进而将这场争斗类比于陆地上长蛇与刺猬的死决,展现了身披防护之刺的生灵如何克制凶残的捕食者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
303

ἠΰτʼ ἐπεγγελόωσα παρίσταται· ὧδέ κε φαίης

海鳝仿佛带着嘲弄站在近旁;

μυθεῖσθαι1 μύραιναν ἀπηνέα κερτομέουσαν·

人们会说那无情的海鳝正以这般言辞讥讽道:“诡计多端者啊,

305

τί πτώσσεις δολομῆτα; τίνʼ ἔλπεαι ἠπεροπεύειν;

你为何蜷缩?你还妄想欺瞒何人?

ἦ τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω

哪怕这处暗礁将你纳入内里、俯身遮蔽你,

δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψῃ.

我也必定要连同岩石一起试上一试。”

αὐτίκα δʼ ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει,

说罢,她立刻将弯曲的牙齿之栅刺入其中大肆撕咬,

χοιράδος αὖ ἐρύουσα περίτρομον· αὐτὰρ ὅ γʼ οὔτι,

企图将那战栗的生灵再次从礁石上扯下。

310

οὐδὲ δαϊζόμενος, λείπει πάγου οὐδʼ ἀνίησιν,

然而章鱼哪怕已被撕裂,也绝不离开岩壁,

ἀλλʼ ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ

绝不松手,只是紧紧盘绕着攀附岩石,

λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι.

直到最后只剩下吸盘牢牢粘在石上。

ὡς δʼ ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος,

恰似当城池在敌军手中陷落、

ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,

孩童与沦为战俘的妇人被拖拽之时,

315

κοῦρον ἀνὴρ δειρῇ τε καὶ ἀγκάσιν ἐμπεφυῶτα

兵士依凭战律强行拖走紧紧搂抱在母亲脖颈与臂弯中的幼子,

γειναμένης ἐρύσῃ πολέμου νόμῳ, αὐτὰρ ὁ χεῖρας

那孩子双手交错紧扣其颈绝不松脱,

πλέγδην οὐκ ἀνίησιν ἀπʼ αὐχένος, οὐδέ ἑ μήτηρ

母亲亦悲啼着不肯放手,

κωκυτῷ προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή·

自己也随之一同被拖走;

ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο

章鱼被拖拽时那可怜的身躯亦是如此紧紧附着于潮湿平滑的岩石,

320

λισσάδι μυδαλέῃ περιφύεται, οὐδʼ ἀνίησι.

绝不松脱。

Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλʼ ἐοῦσαν

随后,龙虾吞噬了那虽凶残无比、

ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίῃσι δαμεῖσαν.

却因自寻死路的狂妄而落败的海鳝。

ἦ γὰρ ὁ μὲν πέτρης σχεδὸν ἵσταται, ᾗ ἔνι ναίει

原来龙虾伫立在敏捷海鳝所居的岩穴近旁,

ὀτραλέη μύραινα· δύω δʼ ἀνὰ κέντρα τιτήνας

昂起两支凶悍的触角,

325

δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν,

喘息着怒火,挑衅她前来交锋;

ἶσος ἀριστῆϊ προμάχῳ στρατοῦ, ὅς ῥά τε χειρῶν

犹如军阵前列领军的勇士,

ἠνορέῃ πολέμου τε δαημοσύνῃσι πεποιθὼς

自恃手臂的勇力与征战的经验,以重甲护住魁梧之躯,

ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων

挥舞锐利的标枪,

ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κʼ ἐθέλῃσιν

挑衅任何胆敢前迎的敌手,

330

ἀντιάαν· τάχα δʼ ἄλλον ἀριστήων ὀροθύνει·

迅速激起敌阵勇士的斗志。龙虾便是这般激怒海鳝的心志,

ὣς ὅ γε μυραίνης θήγει φρένας, οὐδʼ ἐπὶ μῶλον

海鳝亦毫不延误战机,

δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή,

漆黑的她自洞室中疾冲而出,曲颈如弓,

αὐχένα γυρώσασα, χόλῳ μέγα παιφάσσουσα

满腔怒火如波涛翻涌,

ἀντιάᾳ· τὸν δʼ οὔτι περισπέρχουσά περ αἰνῶς

直扑上前。 然而,任凭海鳝如何狂暴疾冲,

335

βλάπτει τρηχὺν ἐόντα, γένυν δʼ ἀνεμώλιον αὔτως

却丝毫伤不到硬壳粗糙的龙虾,

ἐγχρίμπτει, στερεοῖσι δʼ ἐτώσια μαίνετʼ ὀδοῦσιν·

只是徒劳地将巨颚撞击其上,以坚硬的牙齿虚妄地发狂;

οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης

那些牙齿在颚中,宛如从冷酷的磐石上一般反弹回来,

παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.2

顿感疲惫,锋芒尽钝。

τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,

海鳝野性之心狂烈燃烧并翻腾不息,

340

εἰσόκε μιν χηλῇσιν ἐπαΐξας δολιχῇσιν

直至龙虾挥动长螯猛扑而上,

κάραβος αὐχενίοιο λάβῃ μέσσοιο τένοντος·

一把夹住她颈部中央的筋腱;

