← 奥皮安

捕鱼歌

§1.144-1.217

深海岩礁与远海各类鱼类的习性

本节描绘了潜藏于深渊石穴的鱼类、能登岸的外宿鱼、栖息于岩沙之间的鱼类,以及远海游弋的金枪鱼群、与船同行的领航鱼和吸盘鱼的习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
144

ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.

即便被铁刃切断,它们仍在残喘挣扎。

145

ἄλλοι δʼ ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι

另有一些鱼潜伏于深渊底部的穴洞之中:

φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,

羊鱼、肝鱼与显目鱼,它们体形强健庞大,

ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα

游动时却步态迟缓地爬行。

εἱλεῦνται· τὸ καὶ οὔποθʼ ἑὴν λείπουσι χαράδρην,1

因此它们绝不离开自己的石缝,

ἀλλʼ αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,

只在那幽深角落旁埋伏,伺机袭击任何接近者,

150

χειροτέροις ἀΐδηλον ἐπʼ ἰχθύσι πότμον ἄγοντες·

给弱小的鱼类带来不可见的毁灭。

ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὅς περὶ πάντων

在它们之中也包括驴鱼,

πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,

它最畏惧秋季犬星凛冽的呼啸,

μίμνει δʼ ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν

蜷缩在阴暗的角落里,

ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.

只要凶残的星宿仍在吹袭,它便绝不外出。

155

ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς,

有一种喜爱海水冲刷之礁石的鱼,

ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,

外观呈黄色,体态酷似鲻鱼,

τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,

有语凡人中有人称其为阿多尼斯,

ἄλλοι δʼ ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας

另有人称其为外宿鱼,

ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δʼ ἐπὶ χέρσον ἀμείβει,

因为在凡是拥有鳃即口部褶皱的族类中,

160

ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.2

唯有它将卧榻设在咸水之外,独自移步陆地。

εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,

每当风平浪静平息了碧海的风浪时,

αὐτὰρ ὅ γʼ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,

它便乘着奔涌的海浪冲上礁石,

πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.

舒展身躯安享宁静的睡眠。

ὀρνίθων δʼ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι

然而它畏惧海鸟一族,

165

δυσμενέες· τῶν ἤν τινʼ ἐσαθρήσῃ πελάσαντα,

海鸟乃是其天敌;若见有海鸟临近,

πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου

它便如舞者般跃动翻滚,

προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.

直到海浪将其从礁石上冲卷滚落,把它拯救出来。

οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,

还有一些鱼在礁石与沙地间兼食:

ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες

因其华美得名的金头鲷、海龙、

170

σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,

塌鼻鱼、灰鱼,强健的齿鲷,

σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε

疾突的蝎子鱼之二种,修长的梭子鱼之二种,

σφύραιναι δολιχαὶ ῥαφίδες θʼ ἅμα τῇσιν ἀραιαί·

以及与它们同行的纤细针鱼;

ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι

其间还有刺鲷与轻灵翻腾的虾虎鱼;

κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων

其间更有凶悍的鼠鱼一族,

175

θαρσαλέοι νεπόδων καί τʼ ἀνδράσιν ἀντιφέρονται,

在所有游水生物中最为骁勇,

οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα

虽身躯微小却敢于直面人类;

ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,

它们尤为倚仗坚韧的表皮与内里密布的利齿,

ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.

与比自身更强大的鱼类及人类搏斗。

οἱ δʼ ἐν ἁμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,

另有一些鱼漫游在浩瀚无垠的远海,

180

τηλοῦ ἀπὸ τραφερῆς οὐδʼ ᾐόσιν εἰσὶν ἑταῖροι,

远离干燥陆地,绝不与海岸为伴:

θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,

迅猛突进的吞拿鱼,

κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδʼ ὑπέροπλος

在鱼类中其冲劲无与伦比且最为敏捷,名副其实的剑鱼,

ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,

傲岸的巨鲔一族、普雷玛鱼、

καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.

