← 奥皮安

捕鱼歌

§1.581-1.653

鱼类的产卵周期、黑海回游与卵胎生之别

本节记叙了鱼类的生殖器官与各异的繁殖周期,以鹤群迁徙为喻描写了卵生鱼类远游黑海产卵及秋日折返的壮观迁徙,并区分了卵生与胎生生物,赞颂了海豚源自人类的神圣天性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
581

μήδεά τʼ ἀνδρομέοισι πανείκελα καρτύνονται·

它们生就与人类完全相同的生殖之器;

οὐδʼ αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω

雄性的交接之孔并非始终可见,而是藏于体内,

κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.

待到交媾所需时方才伸出体外。

τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.

鱼类之间的情爱与卧榻便是如此。

585

ἄλλος δʼ ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ,

各类鱼在不同的季节渴望交合,

καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,

并繁衍后代:对有些鱼而言是夏日,对有些而言是寒冬,

τοῖς δʼ ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.

对有些而言则是春天或消逝的暮夏宣告生产。

καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην

大多数鱼类在一年之中仅经历一次产卵之劳苦,

οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·

而海鲈则两度蒙受生育女神带来的沉重负担;

590

τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι·1

红鲣顾名思义经历三度繁育;

σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·

鲉鱼则承受四度阵痛的飞矢;

πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·

唯有鲤鱼拥有五度生产;

οἴου δʼ οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,

然而据说唯独鳕鱼的繁殖从未被人窥知,

ἀλλʼ ἔτι τοῦτʼ ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.

在人类之中这至今仍是一个未解的谜团。

595

Εὖτʼ ἂν δʼ εἰαρινοῖο περιπλήθωσι γόνοιο

当卵生鱼类充满春日的繁育之物时,

ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι

有的安然驻留在各自的居所;

εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·

但许多鱼类汇聚在一起,

πολλοὶ δʼ ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται

踏上共同的旅程前往黑海,

Εὔξεινον μετὰ πόντον, ἵνʼ αὐτόθι τέκνα τέκωνται.

以便在那里产下后代。

600

κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης

盖因在所有的安菲特里忒海域中,

κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν

黑海的海湾最为甜美甘醇,

ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τʼ ἐπιωγαί·

得享无数丰沛水源的江河灌溉,并有着平缓多沙的避风海港;

ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ

海湾之内草场肥美,

πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες

海岸不起波浪,岩洞凹陷,淤泥隐所众多,

605

ἄκραι τε σκιεραὶ καὶ ὅσʼ ἰχθύσι φίλτατʼ ἔασιν·

岬角幽暗成荫,凡是鱼类最喜之物尽皆齐备;

ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα

在其间既无残暴的巨兽,

ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι

亦无任何给游鱼招致灭亡的祸患滋生,

δυσμενέες γεγάασιν ἐπʼ ἰχθύσι βαιοτέροισιν

亦无那些对弱小鱼类怀有敌意之物——既无章鱼的触足,

ὁλκοὶ πουλυπόδων οὐδʼ ἀστακοὶ οὐδὲ πάγουροι·

亦无龙虾,亦无螃蟹;

610

παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ

海豚数量稀少,且在巨鲸海兽的族类中亦属弱小,

κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.

漫游其间全无害意。

τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ

因此那方水域对鱼类而言极其可人,

ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.

它们万分急切地游往彼处。

στέλλονται δʼ ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος

它们尽皆成群结队地启程,自四面八方聚为一体,

615

εἰς ἕν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος

大家共有一条路径、

πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.

一次护送与奔涌,以及回程时的一致冲动。

Θρηΐκιον δʼ ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι

品类繁多的鱼群穿过色雷斯的博斯普鲁斯海峡,

ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου

掠过贝布律客亚的咸水,

στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.

