← 伊塞优斯

论哈格尼亚斯的遗产

§0-5

提要与基于继承法对原告的质问

提要在梳理哈格尼亚斯遗产案的家族关系与既往诉讼经过后,发言人依据继承法证明原告男孩并不属于任何法定继承顺位,并将对手传唤至法庭当面质问其血统亲等关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

Ὑπόθεσις Ἁγνίας τις εἶχεν ἀνεψιοὺς πολλούς, Θεόπομπον καὶ τὸν ἀδελφὸν αὐτοῦ Στρατοκλέα καὶ Στρατίον καὶ Εὐβουλίδην. οὗτος μέλλων τελευτᾶν ἐποιήσατο θετὴν ἑαυτῷ θυγατέρα, κελεύσας ἐν ταῖς διαθήκαις, εἴ τι πάθοι ἡ θυγάτηρ,1 ἔρχεσθαι τὸν κλῆρον εἰς Γλαύκωνα, ἀδελφὸν αὐτοῦ τυγχάνοντα ὁμομήτριον. ἐπὶ τούτοις αὐτοῦ τελευτήσαντος ἡ θυγάτηρ λαβοῦσα τὸν κλῆρον ἐτελεύτησεν. ἀποθανόντος δὲ καὶ Εὐβουλίδου ἡ θυγάτηρ αὐτοῦ, τοῦ Εὐβουλίδου, δικασαμένη πρὸς Γλαύκωνα ἔλαβε τὴν οὐσίαν. μετὰ ταῦτα τελευτησάντων καὶ τῶν περὶ τὸν Στρατοκλέα καὶ Στρατίον Θεόπομπος μόνος ἐδικάσατο πρὸς αὐτήν, καὶ ἔλαβε τὸν κλῆρον. πρὸς τοῦτον ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, Στρατοκλέους, δικάζεται [πρὸς αὐτὸν] διʼ ἐπιτρόπου τινὸς [υἱός], φάσκων ἐξ ἴσου τὰ τῆς κληρονομίας ἁρμόζειν τῷ τε Θεοπόμπῳ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ αὐτοῦ. ἡ στάσις πραγματική.

提要 某位哈格尼亚斯有许多堂兄弟:泰奥彭波斯及其兄弟斯特拉托克勒斯、斯特拉提奥斯以及欧布利德斯。哈格尼亚斯临终时收养了一位养女,并在遗嘱中指示,如果女儿发生任何不测,财产应归于同母兄弟格劳孔。他在这些条件下去世后,接管了财产的女儿也去世了。欧布利德斯死后,他的女儿(即欧布利德斯的女儿)起诉格劳孔并获得了该产业。此后,随着斯特拉托克勒斯和斯特拉提奥斯等人相继去世,泰奥彭波斯独自对她提起诉讼并赢得了遗产。针对他,其兄弟斯特拉托克勒斯的儿子通过一名监护人对他提起诉讼,声称遗产应当由泰奥彭波斯与他兄弟的孩子平分。此案的争点属于实定法与事实之争。

§1

〈Νόμοι〉διὰ ταῦθʼ ὑμῖν ἀνέγνων τοὺς νόμους, ὅτι κατὰ τὸν πρῶτον αὐτῶν ἰσχυρίζεται τῷ παιδὶ τοῦ ἡμικληρίου προσήκειν, οὐκ ἀληθῆ λέγων. οὐ γὰρ ἦν ἡμῖν Ἁγνίας ἀδελφός, ὁ δὲ νόμος περὶ ἀδελφοῦ χρημάτων πρῶτον ἀδελφοῖς τε καὶ ἀδελφιδοῖς πεποίηκε τὴν κληρονομίαν, ἂν ὦσιν ὁμοπάτορες· τοῦτο γὰρ ἐγγυτάτω τοῦ τελευτήσαντος 〈τὸ〉 γένος ἐστίν.

