← 阿里斯托芬

利西翠妲

§486-547

占领雅典卫城的动机与妇女执政的宣言

行政官质问妇女们占领阿克罗波利斯的真实意图,莉西翠妲回答说这是为了掌管国家资金以阻止战争。莉西翠妲详细述说了以往妇女在面对男性愚蠢的战争政策时如何被迫忍气吞声的历史,并宣告现在是妇女拯救希腊并实行管理的时候了。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
486

καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,

行政官:凭着宙斯起誓,我首先想向她们探问这件事,

ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.

你们究竟出于什么意图,用撬棍锁闭了我们的城市。

ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.

莉西翠妲:为了让我们能把资金安全地保管起来,使你们不再为了它而发动战争。

διὰ τἀργύριον πολεμοῦμεν γάρ;

行政官:难道我们是为了钱才打仗的吗?

καὶ τἄλλα γε πάντʼ ἐκυκήθη.

莉西翠妲:正是如此,其他的一切混乱也是因此而被搅动起来的。

490

ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,

因为为了让佩桑德罗斯以及那些掌权者有空子可偷,

ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων

他们总是制造出某种骚乱。总之,随他们为此去干他们想干的事吧;

ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.1

因为这笔钱,他们再也无法夺走了。

ἀλλὰ τί δράσεις;

行政官:那你打算怎么做?

τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.

莉西翠妲:你问我这个?我们将管理它。

ὑμεῖς ταμιεύσετε τἀργύριον;

行政官:你们要管理国家资金?

τί δὲ δεινὸν τοῦτο νομίζεις;

莉西翠妲:你为什么觉得这很可怕?

495

οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;

难道家里所有的财产,不也一直是我们事事在替你们管理吗?

ἀλλʼ οὐ ταὐτόν.

行政官:但这不一样。

πῶς οὐ ταὐτόν;

莉西翠妲:怎么不一样?

πολεμητέον ἔστʼ ἀπὸ τούτου.

行政官:打仗必须靠这笔钱。

ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.

莉西翠妲:但是,根本就没有必要打仗。

πῶς γὰρ σωθησόμεθʼ ἄλλως;

行政官:不然我们该如何得救?

ἡμεῖς ὑμᾶς σώσομεν.

莉西翠妲:我们来救你们。

ὑμεῖς;

行政官:你们?

ἡμεῖς μέντοι.

莉西翠妲:正是我们。

σχέτλιόν γε.

行政官:真是荒谬!

ὡς σωθήσει, κἂν μὴ βούλῃ.

莉西翠妲:就算你不想,你也会得救的。

δεινόν γε λέγεις.

行政官:你说的真是可怕。

ἀγανακτεῖς.

莉西翠妲:你生气了。

500

ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως.

但尽管如此,这件事情还是必须要做。

νὴ τὴν Δήμητρʼ ἄδικόν γε.

行政官:凭着得墨忒耳起誓,这实在是不公道!

σωστέον ὦ τᾶν.

莉西翠妲:必须救你们,老兄。

κεἰ μὴ δέομαι;

行政官:哪怕我并不需要?

τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.

莉西翠妲:正因为如此,才更要这么做。

ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;

行政官:但你们又是从哪里开始,对战争与和平的事情操起心来的?

ἡμεῖς φράσομεν.

莉西翠妲:我们会告诉你的。

λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,

行政官:那就赶快说,免得你讨打。

ἀκροῶ δή,

莉西翠妲:那你就听着,

καὶ τὰς χεῖρας πειρῶ κατέχειν.

并且试着管好你的双手。

ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ

行政官:但我办不到;因为由于愤怒,

505

ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.

很难管住它们。

κλαύσει τοίνυν πολὺ μᾶλλον.

第一个女人:那你就会吃更多苦头。

τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.

行政官:老太婆,这种丧气话你自己留着对自己乌鸦叫吧!你,给我接着说。

ταῦτα ποιήσω.

莉西翠妲:我会说的。

ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †

在先前的战争中,我们一直隐忍着,

ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε.

凭着我们的妇德,忍受着你们男人所做的一切。

οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.

因为你们不让我们吱一声。然而我们对你们并不是没有怨言。

510

ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι

但我们把你们看得很清楚,常常呆在屋里,

ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους2 μέγα πρᾶγμα·

听闻你们在重大的事情上,又做出了什么糟糕的决定。

εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι,

那时,我们虽然内心痛苦,却还要赔着笑脸问你们:

τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι

“今天在公民大会上,关于在休战碑上追加条款的事,你们决定了些什么?”

