← 伊塞优斯

论哈格尼亚斯的遗产

§13-19

前次诉讼的胜诉与涉案男孩继承资格的欠缺

演说者指出,涉案男孩及其同等亲族均处于法定继承权之外,在当年的财产审判中也未提出主张;进而叙述了自己如何在法庭上依法驳倒其他争夺者而胜诉,从而揭露对方此番弹劾的恶意与荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ἀλλὰ μὴν εἰ τούτοις μὴ μέτεστιν, ὧν οἱ πατέρες ταὐτὸν ἐμοὶ προσῆκον, οὐδὲ τούτῳ τῷ παιδὶ γίγνεται· καὶ γὰρ ὁ τούτου πατὴρ ὁμοίως ἦν ἐκείνοις συγγενής. οὔκουν δεινὸν ἐμοὶ μὲν διαρρήδην οὕτω τῶν νόμων δεδωκότων τὴν κληρονομίαν, τούτους δʼ ἔξω τῆς ἀγχιστείας πεποιηκότων, τολμᾶν τουτονὶ συκοφαντεῖν,1 καὶ διαγωνίσασθαι μέν, ἡνίκʼ ἐγὼ τοῦ κλήρου τὴν δίκην ἐλάγχανον, μὴ οἴεσθαι δεῖν, μηδὲ παρακαταβάλλειν, οὗ περὶ τῶν τοιούτων εἴ τι δίκαιον εἶχεν εἰπεῖν διαγνωσθῆναι προσῆκεν,2 ἐπὶ δὲ 〈τῷ〉 τοῦ παιδὸς ὀνόματι πράγματʼ ἐμοὶ παρέχειν καὶ περὶ τῶν μεγίστων εἰς κίνδυνον καθιστάναι;

此外,若那些父亲与我亲等相同的人都无份于遗产,那么这个男孩自然也无权获得;因为这名男孩的父亲与他们的亲等完全相同。难道这不是很可恶吗:法律已经如此明确地将遗产判给我,并将这些人排除在法定继承权之外,此人竟然斗胆恶意中伤,并且在我提起遗产诉讼时,并不认为应当出庭争辩或缴纳诉讼保证金(而在那样的地方,若关于此类事项有什么正当理由可说,本应予以裁判),反倒假借男孩的名义给我制造麻烦,使我陷入最重大的危险之中?

§14

καὶ περὶ μὲν τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς χρημάτων μηδʼ αἰτιᾶσθαί με, μηδʼ ὥς τι εἴληφα ἔχειν εἰπεῖν (ἐφʼ οἷς, εἴ τι αὐτῶν κακῶς διῴκουν ὥσπερ οὗτος, κρίνεσθαι μοι προσῆκεν), ἃ δʼ ὑμεῖς ἐμὰ εἶναι ἐψηφίσασθε, τῷ βουλομένῳ δόντες ἐξουσίαν ἀμφισβητεῖν αὐτῶν, ἐπὶ τούτοις ἐμοὶ τοιούτους ἀγῶνας παρασκευάζειν καὶ εἰς τοῦτο ἀναισχυντίας ἥκειν;

难道这不是很可恶吗:对于公认属于那男孩的财产,他并不指控我,也无法指出我拿了什么东西(如果我像他那样对这些财产管理不善,我本应因此受到审判),然而对于你们投票裁决属于我、并给予任何愿意争夺者以异议权的财产,他却对我罗织此类诉讼,竟无耻到了这般地步?

§15

οἴομαι μὲν οὖν καὶ ἐκ τῶν ἤδη εἰρημένων γιγνώσκεσθαι ὑμῖν ὅτι οὔτʼ ἀδικῶ τὸν παῖδα οὐδὲν οὔτʼ ἔνοχός εἰμι ταύταις ταῖς αἰτίαις οὐδὲ κατὰ μικρόν· ἔτι δὲ ἀκριβέστερον ἡγοῦμαι καὶ ἐκ τῶν ἄλλων ὑμᾶς μαθήσεσθαι, καὶ τὴν ἐμὴν ἐπιδικασίαν, ὡς γέγονεν, ἀκούσαντας περὶ αὐτῶν. ἐμοὶ γάρ, ὦ ἄνδρες, λαχόντι τοῦ κλήρου τὴν δίκην οὔτε οὗτος ὁ νῦν ἐμὲ εἰσαγγέλλων ὠήθη δεῖν παρακαταβάλλειν ὑπὲρ τοῦ παιδός, οὔτε οἱ Στρατίου παῖδες οἱ ταὐτὸ τῷ παιδὶ προσήκοντες... οὔτε διʼ ἄλλο οὐδὲν αὑτοῖς ἐνόμιζον προσήκειν τούτων τῶν χρημάτων· ἐπεὶ οὐδʼ ἂν οὗτος νῦν ἐμοὶ πράγματα παρεῖχεν, εἰ τὰ τοῦ παιδὸς εἴων ἁρπάζειν καὶ μὴ ἠναντιούμην αὐτῷ. οὗτοι μὲν οὖν, ὥσπερ εἶπον, εἰδότες ὅτι ἔξω ἦσαν τῆς ἀγχιστείας, οὐκ ἠμφισβήτουν ἀλλʼ ἡσυχίαν εἶχον· οἱ δʼ ὑπὲρ τῆς Εὐβουλίδου θυγατρὸς πράττοντες, τῆς τὸ αὐτὸ τῷ παιδὶ καὶ τοῖς Στρατίου παισὶ προσηκούσης, καὶ οἱ κύριοι τῆς Ἁγνίου μητρὸς ἦσαν οἷοί [τε] πρὸς ἐμὲ ἀντιδικεῖν.