〈法律〉我向你们宣读这些法律,正是因为对方依据其中的第一条法律主张半数遗产归该男孩所有,但这并非实情。因为哈格尼亚斯并不是我们的兄弟,而关于兄弟财产的法律,首先将遗产赋予兄弟及其子嗣,如果他们是同父的话;因为这是与死者最亲近的血统。

§2

ἐὰν δʼ οὗτοι μὴ ὦσι, δεύτερον ἀδελφὰς ὁμοπατρίας καλεῖ καὶ παῖδας τοὺς ἐκ τούτων. ἐὰν δὲ μὴ ὦσι, τρίτῳ γένει δίδωσι τὴν ἀγχιστείαν, ἀνεψιοῖς πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων. ἐὰν δὲ καὶ τοῦτʼ ἐκλείπῃ [εἰς] τὸ γένος, πάλιν ἐπανέρχεται καὶ ποιεῖ τοὺς πρὸς μητρὸς τοῦ τελευτήσαντος κυρίους αὐτῶν, κατὰ ταὐτὰ καθάπερ τοῖς πρὸς πατρὸς ἐξ ἀρχῆς ἐδίδου τὴν κληρονομίαν.

如果没有这些人,它其次召集同父姐妹及其所生之子嗣。如果这些人也不存在,它将继承权赋予第三级亲属,即父系的堂表亲直至堂表亲之子。如果这一级别的血亲也断绝,它再次返回,让死者母系的亲属成为这些财产的主人,完全依照最初赋予父系亲属继承权的方式。

§3

ταύτας ποιεῖ τὰς ἀγχιστείας ὁ νομοθέτης μόνας, συντομωτέρως τοῖς ῥήμασιν ἢ ἐγὼ φράζω· τὴν μέντοι διάνοιαν ὧν βούλεται ταύτῃ δείκνυσιν. ὁ δὲ παῖς οὗτος οὐδὲ καθʼ ἓν τούτων τῶν ὀνομάτων Ἁγνίᾳ προσήκει τῇ ἀγχιστείᾳ, ἀλλʼ ἔξω τῆς συγγενείας ἐστίν. ἵνα δʼ ἀκριβῶς μάθητε περὶ ὧν ψηφιεῖσθε, τοὺς πολλοὺς λόγους ἐάσας οὗτος εἰπάτω ὅ τι ὁ παῖς προσήκει τουτωνὶ τῶν εἰρημένων τῷ τὸν κλῆρον καταλιπόντι·2 κἂν φανῇ κατά τι προσήκων, ἑκὼν ἐγὼ συγχωρῶ τὸ ἡμικλήριον εἶναι τοῦ παιδός.

立法者设立的继承资格仅限于这些,所用词句比我所说的更为简略,然而这正是表明了他所期望的意图。但是这个男孩在这些称谓中,没有一个能在继承资格上与哈格尼亚斯相属,而是处于法定亲属关系之外。为了让你们能确切知晓所要表决的事项,请对方放弃冗长的言辞,说明这孩子是以这些上述称谓中的哪一种与留下遗产者产生亲属关联;如果显出他以某种方式具有亲属关系,我心甘情愿承认半数遗产归这孩子所有。

§4

εἰ δέ τοι μηδὲν τούτων ἕξει εἰπεῖν, πῶς οὐκ ἐλεγχθήσεται φανερῶς ἐμὲ μὲν συκοφαντῶν, ὑμᾶς δʼ ἐξαπατῆσαι παρὰ τοὺς νόμους ζητῶν; ἀναβιβασάμενος οὖν αὐτὸν ἐναντίον ὑμῶν ἐρωτήσω τὰ ἐν τοῖς νόμοις ὑπαναγιγνώσκων· οὕτω γὰρ εἴσεσθε εἰ προσήκει τῷ παιδὶ τῶν Ἁγνίου χρημάτων ἢ μή. λαβὲ οὖν αὐτοῖς τοὺς νόμους· σὺ δʼ ἀνάβηθι δεῦρο, ἐπειδὴ δεινὸς εἶ διαβάλλειν καὶ τοὺς νόμους διαστρέφειν. σὺ δʼ ἀναγίγνωσκε.

