- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.1-1.72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人向皇帝安东尼努斯题献此诗,宣布将讲述海洋生灵与捕鱼之术;在对比了陆地走兽与飞鸟狩猎的安逸与渔人所冒的险恶劳苦之后,进而描绘了专为帝王准备的安稳而愉悦的垂钓之乐。
ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας
大地至高无上的君王安东尼努斯啊,
παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης,
我将向你陈述大海的各族,
ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε·
以及各类游水生物广袤分散的阵列,安菲特里忒所生的游动族类:
ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θʼ ἕκαστα
凡是拥有波涛涌溢之域的,
ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας
它们各自在何处栖息,它们水中的结合与水中的繁殖,
καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας
鱼类的生存、怨恨与爱意,
καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνηςκερδαλέης, ὅσα φῶτες ἐπʼ ἰχθύσι μητίσαντο
以及它们的智谋;还有捕捞这一获利技艺之千般机巧,
ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν
即凡人针对难测之鱼所构想的一切手段。他们怀着果敢之心航行于莫测的大海之上,
τολμηρῇ κραδίῃ, κατὰ δʼ ἔδρακον1 οὐκ ἐπίοπτα
窥见人眼难以洞察的深渊,
βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο
并凭借技艺,
δαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτον
这些神奇的人划分了咸水的疆界。 山中所育的野猪与巨熊,猎人能当面得见,
θηρητὴρ ὁράᾳ τε καὶ ἀντιόωντα δοκεύει
并公然注视着迎面而来的猛兽,
ἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι·
无论是从远处投掷,还是自近处将其降服。
ἄμφω δʼ ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρ
兽与人皆安全地在大地上搏斗,
μάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆες
作为同伴与向导的猎犬指示着野兽的踪迹,
κνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακτας
将主人直接引向兽穴,
εὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται.
并在近旁紧随相助。
οὐδʼ ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη
因此,凛冬对他们而言并非莫大的恐惧,
φλέγμα φέρει·2 πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶ
盛夏亦不带来狂热的焦灼;
λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης
因为猎手拥有诸多庇护之所:阴翳的树丛、
αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατʼ ὄρεσφινἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν
山脊以及天然岩石筑顶的洞窟;还有诸多自山峦奔流而下的银色溪流,
ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροιςποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι3
长流不息地化解干渴并供给沐浴。溪流之畔低伏的青草葱翠繁茂,
εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι
成为劳顿之后安享酣眠的柔软卧榻,
ὕλης ἀγρονόμοιο, τά τʼ οὔρεσι πολλὰ φύονται.
亦可品尝山林牧野按季生长的诸多产物。
τερπωλὴ δʼ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.
伴随狩猎的欢愉,远甚于其所付出的汗水。
ὅσσοι δʼ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,
凡向飞鸟设下毁灭者,
ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·
对其而言猎物亦属易得且历历在目;因为有些鸟雀,
τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς
他们趁其在巢中酣睡时暗中捕获,
κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·
另一些则用涂胶的芦苇将其拽下,
οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ
更有鸟雀在寻觅栖息之所时,
εὐνῆς χρηΐζοντες, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν.
自己跌入织制宽广的罗网,遭遇了不悦的归宿。
τλησιπόνοις δʼ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,
然而对于历经艰辛的渔人而言,苦役没有定数,
ἐλπὶς δʼ οὐ σταθερὴ σαίνει φρένας ἠΰτʼ ὄνειρος·
不定的希望如梦幻般抚慰着他们的心。
οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,
因为他们并非在稳固的大地上劳作,
ἀλλʼ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι
而是始终在冰冷且暴烈汹涌的水波中颠簸,
ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι
这水波纵自陆上望去亦令人胆战心惊,
δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·
单是用双眼去经历便是一场考验。
δούρασι δʼ ἐν βαιοῖσιν ἀελλάων θεράποντες
他们乘坐于单薄的木船上,
πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,
沦为暴风的仆役,流转漂泊,性命时刻悬于波涛之上,
αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,
始终窥视着阴翳的乌云,
αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·
始终畏惧着变黑的盐水航道。
οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τινʼ ὄμβρων
他们既无阻挡游荡风暴的遮蔽,亦无抵御暴雨的力量,
ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.
