← 阿里斯托芬

和平

§248-325

研槌的丧失与解救和平的希腊总动员

在战争之神企图用巨型研钵摧毁希腊城邦时,雅典和斯巴达的主导者(即研槌)相继去世的消息传来,延缓了这一灾难。特里盖奥斯抓住机会,召集希腊各阶层的民众团结起来去洞穴中解救“和平”女神,歌队则因喜悦而随之起舞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
248

βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέατοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.

哎呀,哎呀!奴给麦加拉人带来了多么沉重、多么痛苦的哭泣啊!

250

ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.

噢,西西里啊,你也要完蛋了!

οἵα πόλις τάλαινα διακναισθήσεται.

多么可怜的城市啊,将被彻底捣得粉碎。

φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.

来,让我也把这阿特卡的蜂蜜倒进去。

οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.

喂,我劝你还是用别的蜂蜜吧。

τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.

这要四个奥博罗斯呢,省着点用阿特卡的蜜。

255

παῖ παῖ Κυδοιμέ.

喂,喂,大混乱!

τί με καλεῖς;

您叫我做什么?

κλαύσει μακρά.

你要挨揍大哭了!

ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.

你呆立在那里干什么?给你一记拳头。

ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.

好疼啊!哎呀,我真命苦,主人。

μῶν τῶν σκορόδων1 ἐνέβαλες ἐς τὸν κόνδυλον;

难道您在这拳头里夹了蒜头(麦加拉产)吗?

οἴσεις ἀλετρίβανον τρέχων;

快跑去把研槌拿来!

ἀλλʼ ὦ μέλε

但是,好主人,

260

οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.

我们没有啊;我们昨天才刚搬进来。

οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;

那你还不赶紧跑到雅典人那里去拿一个回来?

ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.

凭宙斯起誓,我去;不然我就要挨打了。

ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;

来吧,我们这些可怜的小人儿该怎么办呢?

ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·

你们看,我们的危险有多么大;

265

εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,

因为如果他拿着研槌回来,

τούτῳ ταράξει τὰς πόλεις καθήμενος.

他就会坐着,用它把各个城邦捣得天翻地覆。

ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.

但是,噢,狄奥尼索斯,但愿他完蛋,不要拿着研槌回来!

οὗτος.

喂。

τί ἔστιν;

什么事?

οὐ φέρεις;

你没拿来吗?

τὸ δεῖνα2 γὰρ

那个,因为,

ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,

雅典人的研槌已经完蛋了,

270

ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.

就是那个把希腊搞得鸡犬不宁的皮革商。

εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶν

做得好啊,噢,尊贵的雅典娜女神!

ἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,

那家伙死得真是时候,对城邦大有好处,

ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.

在把我们捣成大蒜酱之前。

οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτει

那你不赶紧去拉栖代梦再拿一个回来?

275

ἀνύσας τι;​b ταῦτʼ ὦ δέσποθʼ.

遵命,主人。

ἧκέ νυν ταχύ.

快去快回。

ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.

各位,我们该怎么办?现在是伟大的斗争时刻。

ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει

但如果你们中间有人恰好在萨莫色雷斯

μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν

入过秘仪,现在正是祈祷的好时候,

ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.3

让那个去取研槌的人双脚走不动路。

280

οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.

哎呀,我真命苦,哎呀,真是的,哎呀,太惨了。

τί ἔστι; μῶν οὐκ αὖ φέρεις;

怎么了?难道你又没拿来吗?

ἀπόλωλε γὰρ

因为完蛋了,

καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.

拉栖代梦人的研槌也完蛋了。

πῶς ὦ πανοῦργʼ;

怎么回事,恶棍?

ἐς τἀπὶ Θρᾴκης χωρία

在色雷斯那边的地区,

χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.

他们把它借给别人,结果弄丢了。

285

εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω.

做得好,做得好,噢,双子神啊!

ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί.

也许事情会好起来的。鼓起勇气吧,凡人们!

ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·

把这些器具拿走,放回里面去;

ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.

我进屋去,自己做一个研槌。

νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος,

现在,那首著名的达提斯之歌终于来了,

290

ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας,

就是他以前在中午一边自慰一边唱的那首:

ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.

“我是多么高兴、欢喜、愉快啊!”

νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν

希腊的同胞们,现在正是我们

ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν

摆脱烦恼和战斗的好时机,

ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,

把大家热爱的‘和平’拉出来,

295

πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.