但如果他对此无话可说,岂非显然被证实是在对我进行诬告,并企图违背法律欺骗你们吗?因此,我将把他叫到你们面前,并在宣读法律条文的同时向他发问;因为这样你们就会知道,哈格尼亚斯的财产究竟是否有属于这孩子的份额。请为他们取来法律条文;至于你,既然擅长诬陷和歪曲法律,就请登上这里来。书记,请宣读。

§5

Νόμοι ἐπίσχες. ἐρωτήσω σέ. ἀδελφός ἐσθʼ ὁ παῖς Ἁγνίου 〈ἢ〉 ἀδελφιδοῦς ἐξ ἀδελφοῦ ἢ ἐξ ἀδελφῆς γεγονώς, ἢ ἀνεψιός, ἢ ἐξ ἀνεψιοῦ πρὸς μητρὸς ἢ πρὸς πατρός; τί τούτων τῶν ὀνομάτων, οἷς ὁ νόμος τὴν ἀγχιστείαν δίδωσι; καὶ ὅπως μὴ ἐκεῖνο ἐρεῖς,3 ὅτι ἐμὸς ἀδελφιδοῦς. οὐ γὰρ περὶ τοῦ ἐμοῦ κλήρου νῦν ὁ λόγος ἐστί· ζῶ γάρ. εἰ δʼ ἦν ἄπαις ἐγὼ τετελευτηκὼς καὶ ἠμφισβήτει τῶν ἐμῶν, τοῦτο ἂν προσῆκεν ἀποκρίνασθαι ἐρωτωμένῳ. νῦν δὲ φῂς τῶν Ἁγνίου χρημάτων τὸ ἡμικλήριον εἶναι τοῦ παιδός· δεῖ δή σε τῆς ἀγχιστείας, ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει, τὸ γένος εἰπεῖν. φράσον οὖν τουτοισί.

法律 停下。我来问你。这孩子是哈格尼亚斯的兄弟,还是由兄弟或姐妹所生的侄子、外甥,或是堂表亲,抑或是母系或父系堂表亲之子?在法律赋予继承权的这些称谓中,他是哪一种?注意千万别回答说是我的侄子!因为现在的争论并非关乎我的遗产;毕竟我还活着。如果我无嗣去世且我的财产引起争议,被质问时作此回答才是恰当的。但如今你声称哈格尼亚斯财产的半数归这孩子所有,你就必须说出这孩子依据继承权与哈格尼亚斯有何种血统亲属关系。那么,向在座的陪审员们说明吧。

语法注3 条
  1. 0εἴ τι πάθοι ἡ θυγάτηρ

    此处是在间接引述遗嘱内容时使用的斜法希求语气,同时也是委婉表达死亡的惯用语(“如果女儿遭遇不测/身故”)。在直接引语中原为带 ἐάν 的假设虚拟语气(ἐάν τι πάθῃ),因依附于过去时动词 κελεύσας 而转为希求语气。

  2. 3ὅ τι ὁ παῖς προσήκει τουτωνὶ τῶν εἰρημένων τῷ τὸν κλῆρον καταλιπόντι

    引导间接疑问句的中性代词 ὅ τι 作关系宾格(副词性宾格),表示“在哪种资格上”。属格 τουτωνὶ τῶν εἰρημένων 是修饰 ὅ τι 的部分属格,冠词分词 τῷ τὸν κλῆρον καταλιπόντι 则是动词 προσήκει 所要求的与格补足语,整个结构意为“在这些所提及的称谓中,这孩子以何种资格与留下遗产者具有法定亲等关系”。

  3. 5καὶ ὅπως μὴ ἐκεῖνο ἐρεῖς

    此处为 ὅπως μή 接第二人称将来直陈式的独立句式,用以表达强烈的警告或禁止(“切勿说……”、“注意别说……”)。其主节动词(如 ὅρα 或 σκόπει)通常被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg011.humanitext-grc2:0-5