- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.436-1.509
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
俄庇安描绘了鱼类的群集形态及其在严冬风暴中避险的习性,随后叙述春暖海晏之际鱼群欢欣游向近岸的景象。接着,他详述了雌鱼产卵的痛苦、吞食精液的交配习俗,以及雄鱼为争夺配偶展开的激烈争斗。
ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι1
它们仅微触盐水的最上层水路,
ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.
望去既似游者又似飞禽。
αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θʼ ὅμιλοι
鱼类之中便有这般的城邦,
κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.
海游族类中生出这等界限分明的群体。
τῶν δʼ οἱ μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,
它们之中,有的聚集漫游,
πώεσιν ἤ στρατιῇσιν ἐοικότες, οἵ τʼ ἀγελαῖοι
是斑斓的部族,如同羊群或军队,
κέκληνται· τοὶ δʼ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν
被称为群游鱼;有的则列队而行;
εἴκελοι ἢ δεκάδεσσιν· ὁ δʼ ἔρχεται οἶος ἀπʼ ἄλλων
有的犹如伏兵或十人小队;有的孤身独行,
μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·
脱离同类单奔而去;有的结对穿梭;
οἱ δʼ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι.
还有的则径直留居于自家的洞穴之中。
χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας
入冬之时,
σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντουἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλωνἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν
它们无不极为畏惧暴风的可怖涡旋与那声响凄厉的翻腾海浪;
μαινομένην· τότε δʼ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι
盖因水族之类比其他造物更畏惧自身那陷于狂暴的亲爱大海。那时,
ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δʼ ὑπὸ πέτραις
软弱无力者有的用鳍拨开沙土潜伏其下;有的成群蜷缩钻入岩石底下;
εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα
还有的则逃往最深的大洋,
ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·
潜入最底层的渊薮。
κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθʼ ὑπʼ ἀήταις
因为那等深渊既不过度翻滚,
πρυμνόθεν εἱλεῖται, διὰ δʼ ἔσσυται οὔτις ἄελλαῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει
亦不被狂风掀翻根底,绝无风暴能席卷深海的最深根基;
ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.
浩瀚的深渊护佑着它们免遭战栗之苦痛与严冬之酷烈侵袭。
ἀλλʼ ὁπότʼ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι
然而,当多花的春季在大地之上粲然绽放微笑,
πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα
大海摆脱严冬恢复宁静,
χείματος εὐδιόωσα γαληναίη τε γένηταιἤπια κυμαίνουσα, τότʼ ἰχθύες ἄλλοθεν ἄλλοι
在晴空下泛起轻柔的微波时,
πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.
鱼群便从四方兴高采烈地全速涌向陆地近旁。
ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα
恰如一座得神眷顾的福祉之城,
ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν
逃脱了惨烈战事的阴云,
δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,
敌军全副青铜的暴风曾长期在其中肆虐,
ὀψὲ δʼ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο2
如今终于罢战喘息,满心欣喜地欢腾,
ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι
陶醉于和平的怡人劳作之中,
τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,
在宁静中设宴庆贺,
ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·
满城皆是男丁与踏节起舞的妇人;鱼群亦是如此,
ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης
满心欣喜地逃脱了大海那凄惨的劳苦与战栗,
ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,
在盐水之上雀跃欢呼,
θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.
腾跃奔驰,宛若踏歌起舞之人。
εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης
春日里,
καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες
不可抗拒的阿佛洛狄忒那甜蜜的狂热与交合茁壮萌发,
πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τʼ ἀνὰ κόλπους
凡在育生大地之上、空气怀抱之中与怒吼巨浪之间穿梭者,
ἠέρος οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται.
皆生出互爱之情。
εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι
春日里,
ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.