因此我认为,仅凭上述所言,你们就已经知晓我既没有对男孩做任何不公之事,也没有丝毫触犯这些罪名;但我相信,从其余事实中,以及通过听取有关这些财产的继承判决是如何作出的,你们将了解得更加准确。因为,陪审员先生们,当我就遗产提起诉讼时,如今弹劾我的这个人并没有认为应当为男孩缴纳保证金,与该男孩亲等相同的斯特拉提奥斯之子嗣也没有……他们也没有基于任何其他理由认为这些财产归他们所有;因为若是我容许他侵吞这男孩的财产而不加以阻拦,他如今也不会给我制造麻烦了。正如我所说的,这些人由于知道自己处于法定继承权之外,并未提出争夺,而是保持沉默;然而代表欧布利德斯之女(其亲等与该男孩及斯特拉提奥斯之子嗣相同)行事的人,以及哈格尼亚斯母亲的监护人,却有资格与我抗辩。

§17

εἰς τοσαύτας δʼ ἀπορίας κατέστησαν ὅ τι ἀντιγράψωνται περὶ τῆς ἀγχιστείας, ὥστε ἡ μὲν τὸν κλῆρον ἔχουσα καὶ οἱ λέγοντες τὸ περὶ αὐτῆς γένος, ἐπειδὴ κατεψεύσαντο, ῥᾳδίως ὑπʼ ἐμοῦ τότε ἐξηλέγχθησαν οὐκ ἀληθές τι γράψαι τολμήσαντες, οἱ δʼ ὑπὲρ τῆς Ἁγνίου μητρὸς γένει μὲν ἐμοὶ ταὐτὸ προσηκούσης (ἀδελφὴ γὰρ ἦν τοῦ Στρατίου) νόμῳ δὲ ἀποκλειομένης, ὃς κελεύει κρατεῖν τοὺς ἄρρενας, τοῦτο μὲν εἴασαν, οἰόμενοι δʼ ἐμοῦ πλεονεκτήσειν μητέρα εἶναι τοῦ τελευτήσαντος ἔγραψαν· ὃ συγγενέστατον μὲν ἦν τῇ φύσει πάντων, ἐν δὲ ταῖς ἀγχιστείαις ὁμολογουμένως οὐκ ἔστιν.3

但他们在关于法定继承权的答辩状中陷入了如此窘迫的境地:占有遗产的那名女子及其陈述血统关系的人,由于谎话连篇,因胆敢登记不实之词,当时便轻易被我驳倒;而代表哈格尼亚斯母亲的人(按血统她与我亲等相同,因为她是斯特拉提奥斯的姐妹,但被规定男性优先的法律所排除),避开了这一点,妄图胜过我,便在文书上登记她是死者的母亲;这在自然关系上固然是所有人中最亲密的,但在法定继承权中公认是不存在的。

§18

εἶτα γράψας ἀνεψιοῦ παῖς εἶναι κἀκείνας ἐξελέγξας οὐκ οὔσας ἐν ταῖς ἀγχιστείαις, οὕτως ἐπεδικασάμην παρʼ ὑμῖν, καὶ αὐτῶν οὐκ ἴσχυσέ τι οὔτε τῇ τὸν κλῆρον ἐχούσῃ τὸ προνενικηκέναι τοὺς κατὰ διαθήκην ἀμφισβητήσαντας, οὔτε τῇ ἑτέρᾳ τὸ μητέρα εἶναι τοῦ τὸν κλῆρον καταλιπόντος, ἀλλʼ οὕτως οἱ τότε δικάζοντες καὶ τὸ δίκαιον καὶ τοὺς ὅρκους περὶ πολλοῦ ἐποιήσαντο, ὥστʼ ἐμοὶ τῷ κατὰ τοὺς νόμους ἀμφισβητοῦντι τὴν ψῆφον ἤνεγκαν.