更无化解盛夏烈日焦灼的盾牌。
πρὸς δʼ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνηςκήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,
不仅如此,他们还战栗于可怕深水之中难以逼视的骇人巨怪,
εὖτʼ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·
当他们穿行于水下大海的幽深隐秘之处时,海兽便迎面而来。
οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει
没有猎犬为捕鱼人指引水上的道路,
ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·
因为游动者的足迹杳不可见。
οὐδʼ οἵ γʼ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης
他们亦看不见那鱼会从何处接近以成为猎物,
ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·4
因为鱼儿所行的并非单一的固定路径。
θριξὶ δʼ ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ
他们唯有将力量寄托于脆弱的马鬃、
χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν.
倒折的青铜钩尖、芦竿以及亚麻线之中。
οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κʼ ἐθέλῃσθα
然而,你若意欲取乐,绝不会欠缺欢欣;
τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.
王者的狩猎乃是甜美之事。
νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,
一艘接榫严密、坐板坚固、轻盈绝伦的舟船,
αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,
健壮的青年用急促的双桨将其划动,
νῶτον ἁλὸς θείνοντες· ὁ δʼ ἐν πρύμνῃσιν ἄριστος
拍击着大海的脊背;而船尾最卓越的舵手,
ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα
坚定无误地引导着毫无瑕疵的船只,
χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·
驶向开阔平缓、泛着紫红波光的水面。
ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα
在那里,无数前来就食的鱼族正受喂养,
φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ
侍从们始终照料着它们,以丰盛的食饵催其肥美,
πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης
为你,福祐的君王,以及你那威名赫赫的皇子,
σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.
备下了一群最现成的猎物、狩猎的牧群。
αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις
你随即自手中将编织精良的钓线抛入咸水,
ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ
迎面而来的鱼儿迅速将青铜钩尖吞入口中,
ἰχθὺς ἀντιάσας, τάχα δʼ ἕλκεται ἐκ βασιλῆος
转瞬之间便毫不抗拒地被君王拉起;
οὐκ ἀέκων, σέο δʼ ἦτορ ἰαίνεται, ὄρχαμε γαίης·
大地的统治者啊,你的心神为之欣悦。
πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι
因为看见那受缚的鱼儿跃动翻滚,
παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.
对于双目与心灵而言皆是莫大的愉悦。
- 1.10κατὰ δʼ ἔδρακον
复合动词 καταδέρκομαι(κατά + δέρκομαι,不定过去时形式 ἔδρακον)的分离(tmesis)构式,前缀介词 κατά 与动词本体 ἔδρακον 被连词 δέ 所隔开。
- 1.19οὐδʼ ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη φλέγμα φέρει
重叠否定构成的否定强调。连词 οὐδέ 引出整句,其后各分句主语分别由 οὐ(修饰 χεῖμα)和 οὐ μέν(修饰 ὀπώρη)引导,表达陆上猎手既不畏惧严冬,亦不受盛夏酷暑所折磨。
- 1.25μαλακὴ κλίσις ὕπνον ἑλέσθαι
名词短语 μαλακὴ κλίσις(柔软的卧榻)作为主语 ποῖαι χθαμαλαί(低伏的草)的同位语或述语。不定式 ὕπνον ἑλέσθαι 起目的或说明性(epexegetic)作用,表示卧榻的功用(“取睡的柔软卧榻”)。
- 1.52οὐδʼ οἵ γʼ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς
主语 ἰχθύς 显著的后置(hyperbaton)。间接疑问句 ὅπῃ ... ἵξεται 以及分词 ἀντιάσας 的逻辑主语 ἰχθύς,被推迟至插入说明句 οὐ γάρ τι μίην ὁδὸν ἔρχεται 的末尾。属格 ἄγρης 由分词 ἀντιάσας 所支配(意为“遭遇成为猎物”)。
