← 奥皮安

捕鱼歌

§1.654-1.726

海兽与陆生动物的抚育与亲子之爱

诗人描绘了海豚与海豹哺乳育幼、传授生存之道的深厚母爱,并由此推及整个动物界对后代普遍而强烈的护佑之情,列举了雄狮奋不顾身御敌、母犬护崽及母牛失犊哀鸣等生动例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
654

εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,

盖因当阵痛带来的双生幼崽降临人世之际,

655

αὐτίχʼ ὁμοῦ τʼ ἐγένοντο1 περὶ σφετέρην τε τεκοῦσαν

它们甫一降生便环游在母亲身旁跳跃嬉戏,

νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων

钻入她的齿间,

εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν·

留连在母亲口中;

ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ

而她满怀温情地容纳它们,围绕着孩子盘旋,

στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.

神采奕奕,欣喜若狂。

660

μαζὸν δʼ ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ,2

她向二者各提供一只乳房,

θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων

让它们吸吮甘甜的乳汁;因为神灵赐予了她乳汁,

καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.

以及犹如人类妇人般的乳房结构。

τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν·

彼时,她便忙于这般的哺育;

ἀλλʼ ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι

但当幼崽们精力渐长之时,母亲便立刻作为向导,

665

μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης

与热切的幼兽一同踏上猎捕之途,

ἱεμένοις θήρην τε διδάσκεται3 ἰχθυόεσσαν,

教授它们捕鱼之术;

οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδʼ ἀπολείπει,

在它们的肢体与勇力成熟完备之前,

πρίν γʼ ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,

母亲绝不远离孩儿,亦不将其遗弃,

ἀλλʼ αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.

而是作为监护防卫者始终紧随在侧。

670

οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο

那时,若你在宜人的微风或风平浪静中航行,

τερπωλήν τʼ ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαιαὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ

望见那俊美的海豚群——这咸水之中的宠儿时,

δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·

你心中该会领略何等的奇观与赏心悦目的愉悦啊!

οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι

前方的年轻后辈宛如未婚少年般簇拥前行,

675

ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο

变幻着阵型,

κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·

犹如回旋起伏的曼妙圆舞;

τοὶ δʼ ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδʼ ἀπάτερθεν

而巨大挺拔的双亲则紧随其后,不离幼仔左右,

ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθʼ ἁπαλοῖσι

宛若护卫之军,

φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.

正如春日里牧人跟随在吃草的娇嫩羊羔之后。

680

ὡς δʼ ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν

又正如当学童们成群结队离开文教之所时,

ἀθρόοι, οἱ δʼ ἄρʼ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται

作为监护的长者紧随其后,

αἰδοῦς τε πραπίδων τε νόου τʼ ἐπιτιμητῆρες

教导他们礼仪、

πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·

明智与理智——盖因年迈使人归于正直;

ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες

海豚父母亦是如此伴随在幼崽身旁,

685

ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ.

以免它们遭遇任何不测之祸。

ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·

不仅如此,海豹抚育后代亦丝毫不逊色;

καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος

盖因她亦有乳房,

εἰσὶ ῥοαί· τῇ δʼ οὔτι μετʼ οἴδμασιν ἀλλʼ ἐπὶ χέρσου

乳房中有乳汁流淌。然而对她而言,腹中沉重的负荷、

λύετʼ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·

适时的阵痛并非消解于波涛之中,

690

μίμνει δʼ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν

而是当她登上陆地之时;

αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ

她在陆地上与幼崽一同停留整整十二日;及至第十三日拂晓,

σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,

她臂抱壮实的幼崽潜入海中,

παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.

为孩儿而骄傲,仿佛指引它们认清故土。

ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα

正如一位妇人在异乡生下孩子后,

695

ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει,

满心欢喜地归返故土与家园,

παῖδα δʼ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,

整日将孩子抱在怀中,展示着房屋这一母亲的领地,

δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,

怀着无尽的喜悦慈爱抚弄;

τερπωλὴν ἀκόρεστον· ὁ δʼ οὐ φρονέων περ ἕκαστα

婴儿虽尚不明事理,却睁大双眼打量着一切,

παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·

无论是厅堂还是父母往昔的居所;

700

ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ

那海中巨兽亦如此将自己的幼崽领入大海,

ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.

