- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.510-1.580
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在对比了鱼类的一夫多妻与一夫一妇之后,本段详述了鳗鲡由泥土化生的过程、海龟充满痛苦的交配、章鱼因交配和产卵而耗竭毙命的习性,以及陆生毒蛇与海生海鳝交配的奇特传说。
τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων·
享受欢愉,例如平鲷一族与赤红的隆头鱼;
τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,
有的则钟情并守候单一配偶,
κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.
如黑鲷与埃特纳鱼,绝不因多妻而欣喜。
ἀλλʼ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις
然而,对于鳗鲡、海龟、
οὔτʼ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ
章鱼以及黑海鳝而言,婚姻的结局并不相同,
μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν·1
它们有着非同寻常的卧榻宿命。
αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι
盖因鳗鲡如盘曲之物彼此纠缠翻滚,
ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ
重叠交织,扭动潮湿的身躯,
πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ
从它们身上淌下如泡沫般的汁液,
ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς
掩入沙中;淤泥纳受此物便怀孕,
δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς.
产下爬游的幼鳗群。
τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.
滑溜的康吉鳗亦是如此繁衍。
αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι
另一方面,海龟则极度战栗并厌恶自身的交配;
ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις
因为对它们而言,床榻之乐并不像其他生物那般惹人渴求,
τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·
它们承受着多得多的痛楚。
σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην,
雄龟体内有着极其坚硬的刺用以行阿佛洛狄忒之事,
ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.
那不可屈折的骨殖专为不悦的交合而磨砺。
τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τʼ ὀδοῦσιν
因此它们相遇靠近时彼此打斗,
ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,
用倒弯的利齿相互撕咬,雌龟避开残酷的交配,
αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δʼ ἀεκουσῶν
雄龟则欣然强求不情愿的雌龟之榻,
εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ
直至雄龟凭力量获胜,
νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,
将雌龟以被迫的情爱相束缚,
ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δʼ εὐνῆς
宛如战利品般的被俘女子。
ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·
陆地之犬与海中之龟的床榻之事相似,海豹亦然;
εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι
因为它们各自从后方持续交接极久,
ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ.
牢牢结合如同受索具捆绑。
πουλύποδος δʼ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος
至于章鱼,毁灭性的婚配与凄惨的灭亡交织在一起,
συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·
死亡与床榻的终局彼此重合。
οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδʼ ἀπολήγει,
它既不节制情欲,亦不止息,
πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος2 ἀδρανέοντα,
直到力量从软弱的肢体中尽数抽离,
αὐτὸς δʼ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται·
自己瘫倒在沙滩上虚弱毙命;因为凡是靠近相遇者皆以它为食,
πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,
怯弱的小蟹、
καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι
螃蟹以及其他鱼类——那些从前由它轻易潜行猎食之辈——皆来分食;
ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·
它受这些物类啄食,
τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,
即便尚且活着,亦只这般躺着,全不还手,
οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι.
任由被当成美餐分食,直至断气。
τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτʼ ὀλέθρῳ.
它便是在这等令人不悦的情爱灭亡中死去的。
ὣς δʼ αὔτως καὶ θῆλυς ὑπʼ ὠδίνων μογέουσα
同样地,雌章鱼亦在阵痛的劳苦中毙命;
ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις
因为它们的卵并不像其他水族那般独立脱落,
ὠὰ διαθρώσκουσιν, ἀρηρότα δʼ ἀλλήλοισι
而是如葡萄串般彼此黏连,
βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ.
极其艰难地穿过狭窄的管道。
τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρονπουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ
因此章鱼绝活不过一年的寿命;
αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.
盖因它们永远消亡于最可怖的交配与最可怖的产卵之中。
ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,
关于海鳝,流传着人尽皆知的传说,
ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ
谓有毒蛇与它婚配,它自身亦满心自愿地走出盐水,
πρόφρων, ἱμείρουσα παρʼ ἱμείροντα γάμοιο.
急欲与同样热望婚配者相会。
ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ
那狠毒的蝰蛇内受炽烈狂热的激发,
μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς
因情爱而狂暴,游移至海岸近旁;
πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,
它随即看中一块中空的岩石,
τῇ δʼ ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δʼ ὀδόντων
在其中呕吐出致命的剧毒,
ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,
从齿间吐净一切辛烈狂暴的毒汁、毁灭的财富,
ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.
以便温和宁静地前去赴约。
στὰς δʼ ἄρʼ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε
随后它立于拍岸的浪花之上,
κικλήσκων φιλότητα· θοῶς δʼ ἐσάκουσε κελαινὴ
嘶鸣出固有的声调呼唤情爱;黑海鳝迅疾听闻这鸣响,
ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ.
飞驰而来,快过飞矢。
ἡ μὲν ἄρʼ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου
它从海中探身伸展,
ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·
而毒蛇则自陆地踏入泛白的海浪之中;
ἄμφω δʼ ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτεσυμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα
二者急欲交合,碰撞在一处,
νύμφη φυσιόωσα· γάμῳ δʼ ἐπιγηθήσαντες
喘息的新娘大张其口接纳了蝰蛇的头部。欢庆完婚配之后,
ἡ μὲν ἁλὸς πάλιν εἶσι μετʼ ἤθεα, τὸν δʼ ἐπὶ χέρσον
它重返大海的旧所,
ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν
而毒蛇游动着爬回陆地,
λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.
重新将先前自齿间吐出的阴冷剧毒舐食入腹。
ἢν δʼ ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ,
然而,若它未能寻得那毒液——乃因过路的行人真切见到了它,
αὐτὰρ ὅ γʼ ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν
用湍急之水将毒液冲洗干净——它便在痛苦中翻滚扭动身躯,
λευγαλέοιο λάβῃσιν ἀνωΐστου θανάτοιο,
直至迎来悲惨而不虞的死亡宿命;
αἰδόμενος, ὅτʼ ἄναλκις ὅπλων γένεθʼ οἷς ἐπεποίθει,
它在失去所倚仗的武器而变得无力时,因身为蛇类而感到羞耻,
ἔμμενʼ ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.3
在岩石上将自己的身躯与那毒液一同毁灭。
δελφῖνες δʼ ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται
海豚则以与人类无异的方式安排交配……
- 1.515λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν
名词 αἶσα(“命运”、“定额”)支配属格 λεχέων(“卧榻”、“婚配”),意为“有着非同寻常的卧榻宿命”。形容词 παράτροπος(“偏离常规的”、“特异的”)引出后文所述鳗鲡的化生以及章鱼、海鳝等反常的繁衍习性。
- 1.538οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδʼ ἀπολήγει, πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος
主句在否定句中使用先行副词 πρίν(οὐ... πρὶν...),从句连接词 πρίν 搭配无 ἄν 的虚拟式(προλίπῃ,史诗/诗歌常见语法),表示“直到……才停止”。此句式突出了雄章鱼交配直至彻底耗竭毙命的必然性。
- 1.579πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ
动词 συνώλεσε 作及物动词使用,主语为毒蛇,直接宾语为 δέμας。πέτρῃ 为地点或工具与格(“在岩石上”或“撞向岩石”),ἰῷ 为前缀 συν- 支配的相伴与格(“与毒液一同”),整体表达毒蛇因失毒而在岩石上将自身肉体毁灭。