免得再有别的什么研槌来阻挠我们。

ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες

来吧,农夫们、商人们、木匠们、

καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι

手艺人们、在留外侨们、异乡人们,

καὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,

以及岛民们,大家都到这里来,所有的民众啊!

ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·

尽快拿着锄头、杠杆和绳子;

300

νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.4

因为现在是我们可以夺取善神赐予的好运的时候了。

δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.

大家都热心地到这里来,直奔拯救之路!

ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,

全希腊的同胞们,让我们一起帮忙吧,哪怕是前所未有地,

τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·

摆脱战列和那可恨的红色军服带来的灾难;

ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.

因为这厌恶战争的日子已经破晓。

305

πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·

为此,告诉我们该做什么,并作为我们的总指挥吧;

οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,

因为我想今天我绝不会放弃,

πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι

直到用杠杆和机器把她拉到光明的世间,

τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.

这位所有女神中最伟大、最喜爱葡萄藤的女神。

οὐ σιωπήσεσθʼ, ὅπως μὴ5 περιχαρεῖς τῷ πράγματι

你们还不安静下来吗?免得你们因为这事过度高兴,

310

τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;

大声嚷嚷,把里面的‘战争’再次激怒煽旺?

ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.

但是,听到这样的宣告,我们感到无比高兴。

οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.

因为这可不是命令我们带着三天的口粮前来。

εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,

那么,你们要当心下面的那个刻耳柏洛斯,

μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,

免得他像以前在这里时那样,咆哮、大喊大叫,

315

ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.

阻碍我们把女神拉出来。

οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,

现在绝不可能有任何人能把她夺走,

ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.

只要她一旦落入我的手中。噢,噢!

ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·

各位,你们会害死我的,要是你们不停下叫喊;

ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.

因为他会冲出来,用双脚把这一切捣得一团糟。

320

ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,

就让他去捣、去踩、去把一切搞乱吧,

οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.

因为我们今天绝不会停止欢呼。

τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν

怎么回事?各位,你们在干什么?凭神明起誓,千万不要

πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.

因为这些舞蹈身段而毁了这最美妙的计划。

ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς

但我不是想摆身段,而是因为高兴,

325

οὐκ ἐμοῦ κινοῦντος6 αὐτὼ τὼ σκέλει χορεύετον.

虽然我没有去动它们,这两条腿却自己跳起舞来。

语法注6 条
  1. 258μῶν τῶν σκορόδων

    大蒜(σκορόδων)是麦加拉的特产。此处利用了 δριμύς(辛辣的、刺痛的)的双关,既指战争之神拳头的剧痛,也指大蒜的辣味,同时也暗指前面麦加拉被捣碎的命运。

  2. 268dτὸ δεῖνα

    一种口语化的惯用表达,用于说话者结巴、犹豫或试图委婉说出尴尬事情时(相当于“那个”、“其实”)。在这里用于引出令人吃惊的坏消息。

  3. 278–279εὔξασθαι καλὸν / ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε

    在 εὔξασθαι καλὸν(正是祈祷的好时机)之后,接上带对格主语的不定式从句 ἀποστραφῆναι(被转回、折断),其主语为双数形式的 τὼ πόδε(双脚),由属格分词 τοῦ μετιόντος(前去拿取之人的)修饰。

  4. 300ἀγαθοῦ δαίμονος

    属于“善神”(ἀγαθὸς δαίμων)的属格。源自雅典人在宴饮结束时向善神敬一杯纯酒的习俗,此处比喻抓紧天赐的幸运或举杯欢庆的机会。

  5. 309–310οὐ σιωπήσεσθʼ, ὅπως μή...

    由此处 οὐ + 将来直陈式(οὐ σιωπήσεσθε,“你们还不安静吗?”)表示强烈的命令语气,后接 ὅπως μή + 将来直陈式(ἐκζωπυρήσετε,“免得你们重新燃起”)构成的否定目的/警戒从句。

  6. 325οὐκ ἐμοῦ κινοῦντος

    带有否定词 οὐκ 的属格绝对结构(genitive absolute),意为“尽管我没有去动它们”。主句主语是双数名词 αὐτὼ τὼ σκέλει(双腿),动词为双数形式 χορεύετον(跳舞),此处分词短语用以强调双腿不由自主地跳起舞来。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:248-325