← 阿里斯托芬

骑士

§1181-1256

克里昂欺诈败露与香肠贩子的最终胜利

克里昂与香肠贩子通过向德墨斯献上食物来展开竞争,但克里昂的欺骗行为因其食物箱被搜查而暴露。最终,香肠贩子被证实符合预言的条件,失败的克里昂被迫退场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1181

ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν

克里昂:带着戈耳工头盔羽冠的女神命令您吃下这个“推进者(蛋糕)”,

ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.1

以便我们能很好地推进(划行)我们的战船。

λαβὲ καὶ ταδί νυν.

香肠贩子:现在也请收下这些。

καὶ τί τούτοις χρήσομαιτοῖς ἐντέροις;

德墨斯:我拿这些内脏有什么用?

ἐπίτηδες αὔτʼ ἔπεμψέ σοιἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·

香肠贩子:这是女神特意为您送来的,作为您三段舵船的“内衬垫(内脏)”;

ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.

因为她显然在守护着海军。

ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

克里昂:也请喝下这杯三比二对水调和的饮料。

ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.

德墨斯:凭宙斯发誓,它是多么甜美,而且容纳着那三份水的比例!

ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

香肠贩子:是的,因为“三重诞生的”女神亲自将它稀释成三份。

1190

λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.

克里昂:现在请接受我给您的一块丰盛的蛋糕。

παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.

香肠贩子:而我,给您这整个蛋糕!

ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.

(对克里昂)但是你根本没有野兔肉可以送,而我却有。

οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;

克里昂:哎呀,我从哪里能得到野兔肉呢?

ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.

哦,我的灵魂啊,现在快想出一些无赖的手段来吧。

1195

ὁρᾷς τάδʼ ὦ κακόδαιμον;

香肠贩子:你这个倒霉鬼,看到这个了吗?

ὀλίγον μοι μέλει·

克里昂:我不在乎;因为在那边,有一些

ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινεςπρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.

带着银钱袋的使节正在向我走来。

ποῦ ποῦ;

香肠贩子:哪里?哪里?

τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;

克里昂:这关你什么事?你不能放开这些客人吗?

ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;

香肠贩子:哦,亲爱的德墨斯,您看到我给您带来的野兔肉了吗?

1200

οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας.

克里昂:哎呀,可怜的我啊!你竟然不公正地抢走了我的东西。

νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

香肠贩子:凭波塞冬发誓,你对那些来自皮洛斯的人也是这么做的。

εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

德墨斯:请告诉我,你是怎么想到要抢夺它的?

τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.

香肠贩子:主意是女神的,但偷窃是我干的。

ἐγὼ δʼ ἐκινδύνευσʼ, ἐγὼ δʼ ὤπτησά γε.

克里昂:可冒险的是我,烤肉的也是我!

1205

ἄπιθʼ· οὐ γὰρ ἀλλὰ2 τοῦ παραθέντος ἡ χάρις.

德墨斯:滚开;因为无论如何,恩情属于那个把它呈上来的人。

οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.

克里昂:哎呀,可怜的我!我将在厚颜无耻上被彻底打败。

τί οὐ διακρίνεις Δῆμʼ ὁπότερός ἐστι νῷν

香肠贩子:德墨斯,你为什么不判定一下,我们两个中谁是

ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

对你和你的胃更优秀的男人?

τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳδόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;

德墨斯:我到底应该用什么证据,才能让观众觉得我做出了聪明的裁判?

ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν

香肠贩子:我来告诉你。静静地走过去,

ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,

拿起我的食物箱,检验里面有什么,

καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.

还有帕拉戈尼亚人的;你一定会做出很好的判定。

φέρʼ ἴδω τί οὖν ἔνεστιν;

德墨斯:让我看看,里面有什么?

οὐχ ὁρᾷς κενὴν

香肠贩子:你没看到它是空的吗,

1215

ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.

我亲爱的爷爷?因为我已经把所有东西都搬给您了。

αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.

德墨斯:这只箱子确实在为德墨斯着想。

βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.

现在也走到帕拉戈尼亚人的箱子这边来。

ὁρᾷς τάδʼ;

你看到这个了吗?

οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.

哎呀,装满了多少好东西啊!

ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·

他竟然藏了这么大一块蛋糕!

1220

ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.

而他只切了这么一丁点大的一块给我!

τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·

香肠贩子:其实,他以前也是这样对您的;

σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,

他只把得到的极少一部分分给您,

αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.

而把大部分留给自己。

ὦ μιαρὲ κλέπτων δή με ταῦτʼ ἐξηπάτας;

德墨斯:你这个恶棍,竟然一边偷窃一边用这些东西欺骗我?

1225

ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.3

而我却给你戴上了花冠并赏赐了你!

ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.

克里昂:但我偷窃是为了城邦的好处啊!

κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶ

德墨斯:快把花冠放下,好让我把它戴在

αὐτὸν περιθῶ.

这家伙头上。

κατάθου ταχέως μαστιγία.

香肠贩子:快放下,你这个该挨鞭子的家伙!

οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς

克里昂:绝不,因为我有一个皮提亚的神谕,

1230

φράζων ὑφʼ οὗ †δεήσει μʼ† ἡττᾶσθαι μόνου.

指明了我注定唯独会被谁打败。

τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

香肠贩子:那神谕明明是在说我的名字,而且非常清楚!

καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,

克里昂:然而我想用证据来验证你,

εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.

看看你是否与神灵的预言相符。

καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·

首先我要对你做这样的试探:

1235

παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;

当你还是个孩子的时候,你上的是谁的学校?

ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.4

香肠贩子:在煺毛坑里,我被拳头塑造成型。

πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.

克里昂:你说什么?这神谕简直触动了我的心!好,

εἶεν.ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

在教练那里,你学了什么样的格斗技术?

κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·

香肠贩子:偷盗、作伪证,还有直视别人的眼睛。

1240

ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;

克里昂:哦,吕基亚的福玻斯·阿波罗,你究竟要对我做什么?

τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;

那你成年后,从事什么职业?

ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.

香肠贩子:我卖香肠,还做过男妓。

οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.

克里昂:哎呀,可怜的我!我什么都不是了。

λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.

我们现在只寄托在极其微弱的希望上。

1245

καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ

请告诉我这个:你真的是在市场上

ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;

卖香肠,还是在城门那里?

ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.

香肠贩子:在城门那里,就是卖咸鱼的地方。

οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.

克里昂:哎呀,神谕已经应验了!

κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.

把这个不幸的人抬进去吧。

1250

ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ

哦,花冠啊,再见并离去吧,虽然我是违心地

λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,

离开你;别的什么人会得到并拥有你,

κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.

他可能不会是更坏的小偷,但也许会更幸运。

Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

香肠贩子:全希腊的宙斯啊,胜利是属于您的!

ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι

法诺斯:哦,祝贺你,光荣的胜利者,并且记住,

1255

ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,

是因为我你才成为了一个真正的男人;我向你提出一个小小的请求,

ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

让我成为法诺斯,作为你诉讼的书记员。

语法注4 条
  1. 1182ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς

    意为“薄饼”的 ἐλατήρ 与意为“划船、推进”的动词 ἐλαύνω 之间的双关语。吃蛋糕被幽默地与使海军能够推进战船联系在一起。

  2. 1205οὐ γὰρ ἀλλὰ

    一种惯用的口语表达,意为“因为的确”、“不外乎”。它驳斥了克里昂关于自己烤肉的声明,强烈断定恩情只属于实际将食物呈上来的人。

  3. 1225ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν

    此处使用了多里斯方言的第二人称单数宾格代名词 τυ 来代替标准阿提卡方言的 σέ(“你”)。动词形式 ἐστεφάνιξα 也对应标准阿提卡方言的 ἐστεφάνωσα。这种方言的转换反映了德墨斯在此处采用了某种庄重或特殊的口吻。

  4. 1236κονδύλοις ἡρμοττόμην

    动词 ἁρμόζω(使协调、塑造)的未完成过去时被动态,意为“(我的身体和人格)是被拳头塑造、锻炼出来的”。它用体育教育的术语幽默地描述了香肠贩子所受到的严酷而暴力的“教育”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:1181-1256