← 奥皮安

捕鱼歌

§1.73-1.143

向海神祈愿与依生息环境分类的鱼族

诗人祈求海神与缪斯的庇佑,感慨大海超越凡人度量的辽阔深远,并依照沙滩、泥滩、海藻丛、入海口及岩礁等不同生息环境,详述了各类鱼族的分布与习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
73

ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων

然而,愿在咸水之路上掌权的宽广统治者、

εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα

执掌大地的克罗诺斯之子垂怜于我,

75

αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης

愿大海女神自身,

δαίμονες, ὑμετέρας τʼ ἀγέλας καὶ ἁλίτροφα φῦλα

以及居住在喧嚣大海中的众神灵,

εἰπέμεν αἰνήσαιτε·1 σὺ δʼ ἰθύνειας ἕκαστα,

应允我陈述你们的群落与咸水所育的族类;而尊崇的女神啊,

πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος

愿你指引各项事由,

θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.

为全境君王之父与子备下你这诗歌的欣悦赠礼。

80

μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου

确实,有无数且难以穷尽的族类在海的深渊中游动漂浮;

ἐμφέρεται πλώοντα· τὰ δʼ οὔ κέ τις ἐξονομήναι

没有人能确凿无误地尽数其名,

ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·

因为无人曾抵达大海的尽头;

ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα

然而凡人所知晓并亲眼目睹的安菲特里忒之域,

ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.

至多不过三百浔之深。

85

πολλὰ δʼ (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα)

大海辽阔无际且深不可测,故而有诸多隐匿之物,

κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο

凡人绝无法讲述那些杳不可见的存在;

θνητὸς ἐών·2 ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.

有语人类的心智与力量终究微薄。

οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην

因为我绝不认为,盐水所滋养的群落与族类,

παυροτέρας ἀγέλας οὔτʼ ἔθνεα μείονα φέρβειν.

会少于广育万物的陆地。

90

ἀλλʼ εἴτʼ ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη

然而究竟是二者所育相当,

εἴθʼ ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,

抑或其中一方更胜一筹,唯有众神能明断;

ἡμεῖς δʼ ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.

而我们则当依凡人的理解提出衡量。

ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης

鱼类的种类、习性以及咸水之道皆各有分别,

κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·

并非所有游水之族都享用相同的牧场。

95

οἱ μὲν γὰρ χθαμαλοῖσι παρʼ αἰγιαλοῖσι νέμονται,

有些鱼在平缓的海岸边巡游,

ψάμμον ἐρεπτόμενοι καὶ ὅσʼ ἐν ψαμάθοισι φύονται,

啄食沙子以及沙中生长之物:海马、

ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τʼ ἐρυθῖνοι

敏捷的鲂鮄、黄色的赤鲷、

καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι

琴鱼、红鲻、弱小的黑尾鱼,

τραχούρων τʼ ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι

还有竹荚鱼群、鳎鱼、扁尾的脆弱带鱼,

100

ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,

以及斑驳的软口鱼,还有鲐鱼、

σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.

鲤鱼以及喜爱海滩的诸类。

ἄλλοι δʼ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης

另有一些则在泥泞与海的浅滩中觅食:

φέρβονται, βατίδες τε βοῶν θʼ ὑπέροπλα γένεθλα

鳐鱼、凶横的牛鱼一族、带来剧痛的刺魟,

τρυγών τʼ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,

以及名副其实的电鳐,还有比目鱼、

105

ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τʼ ὀνίσκων

卡拉利亚斯鱼、小红娘鱼、海蟑螂之属、

σαῦροί τε σκέπανοί τε καὶ ὅσσʼ ἐνιτέτροφε πηλοῖς.

蜥鱼、遮蔽鱼,以及凡在泥中生长的一切。

θῖνα δʼ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι

沿着长满海草的滩头,在葱绿的水生植物之下,

βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδʼ ἀθερῖναι

食草的有鬃鲷、山羊鱼、

καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε

银汉鱼、苦鲕、鲇鳚、鲷鱼以及两种牛目鲷,

110

βῶκες ὅσοις τʼ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.