穿过狭窄的黑海之口,完成跨越安菲特里忒的漫长航程。

620

ὡς δʼ ὅτʼ ἀπʼ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων

正如从埃塞俄比亚和埃及的河川中,

ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,

高飞且声震长空的鹤群飞来,

Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαιΠυγμαίων τʼ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·2

逃离阿特拉斯的积雪严寒以及孱弱俾格米人的无力族类;

τῇσι δʼ ἄρʼ ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ

当它们排成队列飞行时,宽广的群阵遮蔽了天空,

625

ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν·ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες

保持着连绵不绝的行列;当时,

Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα

海中千百种部族的方阵亦如此劈开黑海的巨浪。海面充盈泛滥,

πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,εἰσόκʼ ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι

在密集拍击的鱼鳍下阵阵颤动,

630

καὶ τόκον. ἀλλʼ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης,

直到它们急切地结束漫长的远征与生产。然而,当暮夏的限度逝去,

νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων

它们便记起返乡之路,

χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·

因为比别处更为阴冷的严冬迅疾压向那片漩涡翻卷的咸水;

οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετʼ ἀήταις,

盖因那里并非处处深不可测,

οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τʼ ὀλοοί τε.

极易被狂暴而毁灭的猛烈阵风所摧折。

635

τοὔνεκʼ ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης

因此,它们逃离这片亚马孙湖,

αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,

再次携着幼仔一同折返,

κίδνανται δʼ ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.

散入大海之中,各奔觅食养育之地。

ἀλλʼ ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τʼ ἀναίμων

然而,凡被称为软体之物、

ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα

肢体结构无血无骨之流,

640

ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι

以及凡被密集细鳞所遮覆、或为甲片硬鳞所防护的部族,

φρακτά, τὰ δʼ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·3

尽皆关乎产卵的阵痛。

ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα

但自贪婪的角鲨与鳐鱼、

κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων

凡称为软骨鱼类的部族、统领鱼类的王者海豚,

δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες

以及牛眼海豹那里,

645

ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν.4

幼崽一经出生便立刻肖似其双亲。

οἱ δʼ ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν

的确,凡居于海中、胎生幼崽者,

ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,

皆深爱并呵护其子嗣,

δελφίνων δʼ οὔπω τι θεώτερον ἄλλο τέτυκται·

但未曾有何物比海豚更为神圣;盖因它们从前实为人类,

ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας

曾与能言的人类同居城邑,

650

ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ

但依狄奥尼索斯的意旨,

πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντογυίοις· ἀλλʼ ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν

它们将居所换作大海,以鱼类的外貌裹覆肢体;

ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.

然而人类正直的灵魂至今仍在守护着它们的人性智识与作为。

语法注4 条
  1. 1.590τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι

    ἐπώνυμος(以……为名)在此作表语形容词,支配与格词组 τριγόνοισιν ... γονῇσι(三度繁育)。这在句法上表达了古人将红鲣(τρίγλη)的名字与“三次(τρίς)繁育(γόνος)”联系在一起的民间词源解释。

  2. 1.622Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι Πυγμαίων τʼ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα

    分词 φυγοῦσαι 支配两个并列的宾格宾语:Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα(阿特拉斯的积雪严寒)以及 Πυγμαίων ... γένεθλα(俾格米人的虚弱族类)。前置的介词短语 ἀπʼ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων 则作为出发点修饰主动词 ἔρχεται,描绘了鹤群在春季避开严冬与俾格米之战、向北迁飞的图景。

  3. 1.638ἀλλʼ ὅσα μὲν μαλάκεια φατίζεται ... τὰ δʼ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται

    这是一个主题化再起的破格句(anacoluthon):在以 ὅσα μὲν μαλάκεια φατίζεται... 开头的一系列长关系从句与并列名词短语之后,主句使用复指指示代词 τὰ δέ 作为主语重新统领全句。中动相动词 μέλονται(关涉、忙于)支配与格 ὠοφόροισιν ... ὠδῖσι。

  4. 1.642ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ... αὐτίκα παῖδες ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν

    主语为 παῖδες,句首由 ἐκ 引导的一长串属格短语(ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ... δελφίνων φώκης τε)指示其亲族来源。不及物动词 ἀνέχουσιν(显现、涌出)带有分词 ἐοικότες(肖似)及其与格补足语 οἷσι τοκεῦσιν(它们的双亲),指软骨鱼类与海洋哺乳类直接产下肖似亲代的胎生特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.581-1.653