库贝亚鱼,鲐鱼、短棒鱼与鲯鳅之后裔。

185

ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς·

在它们之中还有名副其实的美鱼——圣鱼;

ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται

其间更有领航鱼漫游,水手对其敬畏有加,

ἅζονται, πομπῇ δʼ ἐπεφήμισαν οὔνομα νηῶν·

并依其导引船只之举为之命名。

ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις

因为它们对行于水上的舟楫欢喜非常,

ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος

作为结伴的导引者相随而行,

190

ἀμφιπερισκαίροντες ἐΰξυγον ἅρμα θαλάσσης

自各处在坚实的海上车驾周围跳跃,

τοίχους τʼ ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ

环绕两侧船舷与艉舵的缰绳,

οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·

另一些则聚集在船首。

οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλʼ ὑπὸ δεσμῷ

你甚至不会说它们的航行是出于自愿,

φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν

倒会以为它们被拘禁在坚固铆钉的船板之下,

195

ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι.3

身不由己地被必然之势强行拖曳:

τόσσον ἔρως γλαφυρῇσιν ἐφʼ ὁλκάσιν ἑσμὸν ἀγείρει.

对深阔商船的眷恋竟聚拢了如此庞大的鱼群。

οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τινʼ ἄνδρα

正如同护送护城之王或佩戴新编嫩枝冠冕的获胜勇士,

ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,

孩童、

παῖδές τʼ ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες

青年与壮汉相随左右,

200

ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται,

将他引回府邸,成群相随直至他迈过殿宇坚固的门槛;

εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·ὣς οἵ γʼ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,

它们亦如此始终紧随疾驰的舟楫,

ὄφρʼ οὔτις γαίης ἐλάει φόβος· ἀλλʼ ὅτε χέρσον

只要对大地的畏惧未曾将其驱散。

φράσσωνται, τραφερὴν δὲ μέγʼ ἐχθαίρουσιν ἄρουραν,αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης

然而一旦察觉到陆地——它们极度厌恶干燥的土地——便成群结队再次折返,

πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.

如自折返柱前一般纷纷跃开,不再伴随船只。

σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης

当水手看见同行者离去,

ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.

这便是靠近陆地的确凿征兆。

πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ

领航鱼啊,航海中备受尊崇者,

210

εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας·

人们由你推知温和的风息将至;

εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.

因为你在晴朗中启航,亦展现出晴和的征兆。

καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·

而在深海之中,

ἡ δʼ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δʼ ἰσόπηχυς,

吸盘鱼亦同样是结伴的同道:它看似修长,

χροιὴ δʼ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν

身长约有一肘,色如烟灰,

215

εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε

形似鳗鱼,头部下方的尖锐之口向下弯曲,

καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.

如同环形鱼钩的尖芒。

θαῦμα δʼ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο

人们亦觉察到了滑溜吸盘鱼的奇观。

语法注3 条
  1. 1.148τὸ καὶ οὔποθʼ ἑὴν λείπουσι χαράδρην

    中性宾格代词 τὸ 在此作副词性用法,意为“因此/由此”(propterea),引出承接前文迟缓步态(νωθροὶ δὲ κέλευθα εἱλεῦνται)的结论。小词 καί 起强调结果的作用。

  2. 1.159μοῦνος δʼ ἐπὶ χέρσον ἀμείβει, ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν

    由关系代词 ὅσσοι 引导的从句限定了未明确写出的普遍先行词(全体鱼类),与主句的 μοῦνος 构成对比(“凡拥有……的一切生物中唯一者”)。句中的 στόματος πτύχας 是对 βράγχη(鳃)的同格解释语。

  3. 1.193οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλʼ ὑπὸ δεσμῷ φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι

    带有 κεν 的潜在希求法第二人称单数 φαίης(“你会说/人当会说”)构成全句骨干,统领宾格不定式结构。前半句省略了不定式 εἶναι(κείνων πλόον [εἶναι] αὐτόμολον);ἀλλά 之后则由被动不定式 ἄγεσθαι 统领,其逻辑主语由宾格分词与形容词 ἐνισχομένους, ἑλκομένους, ἀέκοντας 所修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.144-1.217