还有其他凡喜在海草周围觅食的种类。

Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,

此外,鲻鱼与乌鱼,咸水中最守信正义的族类,

λάβρακές τʼ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες

以及鲈鱼、勇猛的鲹鱼、作声的石首鱼、

πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον

幼鲣、康吉鳗,还有人们称之为滑溜鱼的,

γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν

始终居住在与河流或湖泊为邻的咸水之中,

115

ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,

在那里甜美的水减缓了盐水的咸涩,

πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,

陆地上被旋涡卷下的丰厚泥浆汇入其中;

ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται

它们在那里寻得诱人的食饵,

φορβὴν ἱμερτὴν γλυκερῇ θʼ ἁλὶ πιαίνονται.

并在宜人的咸水中日渐肥美。

λάβραξ δʼ οὐδʼ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,

鲈鱼甚至不逗留于河流之外,

120

ἐκ δʼ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ

反而从咸水逆流游入入海口;

ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.

而鳗鱼则从河流游入大海的平坦岩盘。

πέτραι δʼ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι

环海的礁石姿态万千:有些被海藻浸润,

φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·

四周生满茂密的苔藓;斑鲈、

τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι

彩虹热带鱼、广口鱼,

125

φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι

以及与它们同行的斑背沙丁鱼、纤细的绿锦鱼、

καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θʼ ἁλιῆες

藻鱼,还有渔人们以具有妇人之心的男子之名相称的鱼,

ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.

皆在此觅食。

ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης

另有一些则是临近沙质海域的低矮嶙峋岩石,

λεπράδες, ἅς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι

卷鲻、猪鱼、蛇头鱼、

130

ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.

磨鱼以及玫瑰色的红鲻一族游弋其间。

ἄλλαι δʼ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα

还有一些礁石以绿草覆其湿润的额头,

πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν

白条鲷居于其上,还有石首鱼、

χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,

青铜鱼,因黝黑肤色得名的渡鸦鱼,

καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις

以及鹦嘴鱼,

135

φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν

它在所有无声的鱼类中独能发出湿润的鸣叫,

ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις

且是唯一能将食物反刍回口中、

δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.3

如同绵羊般再次咀嚼食物以进食的鱼。

Ὅσσαι δʼ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,

至于那些布满蛤蜊或笠螺、

ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,

其内有可供鱼儿钻入之穴室与凹洞的岩石,赤鲷、

140

τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι

不知羞耻的野生赤鲷、长尾鱼、

κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ

贪食鱼、凶残的油鳗、蜥鱼,

μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,

以及迟迟方死的石斑鱼一族留居于此,

οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι4

它们在陆地上停留的时间,远超所有其他族类。

语法注4 条
  1. 1.77εἰπέμεν αἰνήσαιτε

    希求式 αἰνήσαιτε 表达祈愿,与前文的 ἱλήκοις 并列;动词 αἰνέω 后接不定式 εἰπέμεν,意为“应允、许诺(陈述)”。

  2. 1.86τά κεν οὔ τις ἀείδελα μυθήσαιτο / θνητὸς ἐών

    带小词 κεν 的希求式 μυθήσαιτο 表示潜在或不可能(“无人能够述说”)。形容词中性复数宾格 ἀείδελα 作述语性补语或具有状语性质,意为“在肉眼难见的状态下/作为不见之物”。

  3. 1.137μήλοισιν ἀναπτύσσων ἴσα φορβήν

    ἴσα 作副词用,支配与格 μήλοισιν,意为“如同绵羊一般”。动词 ἀναπτύσσω 在此用于描述反刍的特殊生物学现象(“反刍/吐回食物”),以 φορβήν 为其直接宾语。

  4. 1.143οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι

    副词 περίαλλα 支配比较属格 πάντων,意为“在万物之中尤甚/远超一切”。短语 κατὰ χθόνα δηθύνουσι 意为“在陆地上长时间停留”(下接次行的 ζωοί,指鱼出水后在陆上仍能久活)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.73-1.143