- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg011.humanitext-grc2:6-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰奥彭波斯指出对方在受审时未能阐明男孩的法定血亲关系,随后详细陈述了家族谱系及该遗产此前的诉讼经过,并援引法文论证父系继承权止于堂表亲之子,该男孩绝无继承资格。
αἰσθάνεσθε ὅτι οὐκ ἔχει τὴν συγγένειαν εἰπεῖν, ἀλλʼ ἀποκρίνεται πάντα μᾶλλον ἢ ὃ δεῖ μαθεῖν ὑμᾶς. καίτοι τόν γε πράττοντά τι δίκαιον οὐ προσῆκεν ἀπορεῖν ἀλλʼ εὐθὺς λέγειν, καὶ μὴ μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διόμνυσθαι καὶ τοῦ γένους παρέχεσθαι μάρτυρας, ἵνα μᾶλλον [ἂν] ἐπιστεύετο ὑφʼ ὑμῶν. νῦν δʼ ἐφʼ οἷς ἀπόκρισιν οὐ δέδωκεν,1 οὐ μάρτυρας παρέσχετο, οὐχ ὅρκον ὤμοσεν, οὐ νόμον ἀνέγνωκεν, οἴεται δεῖν ὑμᾶς, ὀμωμοκότας ψηφιεῖσθαι κατὰ τοὺς νόμους, αὐτῷ πειθομένους ἐμοῦ καταγνῶναι ταύτην τὴν εἰσαγγελίαν παρὰ τοὺς νόμους· οὕτω σχέτλιος καὶ ἀναιδὴς ἄνθρωπός ἐστιν.
你们可以看到,他根本无法说出亲属关系,反而回答了除了你们所需了解的内容之外的一切事情。然而,一个行事公正的人本不该陷入窘境,而应立即说明,并且不仅如此,还应当郑重宣誓并出示血统证人,以便更能获得你们的信任。但实际上,对于这些未作回答、未提供证人、未起誓、未宣读法律的事项,他竟然认为你们这些宣誓依法投票的人,会听信他的话违背法律在此项弹劾案中判定我有罪;他是如此狠毒而不知羞耻之徒。
ἀλλʼ οὐκ ἐγὼ ποιήσω τούτων οὐδέν, ἀλλὰ καὶ τὸ γένος ἐρῶ τοὐμὸν καὶ ὅθεν μοι προσήκει τῆς κληρονομίας, καὶ τὸν παῖδα ἐπιδείξω καὶ τοὺς πρότερον ἀμφισβητήσαντας ἐμοὶ τοῦ κλήρου πάντας ἔξω τῆς ἀγχιστείας ὄντας, ὥσθʼ ὑμᾶς ὁμολογεῖν. ἀνάγκη δʼ ἐστὶν ἐξ ἀρχῆς τὰ συμβεβηκότα εἰπεῖν· ἐκ τούτων γὰρ γνώσεσθε τήν τε ἐμὴν ἀγχιστείαν καὶ ὅτι τούτοις οὐδὲν προσήκει τῆς κληρονομίας.
但我绝不会这样做,而是要阐明我自己的血统以及我是从何种依据享有该继承权,并且我将证明无论是这个男孩,还是此前与我争夺该遗产的所有人,都处于法定继承权之外,以使你们对此毫无异议。有必要从头讲述所发生的事情;因为由此你们将知晓我的继承权,以及这些人对这笔遗产根本没有任何权利。
ἐγὼ γὰρ καὶ Ἁγνίας, ὦ ἄνδρες, καὶ Εὐβουλίδης καὶ Στρατοκλῆς καὶ Στρατίος ὁ τῆς Ἁγνίου μητρὸς ἀδελφὸς ἐξ ἀνεψιῶν ἐσμεν γεγονότες·2 καὶ γὰρ οἱ πατέρες ἡμῶν ἦσαν ἀνεψιοὶ ἐκ πατραδέλφων. Ἁγνίας οὖν, ὅτε ἐκπλεῖν παρεσκευάζετο πρεσβεύσων ἐπὶ ταύτας τὰς πράξεις αἳ τῇ πόλει συμφερόντως εἶχον, οὐκ ἐφʼ ἡμῖν τοῖς ἐγγύτατα γένους, εἴ τι πάθοι, τὰ ὄντα κατέλιπεν, ἀλλʼ ἐποιήσατο θυγατέρα αὑτοῦ ἀδελφιδῆν· εἰ δέ τι καὶ αὐτὴ πάθοι, Γλαύκωνι τὰ ὄντα ἐδίδου, ἀδελφῷ ὄντι ὁμομητρίῳ· καὶ ταῦτʼ ἐν διαθήκαις ἐνέγραψε.
