- 底本
- Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:549-611
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
莉西翠妲将治理国家、挽救希腊的良方比作理顺乱线、洗涤羊毛、排除杂质、并将全国以及殖民地整合为一以织造御寒斗篷的过程。面对行政官的抗议,妇女们将冥府的随葬物投掷在他身上,宣告其在政治上的死亡。
ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
来吧,最勇敢的祖母和荨麻般的母亲们所生的女儿们,
χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.
怀着热忱前进,不要退缩;因为直到现在你们还在顺风航行。
ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη
但如果使人陶醉的爱若斯和塞浦路斯诞生的阿芙洛狄忒,
ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
将情欲吹拂到我们的胸口和双腿上,
κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
并在男人们身上溶入令人愉悦的挺拔与坚挺,
οἶμαί ποτε Λυσιμάχας1 ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
我想有一天我们会在希腊人中被称为“莉西玛赫”(解兵解争者)。
τί ποιησάσας;
行政官:由于做了什么事?
ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
莉西翠妲:如果我们首先阻止他们带着武器
ἀγοράζοντας καὶ μαινομένους.
在市场上闲逛并且疯狂肆虐。
νὴ τὴν Παφίαν Ἀφροδίτην.
第一个女人:凭着帕福斯的阿芙洛狄忒发誓,确实如此。
νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως
因为现在,无论是在锅灶旁还是在蔬菜摊旁,
περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
他们都同样像考律班特斯神官一样,带着武器在市场里走来走去。
νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.
行政官:凭着宙斯发誓!因为勇敢的人本该如此。
καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
莉西翠妲:然而这幅景象实在是滑稽,
ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους.
当一个人带着盾牌和戈尔贡徽章,随后却去买小鱼的时候。
νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππου
第一个女人:凭着宙斯发誓,我确实见过一个留着长发的骑兵队长骑在马上,
ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·
让一个老妇人把热粥盛进他那青铜的头盔里;
ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,
还有另一个色雷斯兵,像忒柔斯那样挥舞着轻盾和投枪,
ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.
恐吓卖干无花果的女贩,并把熟透的无花果囫囵吞下。
πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ
行政官:那么,你们怎么能制止各国中许多混乱的事端,
ἐν ταῖς χώραις καὶ διαλῦσαι;
并将它们解开呢?
φαύλως πάνυ.
莉西翠妲:非常简单。
πῶς; ἀπόδειξον.
行政官:怎么做?证明给我看。
ὥσπερ κλωστῆρʼ, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,
莉西翠妲:就像一团乱线在我们的手里弄乱了时,我们这样拿在手中,
ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε,
用纺锤把它穿引过来,这边一拉,那边一拉,
οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
同样,如果有人听任我们,我们也会解开这场战争,
διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε.
通过派遣使节,把他们这边一拉,那边一拉。
ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ
行政官:凭着羊毛、乱线和纺锤,你们这些蠢女人
παύσειν οἴεσθʼ ὦ ἀνόητοι;
以为能解决国政的难事吗?
κἂν ὑμῖν γʼ εἴ τις ἐνῆν νοῦς,
莉西翠妲:如果你们还有一点脑子的话,
ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθʼ ἂν ἅπαντα.
早就能用我们(对待)羊毛的方法来治理好一切国政了。
πῶς δή; φέρʼ ἴδω.
行政官:到底怎么做?让我听听。
πρῶτον μὲν ἐχρῆν,2 ὥσπερ πόκου ἐν βαλανείῳ
莉西翠妲:首先应该做的是,就像人们在浴室里把羊毛上的
ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης
油脂洗掉一样,在床(工作台)上把恶徒们从城邦中鞭打出去,
ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι,
并挑出那些蒺藜(刺),
καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς
还有那些结党营私、自我凝聚如毛毡的家伙,
ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι·
为了争夺官职而凑在一起的人,要把他们用梳子梳理开,拔掉他们的毛头;
εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας
然后,把共同的好意梳进一整个毛线筐里,把所有的人
καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν,
混合在一起,包括在留外国人,以及你们的任何客卿或朋友,
κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι·
如果有人欠国库的债,也要把他们一起混合进来;
καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδʼ εἰσὶν ἄποικοι,
凭着宙斯发誓,至于那些城邦——所有作为这片土地殖民地的城邦,
διαγιγνώσκειν ὅτι ταῦθʼ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται
要明白它们对我们来说就像零散的羊毛团,
χωρὶς ἕκαστον· κᾆτʼ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας
每一个都是独立的;然后,从所有这些城邦中收回羊毛块,
δεῦρο ξυνάγειν καὶ συναθροίζειν εἰς ἕν, κἄπειτα ποιῆσαι
吸引到这里并汇聚成一个整体,随后制成
τολύπην μεγάλην κᾆτʼ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.
