← 奥皮安

捕鱼歌

§1.727-1.797

鱼类的护幼习性与自然化生的杂鱼群

本节描绘了飞鸟与鱼类多样的抚幼之情,对比了将幼崽庇护于腹中、侧鳃或口中的鲨鱼与鱼类,以及生性残忍、吞食亲骨肉的金枪鱼。随后叙述了无需交媾而由泥沼与海沫自然化生的贝类与杂鱼(小杂鱼),并以大雪覆盖平原的史诗比喻描摹了杂鱼群将海面白化的壮丽景象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
727

καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ

确实有人曾在清晨听闻胡兀鹫围绕雏鸟发出的密集哀鸣,

ὄρθριον ἀμφὶ τέκεσσʼ, ἢ ἀηδόνος αἰολοφώνου,

或是歌声多变之夜莺的啼哭;

ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσεμυρομέναις ἑά τέκνα, τά τε σφίσι ληΐσσαντο

亦曾有人走近春日的燕子,

ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.

见它们痛悼自己的幼雏——那些被残暴之人或毒蛇从巢中掠夺的孩子。

ἰχθύσι δʼ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι

在鱼类之中,海豚对子女的关爱首屈一指,

παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.

而其余鱼类亦同样悉心守护其后代。

θαῦμα δʼ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται

海中巡游之鲨鱼有着这般奇观:初生的幼崽跟随着她,

735

τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ·

母亲化作它们的盾牌;

ἀλλʼ ὅτε ταρβήσωσι τά τʼ ἄσπετα δείματʼ ἔασιν

但每当幼崽畏惧海洋中存在的无尽恐怖时,

ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο

她便将孩子们顺着原先出生时滑落而出的同一条入口、

αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν,1 ἔνθεν ὄλισθον

同一条通路重新收纳进侧腹(子宫)

γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης

之内;尽管承受着如此剧烈的痛苦,

740

ἀσπασίως τέτληκε, πάλιν δʼ ὑπεχεύατο παῖδας

她仍满心欣慰地忍耐着,将孩子们重新盛纳于脏腑之中,

σπλάγχνοις, ἂψ δʼ ἀνέηκεν, ὅτʼ ἀμπνεύσωσι φόβοιο.

待它们惊魂稍定时再放吐出来。

τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,

扁鲨亦为幼崽备有类似的卫护,

ἀλλʼ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,

然而对她而言,其入口并不像鲨鱼那般直通腹腔,

ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν

而是在其两鳍之下的两侧各有裂隙,

745

εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις,

犹如其他鱼类的鳃盖,

τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.

借以庇护惊恐的幼崽以避危险。

ἄλλοι δʼ αὖθʼ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα

另有些鱼类则从口中接纳受惊的幼崽,

δεξάμενοι ῥύονται ἅτʼ ἐς δόμον ἠὲ καλιήν·

如入房舍或巢穴般将它们护住;

οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκνʼ ἀγαπάζει

譬如灰拟鲹(格劳科斯),

750

πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·

在所有卵生的鱼类中,他独独最爱护后代;

κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται

他静卧守护一旁,直至卵下的幼子破壳降生,

παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·

且始终相伴同游;

τοὺς δʼ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,

每当望见幼崽面对更凶悍的游鱼颤栗不已时,

ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα

他便张开巨口将其纳入口中,

755

χάσσηται, τότε δʼ αὖτις ἀνέπτυσε λευκανίηθεν.

直至恐惧退去,随后再从咽喉中将它们吐出。

θύννης δʼ οὔτινʼ ἔγωγʼ ἀθεμίστερον ἔλπομαι ἰχθὺν

然而,我认为在咸水之中生活的游鱼,

οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·

无一比金枪鱼更为残忍不义,亦无一在恶毒上能出其右;

ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δʼ ὠδῖνα βαρεῖαν,

因当她产下鱼卵、脱离沉重阵痛之时,

αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,

身为生母的她竟将所能捕及者尽数吞食——冷酷之徒,

760

νηλής, ἥ θʼ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδʼ ἐόντα

吞吃尚不知如何逃遁的亲生幼子,

ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.