陪审员先生们,我与哈格尼亚斯、欧布利德斯、斯特拉托克勒斯,以及哈格尼亚斯母亲的兄弟斯特拉提奥斯,都是堂兄弟之子;因为我们的父亲们是由亲兄弟所生的堂表兄弟。因此,当哈格尼亚斯准备出航出使执行那些对城邦有利的公务时,万一发生不测,他并未把财产留给我们这些最近的血亲,而是收养了自己的侄女为女儿;如果她也遭遇不测,他便将财产给予他的同母兄弟格劳孔;他在遗嘱中明确写下了这些内容。
χρόνων δὲ διαγενομένων μετὰ ταῦτα τελευτᾷ μὲν Εὐβουλίδης, τελευτᾷ δʼ ἡ θυγάτηρ ἣν ἐποιήσατο Ἁγνίας, λαμβάνει δὲ τὸν κλῆρον Γλαύκων κατὰ τὴν διαθήκην. ἡμεῖς δʼ οὐ πώποτʼ ἠξιώσαμεν ἀμφισβητῆσαι πρὸς τὰς ἐκείνου διαθήκας, ἀλλʼ ὠόμεθα δεῖν περὶ τῶν αὑτοῦ τὴν ἐκείνου γνώμην εἶναι κυρίαν, καὶ τούτοις ἐνεμένομεν. ἡ δʼ Εὐβουλίδου θυγάτηρ μετὰ τῶν αὐτῇ συμπραττόντων λαγχάνει τοῦ κλήρου καὶ λαμβάνει νικήσασα τοὺς κατὰ τὴν διαθήκην ἀμφισβητήσαντας, ἔξω μὲν οὖσα τῆς ἀγχιστείας, ἐλπίσασα δʼ (ὡς ἔοικεν) ἡμᾶς πρὸς αὐτὴν οὐκ ἀντιδικήσειν, ὅτι οὐδὲ πρὸς τὰς διαθήκας ἠμφισβητήσαμεν.
此后随着岁月流逝,欧布利德斯去世了,哈格尼亚斯收养的女儿也去世了,格劳孔依照遗嘱继承了遗产。我们从未认为应当反对他的遗嘱,而是认为对待自己的财产,他的意志应当具有最高效力,并对此恪守不渝。然而欧布利德斯的女儿与协助她的人一起提请继承该遗产,并在胜过依据遗嘱主张权利的人之后取得了财产;她虽然处于法定继承权之外,(看来)却指望我们不会对她提起诉讼,因为我们甚至没有对遗嘱提出异议。
ἡμεῖς δέ, ἐγὼ καὶ Στρατίος καὶ Στρατοκλῆς, ἐπειδὴ τοῖς ἐγγύτατα γένους ἐγεγένητο ἐπίδικος ὁ κλῆρος, παρεσκευαζόμεθα ἅπαντες λαγχάνειν· πρὶν δὲ γενέσθαι τὰς λήξεις τῶν δικῶν ἡμῖν τελευτᾷ μὲν ὁ Στρατίος, τελευτᾷ δʼ ὁ Στρατοκλῆς, λείπομαι δʼ ἐγὼ μόνος τῶν πρὸς πατρὸς ὢν ἀνεψιοῦ παῖς, ᾧ μόνῳ κατὰ τοὺς νόμους ἐγίγνετο ἡ κληρονομία, πάντων ἤδη τῶν ἄλλων ἐκλελοιπότων, οἳ ταὐτὸν ἐμοὶ τῇ συγγενείᾳ προσήκοντες ἐτύγχανον.