一个巨大的线团,然后用它为人民织一件斗篷(外套)。
οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίζειν καὶ τολυπεύειν,3
行政官:这些女人居然要用鞭打和缠线团的方式来处理这些国家大事,这难道不可恶吗,
αἷς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;
她们根本就没有怎么参与过战争!
καὶ μὴν ὦ παγκατάρατε
莉西翠妲:但是,你这最该死的家伙,
πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι
我们承受的战争负担是两倍以上;首先,我们生下
κἀκπέμψασαι παῖδας ὁπλίτας.
并送走了作为重装步兵的孩子们。
σίγα, μὴ μνησικακήσῃς.
行政官:别说了,不要提起这些伤心事。
εἶθʼ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,
莉西翠妲:随后,当本该快乐并享受青春的时候,
μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε,
由于战事,我们却独守空房。且不说我们自己的情况,
περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.
一想到那些在闺房中渐渐老去的少女,我就感到痛心。
οὔκουν χἄνδρες γηράσκουσιν;
行政官:难道男人就不会变老吗?
μὰ Δίʼ ἀλλʼ οὐκ εἶπας ὅμοιον.
莉西翠妲:凭着宙斯发誓,但这完全不能相提并论。
ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν·
回来的男人,即使已经头发花白,也能很快娶个年轻姑娘为妻;
τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ʼπιλάβηται,
而女人的青春转瞬即逝,如果她不能把握住,
οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
就没有人愿意娶她,她只能孤独地坐着,占卜着自己的命运。
ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς—
行政官:但是,只要还能勃起的人——
σὺ δὲ δὴ τί μαθὼν4 οὐκ ἀποθνῄσκεις;
莉西翠妲:你这个家伙,到底中了什么邪还不快死?
†χωρίον ἐστί·† σορὸν ὠνήσει·
(墓地)地方有的;你去买个棺材吧;
μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
我现在就为你揉面做一个冥府的蜜饼。
λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
拿着这些,给自己戴上花冠。
καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ.
第一个女人:再收下我送的这些。
καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
第二个女人:并收下这个花冠。
τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν·
莉西翠妲:还缺什么?你还想要什么?快上船吧;
ὁ Χάρων σε καλεῖ,
卡戎正在召唤你,
σὺ δὲ κωλύεις ἀνάγεσθαι.
而你却还在妨碍他启航。
εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ;
行政官:那我遭受这种待遇,难道不是很悲惨的事吗?
νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
凭着宙斯发誓,绝不,我要直接到同僚行政官们那里,
ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
像我现在这样走去,展示我自己。
μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
莉西翠妲:难道你是在抱怨我们没有为你举行陈尸仪式(停尸告别)吗?
- 554Λυσιμάχας
这是一个具有双重含义的双关语:它既作普通名词,意为“解除战争/争端的女人们”;同时又暗指当时在雅典备受尊敬的阿西娜·波里亚斯神庙女祭司“莉西玛赫”(Lysimache)。
- 574bἐχρῆν
非人称动词的过去时形式。它是从第574b行到第586行一整段长比喻的句法核心,将国家政局的整顿与净化比作羊毛加工。后面出现的一系列不定式(ἐκραβδίζειν, ἀπολέξαι, διαξῆναι, ἀποτῖλαι, ξαίνειν, ἐγκαταμεῖξαι, διαγιγνώσκειν, ξυνάγειν, συναθροίζειν, ποιῆσαι, ὑφῆναι)均作为 ἐχρῆν 的语义主语或补足语而受其支配。
- 587ῥαβδίζειν καὶ τολυπεύειν
由表示感叹的非人称句式 οὔκουν δεινὸν...(“难道不可恶吗……”)引导的“对格+不定式”结构(accusativus cum infinitivo)。不定式在语义上的主语是其前面的阴性指示代词对格 ταύτας(“她们”),而中性复数对格 ταυτί(“这些事”)则作为不定式的宾语。
- 599τί μαθὼν
直译为“学到了什么”,但在希腊喜剧中,这是用以强烈谴责或嘲讽对方荒谬行为的惯用口语公式,意为“究竟中了什么邪”、“到底出于什么意图”或“凭什么”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 原文 3 处
- 2026-11-15 AI校阅 — 译文 1 处
