- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.365-1.435
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人列举了靠近海岸的各类凶猛海兽与角鲨族类,叙述了受波塞冬宠幸的海豚神话,并赞颂宙斯维系统一和谐的宇宙秩序,展现出海陆两栖及飞鱼等奇特生物。
παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσιν
极少有巨兽会靠近碎浪处,
ἠϊόνες βαρύθοντα1 καὶ οὐκ ἀπολείπεται ἅλμης·
仅有海滩所能负荷的沉重巨物前来,且它们绝不脱离盐水。
τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαινα
在它们之中,确有阴森的海狮与威猛的双髻鲨,
πορδάλιές τʼ ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες·
致命的海豹与喷水的巨鲸;
ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ
其中还有黝黑而凶猛的金枪鱼属,深红的锯鳐,
πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης,
以及残暴难当、张开可怖大口的噬人鲨,
μάλθη τʼ οὐ μαλακῇσιν ἐπώνυμος ἀδρανίῃσι,
还有并非因温和怠惰而得名的软鲨,难缠的牡羊鲨,
κριοί τʼ ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνης
令人不安的重硕鬣狗鲨,以及贪得无厌、
καὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσι
不知羞耻的角鲨一族。在鲨类之中分有三族:
τριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι
凶悍的一族游弋于浩瀚的外海,
κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλα
位列于可怖的巨兽之中;
διπλόα καρτίστοισι μετʼ ἰχθύσι δινεύονται
另两族则与极强壮的鱼类一同在深处的淤泥中回旋:
πηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖς
其中一族因黑色的棘刺而被称为刺鲨;
κεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δʼ ὁμαρτῇ
另一族则统称为拟角鲨。
κλείονται γαλεοί· γαλεῶν δʼ ἑτερότροπα φῦλα
拟角鲨之中又有不同品类:幼角鲨、
σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δʼ ἄρα τοῖσι
平滑角鲨和角鲨;而在它们之中,更有琵琶鲛、
ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δʼ ἔργα
长尾鲨和豹纹鲨。
πᾶσιν ὁμοῦ φορβή τε σύν ἀλλήλοις τε νέμονται.
它们的习性与食料皆彼此相似,并互相交错着寻觅食粮。
δελφῖνες δʼ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται
然而海豚却喜爱浪花飞溅的海滨,
καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα
亦栖息于辽阔的大海,海中无处不见海豚的踪影;
δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει·
因为波塞冬对它们宠爱有加;原因在于,
οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην
当他追求黑眸的涅柔斯之女安菲特里忒,
μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην
而她逃避他的婚榻时,
φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι
正是海豚察觉她藏身于大洋神的殿宇之中,
κευθομένην ἤγγειλαν·2 ὁ δʼ αὐτίκα κυανοχαίτης
并前去传信;
παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε.
于是这位深色卷发的神明即刻将那不情愿的少女掳走并降伏了她。
καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,
他立她为妻,封为海之女王,
ἀγγελίης δʼ ᾔνησεν ἐνηέας οὓς θεράποντας,
并赞赏了这些仆从报讯的仁厚之举,
κλήρῳ δʼ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.
在他自己的领地中赐予它们崇高的殊荣。
ἔστι δʼ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης
在残暴的巨兽之中,亦有一些会离开盐水,
ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·
步入陆地上孕育生命的沃土。
δηρὸν δʼ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
鳗鱼、负盾的海龟以及凶煞可厌的海狸,
μίσγοντʼ ἐγχέλυές τε καὶ ἀσπιδόεσσα χελώνηκαστορίδες τʼ ὀλοαὶ δυσπενθέες, αἵ τʼ ἀλεγεινὴν
长时间混迹于海滨与临海的田原;
ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται
海狸在砾石滩上向人类发出不祥而凄厉的嚎叫;
ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν
凡耳中传入那刺痛人心的呼喊、
δέξηται στυγερῆς τʼ ἐνοπῆς κωκυτὸν ἀκούσῃ,
听到这可怖啼哭之人,
οὐ τηλοῦ θανάτοιο τάχʼ ἔσσεται, ἀλλά οἱ ἄτην
离死亡必不再遥远,
καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.
盖因那极度可畏的声音正预示着他的毁灭与死期。
ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης
人们更说,连不知羞耻的巨鲸亦会离海登岸,
ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι.