然而我们——我、斯特拉提奥斯和斯特拉托克勒斯——由于该遗产已成为最近血亲可以提起公审争夺的标的,我们所有人都在准备提起诉讼;但在我们的诉讼正式登记受理之前,斯特拉提奥斯去世了,斯特拉托克勒斯也去世了,父系血亲中只剩下我这一个堂表兄弟之子,既然其他所有与我血缘亲等相同的人都已故去,依照法律这笔遗产就唯独应当归我所有。
τῷ δὲ γνώσεσθε τοῦθʼ, ὅτι ἐμοὶ μὲν ἀγχιστεύειν, τοῖς δʼ ἐξ ἐκείνων γεγονόσιν οὐκ ἦν,3 ἐν οἷς οὗτος ὁ παῖς ἦν; αὐτὸς ὁ νόμος δηλώσει. τὸ μὲν γὰρ εἶναι τὴν ἀγχιστείαν ἀνεψιοῖς πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων ὁμολογεῖται παρὰ πάντων. εἰ δὲ μεθʼ ἡμᾶς δίδωσι τοῖς ἡμετέροις παισί, τοῦτʼ ἤδη σκεπτέον ἐστί. λαβὲ οὖν αὐτοῖς τὸν νόμον καὶ ἀναγίγνωσκε. "Νόμος ἐὰν δὲ μηδεὶς ᾖ πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς πρὸς μητρὸς κυρίους εἶναι κατὰ τὰ αὐτά."
那么,你们凭什么知道我有权继承,而由他们所生的人(其中包括这名男孩)却无权继承呢?法律本身会予以阐明。因为父系堂表兄弟直至堂表亲之子享有继承权,这是所有人都承认的。但在我们之后,法律是否将权利赋予我们的子女,这正是现在必须考察的事。那么,请为他们拿取法律条文并宣读。 法律:“若父系至堂表亲之子均无人存活,则母系亲属依同样顺序取得继承权。”
ἀκούετε, ὦ ἄνδρες, ὅτι ὁ νομοθέτης οὐκ εἶπεν, ἐὰν μηδεὶς ᾖ πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς τῶν ἀνεψιαδῶν εἶναι κυρίους, ἀλλὰ ἀπέδωκε τοῖς πρὸς μητρὸς τοῦ τελευτήσαντος, ἂν ἡμεῖς μὴ ὦμεν, τὴν κληρονομίαν ἤδη, ἀδελφοῖς καὶ ἀδελφαῖς καὶ παισὶ τοῖς τούτων καὶ τοῖς ἄλλοις, κατὰ ταὐτὰ καθάπερ καὶ ἐξ ἀρχῆς ἦν ὑπειρημένον· τοὺς δὲ ἡμετέρους παῖδας ἔξω τῆς ἀγχιστείας ἐποίησεν. οἷς δὲ μηδʼ ἐὰν τετελευτηκὼς ἦν ἐγώ, δίδωσιν ὁ νόμος τὴν Ἁγνίου κληρονομίαν, πῶς ἐμοῦ τε ζῶντος καὶ κατὰ τοὺς νόμους ἔχοντος οἴονται αὑτοῖς εἶναι τὴν ἀγχιστείαν; οὐδαμῶς δήπουθεν.
陪审员先生们,你们听到了,立法者并没有说“若父系至堂表亲之子均无人存活,则堂表兄弟的孙辈享有继承权”,而是在我们不存在的情况下,直接将遗产转让给了死者的母系亲属——兄弟、姐妹及其子嗣以及其余亲属,完全依照最初所规定的步骤;而他将我们的子女置于继承权之外。对于那些即使我已去世法律也不赋予哈格尼亚斯遗产的人,在我健在且依法保有遗产的情况下,他们又怎能认为自己享有继承权呢?这显然绝不可能。
- 6ἐφʼ οἷς ἀπόκρισιν οὐ δέδωκεν
关系代词 οἷς 省略了先行词(相当于 ἐπὶ τούτοις ἅ 或 ὧν),介词 ἐπί 接与格表示所针对的事项或论题(“在关于这些他未作回答的事项上”),与后文的主句 οἴεται δεῖν ὑμᾶς... 形成强烈的转折对比结构。
- 8ἐξ ἀνεψιῶν ἐσμεν γεγονότες
介词短语 ἐκ 接属格表示世代与出身,紧接着由 καὶ γὰρ οἱ πατέρες ἡμῶν ἦσαν ἀνεψιοί(“因为我们的父亲们是堂兄弟”)进行具体阐述。该句在构词与句法上意为“我们是由堂兄弟所生之子”(即互相为再从兄弟/表兄弟),界定了雅典继承法上的具体法定亲等。
- 11ἐμοὶ μὲν ἀγχιστεύειν, τοῖς δʼ ἐξ ἐκείνων γεγονόσιν οὐκ ἦν
未完成过去时动词 ἦν 与不定式 ἀγχιστεύειν 连用,作无人称用法,相当于 ἐξῆν(“具有合法权利 / 得以继承”),并支配与格 ἐμοί 及 τοῖς... γεγονόσιν 作为权利主体。该结构构成了论证谁具有法定继承权而谁被排除在外的核心句式。