心中对自己的骨肉毫无恻隐之情。

ἔστι δʼ ὅσʼ2 οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι

亦有一些生物,既非由交媾所播种,

τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,

亦非由繁育所诞生,而是自行生成、

ὄστρεα δὴ σύμπαντα, τά γʼ ἰλύϊ τίκτεται αὐτῇ·

自然造就的族类——一切贝类皆是如此,

765

κείνων δʼ οὔτε τι θῆλυ πέλει γένος, οὔτʼ ἐπʼ ἀμοιβῆς

它们完全生自泥淖;它们之中既无雌性,

ἄρσενες, ἀλλʼ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.

亦无交替相称的雄性,而是通通同质且形貌相似。

ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος

同样,孱弱小杂鱼那微不足道的族类,

οὔτινος ἐκγεγάασιν3 ἀφʼ αἵματος οὐδὲ τοκήων·εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ

亦非出于任何血脉或双亲;

770

λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα

盖因当宙斯的神意自云端向大海倾泻下狂暴而不竭的骤雨之时,

μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα

全海瞬间与倒卷的漩涡相激荡,

σίζει τʼ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,

嘶鸣翻沫,汹涌耸立;

αἱ δʼ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν

在难以探明、不可得见的结合中,

ἀθρόαι ἔκ τʼ ἐγένοντο καὶ ἔτραφον ἔκ τʼ ἐφάνησαν

千万条微弱而灰白的幼鱼成群诞生、

775

μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης

成长并显露出来;因其出生之故,

οὔνομʼ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.

它们被冠以“泡沫之子”的别称。

ἄλλαι δʼ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·

另有一些小鱼则生于泥泞的浪涛之下;

εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης

盖因在狂风疾吹之时,

βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο

海水的回流漩涡中搅动着杂乱无章的污垢泥沙,

780

σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα

彼时所有腐烂的淤泥便聚合成一处;

ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης

而当海面平展恢复宁静之时,

ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου

沙粒与海中无尽的混杂物随即腐败,

πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.

从中便孕育出无数如蛆虫般的幼鱼。

οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο

委实没有任何族类被造就得比可怜的杂鱼更为孱弱;

785

δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι

对于一切鱼类,

δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν

它们皆是美餐;它们互相舔舐彼此的躯体,

ἀλλήλων·4 τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·

此举便成了它们的食粮与生计;

κεῖναι δʼ εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,

当它们成群结队巡游大海,

ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης

寻求蔽日的岩石、

790

διζόμεναι κευθμῶνας ὑποβρυχίην τʼ ἀλεωρήν,

海底的深穴或水下的庇护所时,

πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.

整片苍灰的安菲特里忒(海面)皆化作雪白。

ὡς δʼ ὁπότʼ εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν

正如当西风那迅猛之力以雪花遮覆广袤平原之时,

ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης

全然不见幽暗大地的踪迹,

κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλʼ ἄρα πᾶσα

一切皆被层层堆积的白雪所覆盖;

795

ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται·

彼时波塞冬的田野亦是如此,

ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι

充塞着无边无际的鱼群,

φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.

泛出一片银白光芒。

语法注4 条
  1. 1.738αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν

    由动词 ἔδεκτο(或顺接 ὄλισθον 的动向)所统辖的路径对格(或同族对格),受后文关系副词 ἔνθεν(“从何处”)修饰,表“沿着原先出生时滑脱而出的同一入口、同一路径”。

  2. 1.762ἔστι δʼ ὅσʼ

    非人称存在句 ἔστιν ὅσα(惯用语,“亦有些事物……”)。后文的 ὄστρεα δὴ σύμπαντα(“一切贝类”)作为 ὅσα 的同位语/具体说明成分,构成全句的逻辑主语。

  3. 1.767ὀλιγηπελὲς ἔθνος / οὔτινος ἐκγεγάασιν

    依据语义的一致(constructio ad sensum):中性单数集合名词 ὀλιγηπελὲς ἔθνος 配搭了复数第三人称动词 ἐκγεγάασιν,着眼于构成鱼群的个体而非单数语法形式。

  4. 1.786κεῖναι δὲ δέμας περιλιχμάζουσιν / ἀλλήλων

    δέμας 为及物动词 περιλιχμάζουσιν 的直接宾语(单数对格作集合用法),受所有属格 ἀλλήλων 修饰,表达“它们互相舔舐彼此的身体”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.727-1.797