享受日光的温煦。
φῶκαι δʼ ἐννύχιαι μέν ἀεὶ λείπουσι θάλασσαν,
而海豹则总在夜间离开大海,
πολλάκι δʼ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν
常常在白昼安详地滞留于礁石与沙滩之上,
εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.
在海水之外进入梦乡。
Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·
天父宙斯啊,万物皆归于你,皆自你而扎根生发;
εἴτʼ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἴτʼ ἄρα πάντῃ
无论你是栖居于以太的最高天宇,
ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.
抑或无所不在,凡人皆无法道明。
οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας
你以何等的大爱将明澈的以太、
αἰθέρα τʼ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρκαὶ χθόνα παμμήτειραν, ἀπʼ ἀλλήλων μὲν ἕκαστα,
空气、流转的水与哺育万物的大地彼此区隔散布开来,
πάντα δʼ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ
却又以牢不可破的和谐纽带将万物彼此紧密联结,
ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δʼ ἐπέρεισας
以必然性将其置于坚不可摧、
ἀστεμφῆ πάγκοινον ὑπό ζυγόν· οὔτε γὰρ αἰθὴρ
普世共通的沉重轭木之下!因为以太不离空气,
ἠέρος οὔτʼ ἀήρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ
空气不离水,水亦不离大地而存在,
γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,
它们在彼此之中孕育生长,
πάντα δʼ ὁδὸν μίαν εἶσι, μίαν δʼ ἀνελίσσετʼ ἀμοιβήν.
万物皆遵循同一步调,循环往复地展开同一互易的轮替。
τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις
因此,两栖生物的族类亦共同分担着这般的血缘:
ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχουσʼ ἐπὶ γαῖαν
有的自大海登上陆地,
ποντόθεν, ἄλλοι δʼ αὖτε κατʼ ἠέρος Ἀμφιτρίτῃ
有的则穿透空气与安菲特里忒的深海交融相混——轻盈的海鸥、
μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα
悲泣的翠鸟一族、
ἁλκυόνων κρατεροί θʼ ἁλιαίετοι ἁρπακτῆρες
强健掠食的白腹海雕,
ἄλλα θʼ ὅσʼ ἰχθυάᾳ διερῆς τʼ ἐπιβάλλεται ἄγρης.
以及一切以捕鱼为业、扑向湿漉猎物的鸟类。
ἠέρα δʼ αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες
更有甚者,虽为海族,鱿鱼、
τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·
鹰属飞鱼以及深海的燕鳐亦能划破长空。
οἱ δʼ ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,
每当它们畏惧逼近的强敌巨鱼时,
ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται.
便从盐水中跃起,在空中翱翔。
ἀλλʼ αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι
鱿鱼将翼鳍伸向高远之处;
τευθίδες· ἧτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν
当它们成群起飞时,
εἰσοράαν,3 ἀγεληδὸν ὅθʼ ὁρμήσωσι πέτεσθαι·
你真会以为自己所见的是飞鸟而非游鱼。
αἱ δʼ ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·
燕鳐在它们下方开辟航道,
ἵρηκες δʼ αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται,
而鹰属飞鱼则仅掠过水面贴海翻飞。
- 1.365ὅσσα φέρουσιν / ἠϊόνες βαρύθοντα
关系代名词 ὅσσα 引出修饰 παῦρα 的限制性从句。中性复数宾格分词 βαρύθοντα 与 ὅσσα 构成同位语,作为动词 φέρουσιν 的直接宾语,意指沉重地压在岸边的重物巨兽。
- 1.386οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην / μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην / φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι / κευθομένην ἤγγειλαν
与格代词 οἱ 依附于分词 μαιομένῳ,作为利益与格指代波塞冬。分词 φρασσάμενοι 统领分词 κευθομένην(察觉到她正藏匿),并最终与主动词 ἤγγειλαν(报信)相连,构成长句分词结构。
- 1.432ἧτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν / εἰσοράαν
小词 ἦ τε 与情态助词 κεν 以及动词 ὀΐσσεαι 相结合,表达潜在的断定语气(“你真会以为……”)。不定式 εἰσοράαν 受 ὀΐσσεαι 支配,对比承接 ὄρνιν 与 οὐδὲ μὲν ἰχθὺν。
