- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:1.291-1.364
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段详细记叙了蜕壳圆蟹的恢复过程以及章鱼、贝类等多种软体与甲壳生物的习性,并着重描摹了寄居蟹争夺寄身螺壳以及水手蛸操帆航行并启迪人类造船的情形。
αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,
它们便维持着这般模样,既不顾及食物,
ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδʼ ἔτι θερμὸν
亦不想念其他事物,自以为已列身死者之中,
ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ
不再呼出温暖的气息,
ἀρτιφύτῳ· μετὰ δʼ αὖτις ἀγειρόμενοι νόον ἤδη
在刚生长出的薄皮周围战栗发抖。然而随后它们再度收拾心神,
βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο·1
稍聚勇气,便从沙滩上略作品尝;
τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,
在新的遮蔽物紧紧硬化于四肢周围之前,
ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.
它们始终在虚弱中保持着无助的心志。
ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων
正如医生调理重病之人时,
ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,
在最初的数日里令其禁食断粮,
πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτατυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν
以减退病患的猛烈势头,但在此后便端上适于病人的微量食物,
ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ·
直至彻底清除了全身的灾患与噬肢的折磨及痛楚;
ὣς οἵγʼ ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις
它们亦同样顶着初生的甲壳猛然跃起,
δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.2
惟恐无法避开疾病的凶险命运。
ἄλλοι δʼ ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,
海湾之中尚有其他爬行之物栖息:
πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδʼ ἁλιεῦσιν
曲折的多足蛸、蝾螈、
ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ
为渔人所憎恶的海蜈蚣以及麝香蛸。
ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης
这些物种本身亦属两栖;
γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,
或许某位操劳于海滨果木培植的农夫,
ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι
曾在某处瞥见过麝香蛸或多足蛸缠绕在丰茂的枝桠上,
πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.
嚼食植物甘美果实的情景。
τοῖς δὲ μεθʼ ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων
在这些爬行动物之中,诡谲的乌贼亦享有相似的行径;
σηπίη· ἄλλα δὲ φῦλα μετʼ οἴδμασιν ὀστρακόρινα,
波涛之间另有甲壳族类,
πολλὰ μὲν πέτρῃσι, τὰ δʼ ἐν ψαμάθοισι νέμονται,
许多在礁石间觅食,有的则在沙土中寻食:
νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ
海蜗牛与宝螺一族,紫螺自身,
κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν
海螺、蚌类,名副其实的竹蛏,
ὄστρεά θʼ ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·
带露的牡蛎与嶙峋的海胆;
τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ
即使有人将它们切成碎片抛入海中,
ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.
它们亦能再度愈合、回生重聚并觅食求生。
Καρκινάσιν δʼ αὐταῖς μὲν ἐπʼ ὄστρακον οὔτι πέφυκεν
至于寄居蟹本身,自诞生起便全然未曾长就外壳,
ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ
而是赤裸、无遮无蔽且羸弱地降生,
τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,
它们用假造的护甲包裹娇嫩的四肢,
ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·
构想出求取而来的房舍。
εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως
因为一旦它们望见遗落在此、
ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο,
因居者离去而无家可归的孤零外壳,
αἵδʼ εἴσω καταδῦσαι ὑπʼ ἀλλοτρίοισιν ἐλύτροις
便潜入其中,栖身于他物的外壳之下,
ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·
安居下来,并取得自己的殿宇;
τῷ δὲ συνερπύζουσι3 καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,
无论那遮蔽物是海蜗牛、海螺抑或宝螺所遗弃,
εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ
它们皆与之共同爬行,
ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα,
由内部牵曳着护障;而它们最喜潜入宝螺之中,
οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.
因其居留宽敞且搬运轻便。
ἀλλʼ ὅτʼ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα
但当身处其中的寄居蟹渐渐长大而填满内室时,
καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα
便不再保有那座居所,而是将其舍弃,
δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.
另寻更宽阔的螺壳深腹套于己身。
πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν
而在寄居蟹之间,
ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δʼ ἐλάσασα
常常围绕着深凹的器皿激起争战与巨大的纷争,强者驱逐弱者之后,
κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετʼ αὐτή.