随后,我登记自己为堂表兄弟之子,并驳倒了那些女子不在法定继承亲等之内,从而在你们面前通过司法裁决获得了遗产;在她们的主张中,曾击败遗嘱争夺者的事实对占有遗产的女子毫无助益,而作为留遗者的母亲对另一名女子也毫无助益,相反,当时的审判员们极其看重公正与誓言,将选票投给了依据法律提出主张的我。

§19

καίτοι εἰ τὰς μὲν νενίκηκα τοῦτον τὸν τρόπον, ἐπιδείξας μηδὲν Ἁγνίᾳ κατʼ ἀγχιστείαν προσηκούσας, οὗτος δὲ μὴ ἐτόλμησεν ἀντιδικῆσαι τῷ παιδὶ τοῦ ἡμικληρίου πρὸς ἡμᾶς, οἱ δὲ Στρατίου παῖδες οἱ ταὐτὸν τούτῳ προσήκοντες μηδὲ νῦν ἀξιοῦσιν ἀντιδικῆσαι πρὸς ἐμὲ περὶ αὐτῶν, ἔχω δʼ ἐγὼ τὸν κλῆρον ἐπιδικασάμενος παρʼ ὑμῖν, ἐξελέγχω δὲ τοῦτον μηδέπω καὶ τήμερον ἔχοντʼ εἰπεῖν ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει κατʼ ἀγχιστείαν, τί ἔτι δεῖ μαθεῖν ὑμᾶς ἢ 〈τί〉 ποθεῖτε ἀκοῦσαι περὶ τούτων; ἐγὼ μὲν γὰρ ὡς εὖ φρονοῦσιν ὑμῖν ἱκανὰ τὰ εἰρημένα νομίζω.

既然我已用这种方式战胜了那些女子,证明了她们在法定继承权上与哈格尼亚斯毫无关联,而此人当时不敢为男孩与我们争夺半数遗产,与这〔男孩〕亲等相同的斯特拉提奥斯之子嗣直到如今也不认为应当就此与我抗辩,且我是在你们面前经过司法裁判而保有该遗产,并且我揭露了此人直到今天仍无法说出该男孩在法定继承权上与哈格尼亚斯有何亲属关系,那么你们还需要了解什么,或者还渴望就这些事情听到什么呢?因为我认为,对于明理的你们而言,所说的一切已经足够了。

语法注3 条
  1. 13οὔκουν δεινὸν ἐμοὶ μὲν διαρρήδην οὕτω τῶν νόμων δεδωκότων τὴν κληρονομίαν, τούτους δʼ ἔξω τῆς ἀγχιστείας πεποιηκότων, τολμᾶν τουτονὶ συκοφαντεῖν

    由 οὔκουν δεινόν [ἐστι] 引导的表示愤慨的修辞疑问句,后接一系列作主语的不定式短语(τολμᾶν τουτονὶ συκοφαντεῖν 以及后续的 διαγωνίσασθαι μέν... μὴ οἴεσθαι δεῖν 和 ἐπὶ δὲ τῷ τοῦ παιδὸς ὀνόματι πράγματʼ ἐμοὶ παρέχειν)。前面的 ἐμοὶ μὲν... δεδωκότων 与 τούτους δʼ... πεποιηκότων 为独立属格,构成了与对方恶劣行为形成鲜明对比的背景条件(“在法律已赋予我遗产而将他们排除在外的情况下”)。

  2. 13οὗ περὶ τῶν τοιούτων εἴ τι δίκαιον εἶχεν εἰπεῖν διαγνωσθῆναι προσῆκεν

    关系副词 οὗ 指代前文提及的就遗产提起公审并缴纳诉讼保证金的诉讼场合(“在彼处/当时……”)。从句 εἴ τι δίκαιον εἶχεν εἰπεῖν 带有与过去事实相反的未完成过去时直陈式条件句色彩,与非人称动词 προσῆκεν 搭配不定式 διαγνωσθῆναι,共同表达“在过去理应得到裁决却没有发生”的事实。

  3. 17ὃ συγγενέστατον μὲν ἦν τῇ φύσει πάντων, ἐν δὲ ταῖς ἀγχιστείαις ὁμολογουμένως οὐκ ἔστιν

    中性关系代名词 ὃ 的先行词是前文所提的表述内容“作为死者的母亲”(μητέρα εἶναι τοῦ τελευτήσαντος)。该句起同位语解释作用,将自然血亲上最近的关系(φύσει συγγενέστατον)与雅典法律关于法定继承位阶(ἐν ταῖς ἀγχιστείαις)的规定加以鲜明对照,后者并不承认母亲享有法定亲等继承权。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg011.humanitext-grc2:13-19