厄勒梯亚诸女神使大半负卵的水族免去沉重的分娩阵痛。
αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο
盖因雌鱼渴望传宗接代,
θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς
在沙砾上挤压单薄的腹部;
γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλʼ ἐνέχονται
因为卵粒并不易于分离,
ὠὰ μετʼ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,
而是在腹腔内紧密贴合、交织丛生;
φύρδην συμπεφυῶτα· τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;3
它们又怎能一口气尽数产下?
στεινόμεναι δʼ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.
饱受阵痛折磨的它们艰难地分出后裔。
ὡς οὐ ῥηϊδίην γενεὴν οὐδʼ ἰχθύσι Μοῖραι
可见命运三女神(莫伊拉)
ὤπασαν, οὐδʼ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν
亦未曾赐予鱼类轻松的产育,剧痛并非独属于陆地上的女子,
ἄλγεα, πάντῃ δʼ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.
厄勒梯亚诸女神在各处皆沉重难耐。
ἄρσενες αὖτʼ ἄλλοι μὲν ἐπʼ ἰχθύσι κῆρας ἄγοντες
至于雄鱼,有的作为给鱼群带来死劫的食客,
δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·
急切地逼近碎浪;
ἄλλοι δʼ αὖ μετόπισθε διωκόμενοι προθέουσι
有的则在前奔逃,
θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι
被后方的雌鱼群所追赶,因雌鱼受情欲吸引,
ἑλκόμεναι σπεύδουσι μετʼ ἄρσενας ἀσχέτῳ ὁρμῇ.
以难遏的冲动急随雄鱼身后。
ἔνθʼ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι
雄鱼在那里互相擦拭腹部,
τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,
向后喷洒湿润的精液,
αἱ δʼ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι
而受欲念催迫的雌鱼则急切地张口吞食;通过这般婚配,
κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.
它们腹中充盈了后代。
πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰς
这乃是鱼类中最普遍的法则;
καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι
但亦有鱼类结成配偶,各自保有独属的眠榻、
ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστʼ Ἀφροδίτη
内室与配偶。因为在鱼群中亦有丰盛的阿佛洛狄忒、
Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει
狂热与嫉妒这沉重的神明,
θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.
以及当炽热的厄罗斯在心中激起狂暴喧嚣时所衍生的一切。
πολλοὶ δʼ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς
许多雄鱼为了床榻而互相拉开架势争斗,
μάρνανται, μνηστῆρσιν ἐοικότες, οἵ περὶ νύμφην
犹如为了新娘而聚集在一起的众多求婚者,
πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται
彼此以财富和光彩匹敌竞争;
ὄλβῳ τʼ ἀγλαΐῃ τε· τὰ δʼ ἰχθύσιν οὐ παρέασιν,
鱼类并无这些,但有力量、
ἀλλʼ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,
颌骨以及内里锯齿般的齿栏,
τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·
它们以此竞争并为婚姻披挂上阵;
τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.4
谁若以此克敌,便随胜利一并赢取婚姻。
καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι
有的则坐拥多位同榻之妻……
- 1.436ὅσσον ἰδέσθαι
由副词性宾格 ὅσσον 与限制性不定式 ἰδέσθαι 结合构成的史诗程式表达,意为“就视线所及而言”或“在外观上看”。此处修饰下一行的比喻,限定观察者眼中的外观特征。
- 1.466ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο
分词 ἀπολλήξασα(止息)与 ἀμπνεύσασα(喘息、休止)皆表脱离或停止,支配分离属格 μόθοιο,意为“从战斗中罢休并喘息”。
- 1.483τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;
语气小词 κε(即 ἄν)与祈愿语气动词 τέκοιεν 构成反问句中的潜能祈愿语气,强调客观上的不可能:“它们又怎能将卵一口气产尽呢?”
- 1.508τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.
由关系代词引导的从句 ὅ κεν προβάληται(搭配小词 κεν 与虚拟语气)构成泛指关系条件从句(“凡以此克敌者”),主句动词 εὕρατο 则是格言不定过去时(gnomic aorist),用以表达普遍规律与既定习俗。