便亲手将合宜的居所披挂在身。
ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ ἰχθύς,
另有一种鱼,覆有凹陷的外壳,
μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι
形态与多足蛸相仿,人们称之为水手蛸,
ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι·
因其独具一格的航海术而享有盛名。
ναίει μὲν ψαμάθοις, ἀνὰ δʼ ἔρχεται ἄκρον ἐς ὕδωρ
它栖居在沙土之中,但腹部朝下升至水面表层,
πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·
以免海水灌入体内;
ἀλλʼ ὅτʼ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,
然而一旦它航行越过安菲特里忒的巨浪之上,
αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστʼ ἀκάτοιο
便随即翻转过身,如同精于舟楫之人般操舟航行:
ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας
它向上方伸展开双足,
ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος
宛如拉紧前索,中间流淌着一层薄膜,
λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε
宛如风帆在风中绷紧;而在下方,
δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,
另有双足触及盐水,形似船舵,
πομποί τʼ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.
作为引导者引领着居所、舟船与游鱼。
ἀλλʼ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτʼ ἀήταις
但当它对逼近的危险心生畏惧时,
φεύγει ἐπιτρέψας, σὺν δʼ ἔσπασε πάντα χαλινά,
便不再任由风势驱使逃遁,
ἱστία τʼ οἴηκάς τε, τὸ δʼ ἀθρόον ἔνδον ἔδεκτο
而是将包括风帆与船舵在内的所有挽具尽行收拢,将波涛尽数纳入腹中,
κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.
负重受沉,受水流之势拖拽而下。
ὦ πόποι, ὃς πρώτιστος4 ὄχους ἁλὸς εὕρατο νῆας,
嗟乎!
εἴτʼ οὖν ἀθανάτων τις ἐπεφράσατʼ εἴτε τις ἀνὴρ
究竟是哪一位最先发明了作为海上车驾的舟船,
τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,
无论是某位不朽的神祇有所领悟,抑或是某位大胆的人类最早祈求横渡波浪,
ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον
想必正是目睹了那条鱼的航行,
δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας
才仿造出这般以木料拼合的造物,将部分部件自前索向风势张开,
ἐκ προτόνων, τὰ δʼ ὄπισθε χαλινωτήρια νηῶν.
另将部分部件置于船后作为舟船的挽辔。
κήτεα δʼ ὀβριμόγυια, πελώρια, θαύματα πόντου,
至于那些肢体强健、体量庞大的海中巨兽与奇观,
ἀλκῇ ἀμαιμακέτῳ βεβριθότα, δεῖμα μὲν ὅσσοις
满载着无可抵御的威力,
εἰσιδέειν, αἰεὶ δʼ ὀλοῇ κεκορυθμένα λύσσῃ,
目之所见令人胆寒,时刻披戴着毁灭性的狂怒,
πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν,
成群结队地游弋于辽阔的海域之中,
ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί,
那里伫立着波塞冬深不可测的眺望之所。
- 1.295ἀπὸ ψαμάθοιο πάσαντο
πάσαντο 是动词 πατέομαι(品尝、食用)的中间位不定过去时。介词 ἀπό 与属格 ψαμάθοιο 搭配,构成表示部分格或来源的短语(“从沙中品尝/食用一点”)。
- 1.304δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι
此处理解为复合动词 ὑπαλύσκω(避开、逃避)被拆分为介词 ὑπό 与不定过去时不定词 ἀλύξαι 的分离(tmesis)构文。它支配宾格短语 κακὰς ... κῆρας νούσοιο 作为直接宾语,接在分词 δειδιότες 之后,表示“唯恐/小心翼翼以逃避”。
- 1.328τῷ δὲ συνερπύζουσι
与格 τῷ 是指代前文 μέλαθρον(所获得的壳/居所)的指示代词,在此作与复合动词 συνερπύζουσι(与之共同爬行)中的前缀 σύν- 相呼应的相伴/关联与格(“与之共同爬行”)。
- 1.354ὦ πόποι, ὃς πρώτιστος
感叹词 ὦ πόποι 之后,无先行词的关系从句(ὃς πρώτιστος...,“最先……的那个人”)直接充当后文主句(ἦ που ... ἰδὼν ... τόρνωσε)的主语。