向它们昭示海洋的造化。

δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονται

诸神啊,可见孩子之受挚爱、

φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,

甘美甚于光明与生命,绝非仅存于人类之中;

ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν

即便在飞鸟、

705

ἰχθύσι τʼ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος

残忍的野兽与嗜肉的游鱼之中,

ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ

亦深植着一种难以抑制的、天生强烈的爱子之情;

καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα

为了孩儿,它们甘愿舍命,

πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.

毫无怨尤地承受一切悲苦之恶。

ἤδη τις κατʼ ὄρεσφιν ἐριβρύχην ἐνόησε

在山岭之间,

710

θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα,

已有猎人曾目睹一头怒吼的雄狮昂然立于幼崽之上,

μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδʼ ὅ γε πυκνῆς

为自己的后代奋勇拼杀;

χερμάδος ἱπταμένης οὐδʼ αἰγανέης ἀλεγίζει,

它全不在意密如雨下的飞石与标枪,

ἀλλʼ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,

纵然被各类投掷物击中并撕裂,

βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·

却依然保持着无畏的胆识与威势;

715

οὐδʼ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλʼ ἐπὶ παισὶν

在咽气之前绝不退缩,纵已半死仍挺身护于幼崽身前;

ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιοτόσσον, ὅσον μὴ παῖδας ὑπʼ ἀγρευτῆρσιν ἰδέσθαι4

它对自身死难的关切,

ἑρχθέντας θήρειον ὑπʼ αὐτοκμῆτα καλιήν.

远不及对自己目睹孩子在自筑的天然兽穴中被猎人困捕的担忧。

ἤδη δʼ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ

又如,当牧人走近刚分娩的母犬那抚育幼崽的卧榻时,

720

ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος,

即便往昔曾是旧交,

χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,

亦畏惧母亲吠叫的怒火而退避——母犬为了幼崽何等戒备,

οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τινʼ αἰδῶ

不知敬畏为何物,

γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.

对一切接近者皆成为可怕的存在!

οἷον δʼ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι

又正如母亲们因被拖走的牛犊而悲痛欲绝,

725

μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι

发出的哀鸣丝毫不逊于妇人的号哭,

κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.

令牧人自己亦感同身受、一同悲伤。

语法注4 条
  1. 1.655αὐτίχʼ ὁμοῦ τʼ ἐγένοντο

    副词 αὐτίκα 与 ὁμοῦ ... τε(功能相当于 ἅμα ... καί)组合,构成“一经降生便立刻……”的习用时间表达。呼应前面的时间从句 εὖτε ... ἔλθῃ,不定过去时 ἐγένοντο 表示瞬间动作的发生,随后自然衔接描述性的现在时动词(σκαίρουσι 等)。

  2. 1.660οἷον ἑκάστῳ

    单数宾格 μαζόν 的分配性副次谓语表述,意为“(两只乳房)各供其一”。反映了海豚具有两个乳裂、恰好供双生幼崽各哺一处的解剖与生态观察。

  3. 1.666διδάσκεται

    动词 διδάσκω 的中动语态,既可理解为间接中动(“为自己之目的而亲自教授”),亦可在后古典希腊诗歌中直接等同于主动语态作及物动词(“教授、训练”)。

  4. 1.717τόσσον, ὅσον μὴ παῖδας ὑπʼ ἀγρευτῆρσιν ἰδέσθαι

    由相关词 τόσσον, ὅσον 后接否定词 μή 及不定式 ἰδέσθαι 构成的比较限定结构。否定词修饰不定式从句(“不愿见到孩儿……”),表示雄狮对自身死难的关切,远不及为了不看到幼崽落入猎人之手所倾注的心力,起到了强烈的衬托与强调作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.654-1.726