ἐν τῷ δήμῳ τήμερον ὑμῖν; τί δὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ.

“这关你什么事?”丈夫会这样回答。

515

οὐ σιγήσει; κἀγὼ ἐσίγων.

“还不快闭嘴!”于是我就沉默了。

ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων.

第一个女人:但要是换作我,可绝不会保持沉默。

κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας.

行政官:如果你不闭嘴,你可就要挨揍大哭了。

τοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων.

莉西翠妲:所以我在家里确实保持了沉默。

ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν·

随后,我们又会获悉你们做出的另一个更糟糕的决定。

εἶτʼ ἠρόμεθʼ ἄν· πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως;

于是我们会问:“丈夫,你怎么把事情办得如此愚蠢?”

ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω,

而他会立刻斜着眼瞪我,并说如果我不去织布,

520

ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· πόλεμος δʼ ἄνδρεσσι μελήσει.

我的脑袋就要吃大苦头;“战争将是男人们的事。”

ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος.

行政官:凭着宙斯起誓,他说得完全对!

πῶς ὀρθῶς ὦ κακόδαιμον,

莉西翠妲:怎么叫说得对,你这个糊涂蛋,

εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;3

难道甚至在你们做出糟糕决定的时候,也不允许我们给你们提建议吗?

ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,

可是,当我们已经在街上公开听到你们说:

οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δίʼ οὐ δῆτʼ, εἶφʼ ἕτερός τις·

“这地方难道就没有一个男人了吗?”“凭着宙斯起誓,确实一个也没有了,”另一个人会这么说;

525

μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ

在那之后,我们立即决定团结所有的妇女,共同挽救希腊。

ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;

因为我们还要再等下去干什么呢?

ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι

所以,如果你们愿意轮到你们来听我们说些有益的话,

κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.

并且像我们一样也保持安静,我们就能纠正你们。

ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.

行政官:你们纠正我们?你说的真是荒谬,对我来说简直难以容忍!

σιώπα.

莉西翠妲:安静!

530

σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ4περὶ τὴν κεφαλήν; μή νυν ζῴην.

行政官:你这该死的女人,难道我要听你的话而保持沉默,更何况你的头上还戴着面纱?那我宁可不活了!

ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,

莉西翠妲:但如果这成为了你的阻碍,

παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν

从我这里拿走这面纱,

ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,

把它裹在你的头上,

κᾆτα σιώπα

然后闭嘴;

535

καὶ τοῦτον τὸν καλαθίσκον.

还有这个小毛线筐。

κᾆτα ξαίνειν ξυζωσάμενος

然后扎起束带,去梳理羊毛,

κυάμους τρώγων·

嚼着蚕豆;

πόλεμος δὲ γυναιξὶ μελήσει.

“战争将是女人们的事!”

αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν

女声领唱:妇女们,让我们抬起水罐,好让我们

540

ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.

也能够轮流去帮一帮我们的姐妹们。

ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,

因为我跳起舞来,永远也不会感到疲倦,

†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·

疲惫也不会让我的双膝屈服。

ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι

我愿意走向任何极端,

μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς

为了她们的美德。在她们身上

545

ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,

既有天生的风骨,又有妩媚,又有大胆,

ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις

更有智慧,和热爱城邦的

ἀρετὴ φρόνιμος.

睿智美德。

语法注4 条
  1. 492οὐκέτι μὴ καθέλωσιν

    使用 οὐ μὴ 搭配不定过去时虚拟式表示强烈的否定未来预测,意为“他们绝不可能再拿走这笔钱”。

  2. 511ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους

    语气词 ἄν 搭配直说过去时(ἠκούσαμεν)表示过去反复发生的动作(“常常听闻”)。βουλευσαμένους 是作知觉动词 ἠκούσαμεν 补足语的分词,属于间接引语结构。

  3. 522εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;

    否定词 μηδέ 修饰 κακῶς βουλευομένοις(“即便在你们做出糟糕决定的时候”)。ἐξῆν 是无人称动词 ἔξεστι 的未完成过去时,在违实语境中表示过去未能实现的可能(“本来是允许的”)。

  4. 530καὶ ταῦτα κάλυμμα φορούσῃ

    短语 καὶ ταῦτα 是一种惯用表达,意为“更何况……”或“而且是在……的情况下”,此处伴随着与 σοί 一致的与格阴性单数分词 φορούσῃ。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 原文 1 处
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:486-547