ἴσχει δʼ ἐμπεφυὼς χαλκείῃ ὥστε πυράγρῃ,

龙虾如青铜铁钳般牢牢嵌夹,紧抓不放,

νωλεμές, οὐδʼ ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι·

任凭海鳝如何急于逃脱也绝不松脱。

ἡ δὲ βίῃ μογέουσα καὶ ἀσχαλόωσʼ ὀδύνῃσι,

海鳝在重力下受困,剧痛难熬,

345

πάντῃ δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα

周身扭动柔韧的身躯,急忙盘旋而起,

καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα,

将身子缠绕在龙虾布满尖刺的背脊上;

ἐν δʼ ἐπάγη σκώλοισι καὶ ὀξείῃσιν ἀκωκαῖς

然而她却被甲壳上的棘刺与锐利尖芒深深刺穿,

ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς

浑身满布密集的伤口,

ὄλλυται αὐτοδάϊκτος, ὑπʼ ἀφραδίῃσι θανοῦσα.

自戕而亡,因自己的愚鲁而丧命。

350

ὡς δʼ ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων,

正如善于搏杀猛兽之人,

λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῇσι,

当民众聚集在环形的看台上时,他斜身侧立,

πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθληςἐγχείῃ δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς·

以长刃标枪迎击在皮鞭抽打的呼啸声中狂暴发疯的金钱豹;

ἡ δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου

那豹子即使看清了淬火钢铁的尖锋,

355

ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δʼ ἄρα λαιμῷ

仍带着狂暴的怒浪猛扑而上,

ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν·3

竟将青铜锻造的矛头如插进枪架般深深吞入自己的咽喉;

ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίῃσι

狂怒便是这般在愚妄之中攫住了不幸的海鳝,

δύσμορον, αὐτοτύποισιν ὑπʼ ὠτειλῇσι δαμεῖσαν.

使她覆灭于自招的创伤之下。

τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο

我想,在干涸的大地上,

360

ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος

相遇于灌木丛中的长蛇与多刺的刺猬也曾展开过这般厮杀;

ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.

因凶险的宿命同样注定在他们身上。

ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,

刺猬预先察觉了致命的爬虫,

φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις

便以密集的突刺防卫自身,卷缩成球,

εἱλεῖται σφαιρηδόν, ὑφʼ ἕρκεϊ γυῖα φυλάσσων,

在刺栅之下护住四肢,

365

ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων

仅在内部蠕动;而长蛇立刻疾冲至近旁,

πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν,

起初以含毒的巨颚猛烈扑咬,

ἀλλʼ αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει

却只是徒劳苦斗;因即便他满怀凶性撕咬,

χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι·

也无法穿透肌肤,

τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·

皆因刺猬周身披着这般险峻难犯的毛刺。

370

αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα

刺猬则转动圆如巨石的斑斓身躯,

δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν,

在密集的翻滚中滚动前行,

ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι

猛然撞入长蛇盘绕的身躯,

χαίτης ὀξυτόμοισιν· ὁ δʼ ἄλλοθεν εἴβεται ἄλλος

以鬃毛上锐利的飞箭刺穿对手;血红的体液从蛇身各处淌落,

ἰχὼρ αἱματόεις, τὸν δʼ ἕλκεα πόλλʼ ἀνιάζει.

累累伤痕令长蛇苦不堪言。

375

ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ

于是,那柔韧的长蛇以周身圆转的拖曳将刺猬团团缠绕,

ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς

以残酷交错的束缚紧紧勒住,

ἴσχει τʼ ἐμπρίει τε χόλῳ τʼ ἐνερείδεται ἀλκήν.

死死咬住,在狂怒中倾注全力。

τοῦ δʼ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι

然而,刺猬所有耸立的利刺瞬间深深滑入蛇躯;

ὀξέα πεφρικυῖαι· ὁ δʼ ἐν σκολόπεσσι πεπηγὼς

长蛇被钉死在棘刺之上,

380

οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται,

既无法松脱力道,又不情愿地沦为囚徒,

ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς,

只能如被坚固的铁销钉死一般动弹不得。

语法注3 条
  1. 2.303ὧδέ κε φαίης / μυθεῖσθαι

    虚拟语气带 κε (ἄν) 表潜在或可能(第二人称单数 φαίης),后接宾格加不定式结构(μύραιναν... μυθεῖσθαι)。这是史诗中直接向读者或旁观者呼告的程式化句式(“人们定会说……”)。

  2. 2.337οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης / παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.

    主语 οἱ δὲ 承接前一行的 στερεοῖσι δʼ ἐτώσια μαίνετʼ ὀδοῦσιν,指代海鳝的“牙齿(ὀδόντες)”。γενύεσσιν 为处格与格(“在颚中”),ἐρωῆς 则是与动词 ἀμβλύνονται 搭配的表示分离或关系的属格(“攻势受挫/钝化”)。

  3. 2.355ἐν δʼ ἄρα λαιμῷ / ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν·

    介词 ἐν 与动词 ἔσπασεν 构成分立(tmesis),相当于复合动词 ἐνέσπασεν(“吸入/扎入”),支配宾格宾语 χαλκήλατον... αἰχμήν。与格 ἐν... λαιμῷ 表示受创部位,中间插入比喻短语 ἠΰτε δουροδόκῃ(“宛如落入枪架般”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:2.303-2.381