- 底本
- Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:612-700
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
在行政官被赶走后,老年男子与老年女子的半合唱队展开了激烈的对抗。男子指责女子企图颠覆城邦并实行僭主统治,而女子则以自己对雅典城邦的宗教与公民贡献予以反击。
ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ
但无论如何,在第三天的清晨,
ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ1 ἐπεσκευασμένα.
我们为你准备好的三日祭品就会送达。
οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος,
凡是自由的人,现在已不再是沉睡的时候,
ἀλλʼ ἐπαποδυώμεθʼ2 ἄνδρες τουτῳὶ τῷ πράγματι.
而是让我们脱下衣服,男子汉们,来应对这件事情。
ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνωνπραγμάτων μοι δοκεῖ,
因为在我看来,这些事情已经开始散发出更多、更大的阴谋的气味,
καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
尤其是让我闻到了希庇亚斯僭主统治的味道;
καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲςδεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
我非常害怕,是不是有一些拉栖代梦人聚集在克勒伊斯塞涅斯家里,
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
用诡计煽动这些被神憎恨的女人,来夺取我们的资金和那份津贴,
καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,ἔνθεν ἔζων ἐγώ.
那可是我赖以生存的来源。
δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν,
因为这确实可怕,她们居然已经开始训诫公民,
καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
以妇人之身对青铜盾牌说三道四,
καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
还要让我们与拉栖代梦的男人和解,
οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.3
而那些人是根本不可信的,就像张着大嘴的饿狼不可信一样。
ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.
但是,这些是那些企图实行僭主统治的男人为我们织下的阴谋。
ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι
但他们休想统治我,因为我会多加防范,
καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,
今后把剑藏在桃金娘枝中携带,
ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
并且全副武装去市场,紧挨着阿里斯托革顿,
ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεταιτῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
就像这样站在他身边;因为这正好轮到我,去狠狠揍这个被神憎恨的老太婆的下巴。
οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται.
女人:那等你回家时,生你的母亲怕是认不出你来了。
ἀλλὰ θώμεσθʼ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.
不过,亲爱的老妈妈们,我们先要把这些东西放在地上。
ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεντῇ πόλει χρησίμων·
所有的市民们,我们将开始对城邦发表有益的言论;
εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.
这是理所当然的,因为城邦曾以辉煌的奢华抚养我成长。
ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν·4
我刚满七岁,就担任了奉神少女;
εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
接着在十岁时,我成了始祖女神的磨麦女;
κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·
接着穿上藏红花色的长袍,在布劳隆节上充当熊女;
κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼἰσχάδων ὁρμαθόν·
有一次,我作为一个美丽的少女,挂着一串干无花果,担任了捧篮少女;
ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
既然如此,难道我不该给城邦提出一些有益的劝告吗?
εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων.
即使我天生是个女人,如果我能提出比现在更好的解决办法,也请不要嫉妒我。
τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω,
因为我也有共同体的一份;因为我也贡献了男人,
τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶτὸν ἔρανον5 τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
但你们这些可怜的老头子却没有份,因为你们挥霍了自波斯战争以来所谓的祖传基金,
εἶτʼ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,
却不缴纳任何税款,
ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.
反而,我们还面临着被你们彻底毁掉的危险。
ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
你们有什么好嘟囔的?要是你们敢惹我,
τῷδέ γʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
我就用这只没洗过的厚底皮鞋狠狠抽你的脸颊。
ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶ
男人:这难道不是极大的侮辱吗?
πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
而且在我看来,事态只会越演越烈。
ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.
凡是有睾丸的真正男人,都必须反击。
ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ
那么,让我们脱下无袖短袍,因为男子汉就应该立刻散发出男人的气味,
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐκ ἐντεθριῶσθαι πρέπει.
而不应该裹在无花果叶子里。
ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ ἐπὶ Λειψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι,
来吧,白足的战友们,我们在年轻时曾一同前往莱普叙德里翁,
νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
现在,就是现在,我们必须重新焕发青春,让全身振翅高飞,
πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
抖落这满身的衰老。
εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
因为如果我们中有人给她们留下哪怕一丁点破绽,
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
她们那执着的双手就绝不会罢休;
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι
她们甚至会建造战船,企图进行海战,像阿尔特米西亚那样
ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμᾶς ὥσπερ Ἀρτεμισία.
向我们航行过来。
ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
如果她们转向骑马,那骑兵队就可以一笔勾销了。
ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
因为女人是非常擅长骑术且坐得很稳的生物,
κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει,ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
即使骏马奔驰,她也不会滑落。看看那些亚马孙女战士吧,米孔曾画过她们骑在马上与男人战斗。
ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον
所以,我们本该把她们全部抓起来,
ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
把这脖子套进打孔的木枷里。
εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
女人:凭着两位女神发誓,如果你惹恼了我,
λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
我就会放出我的母猪,
τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον.
今天就让你在被拔毛的时候向同区的人大声呼救。
ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,
姐妹们,我们也快点脱下外衣吧,
ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
好让我们散发出咬紧牙关、怒火中烧的女人味。
νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ
现在谁敢过来找我,我就让他以后再也吃不了大蒜,也
κυάμους μέλανας.
吃不了黑豆。
ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
因为你哪怕只要说一句坏话,由于我极度愤怒,
αἰετὸν τίκτοντα κάνθαρός6 σε μαιεύσομαι.
我就要像对待筑巢之鹰的蜣螂一样,来为你“接生”。
οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
因为只要兰皮托还活着,还有我亲爱的忒拜姑娘、高贵的伊斯美妮娅,我就根本不在乎你们。
οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
因为你根本无能为力,即使你投票通过七次决议也无济于事,
ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
你这个可怜虫,已经被所有人和邻居们讨厌透了。
ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
所以甚至在昨天,当我为赫卡忒举行祭典游玩时,
- 613τὰ τρίτʼ
意为“三日祭品”。指古希腊丧葬习俗中在入土后第三天进行的仪式(trita),延续了莉西翠妲将行政官视作死鬼进行嘲弄的语境。
- 615ἐπαποδυώμεθʼ
意为“(为了战斗或竞技)进一步脱下衣服”的虚拟语气。在戏剧中,这指示了老年男子半合唱队脱掉外衣以便行动的滑稽舞台动作。
- 629λύκῳ κεχηνότι
与格形式。用于“除非对于张着嘴的狼[是可信的]”这一对比构文,作为前句“他们毫无信用可言”的比较对象(或关系与格)。
- 641ἠρρηφόρουν
未完成过去时动词,指雅典少女在卫城为雅典娜女神服务的“奉神少女”(arrephoria)圣职。这是女子合唱队用以证明自己公民资格的宗教职务清单中的首项。
- 653τὸν ἔρανον
意为“共同出资、基金”。此处将自波斯战争(Medika)以来雅典从同盟国募集的公共资金,比作私人间的互助基金(eranos),并指责这些老年男子将其挥霍殆尽且不予偿还。
- 695αἰετὸν τίκτοντα κάνθαρος
典源自伊索寓言中“鹰与蜣螂”的对抗。蜣螂通过将鹰蛋从高处巢穴中推落来进行报复,此处以此隐喻弱势的女子将对强势的男子进行彻底的反击。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(7 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 原文 2 处
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 3 处
