- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg011.humanitext-grc2:36-43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者反驳了对手夸大贫富差距以博取同情和煽动反感的说法,详细列举了斯特拉托克勒斯留下的巨额不动产、动产和投资收益,并传唤证人作证。
ὅτι μὲν οὖν οὔτε περὶ τούτων οὐδὲν δίκαιον πεποίηκεν οὔτε περὶ τῶν ἄλλων ἀληθὲς οὐδὲν εἴρηκεν, ἅπαντα δὲ δεινῶς πλεονεξίᾳ μεμηχάνηται διαβάλλων καὶ τοὺς νόμους παράγων καὶ ὑμῶν καὶ ἐμοῦ παρὰ τὸ δίκαιον περιγενέσθαι ζητῶν, οἶμαι μὰ τοὺς θεοὺς οὐδʼ ὑμᾶς ἀγνοεῖν ἀλλʼ ὁμοίως εἰδέναι πάντας, ὥστʼ οὐκ οἶδʼ ὅ τι δεῖ πλείω περὶ τούτων λέγειν.
因此,他在这些事情上没有做出任何公正之举,在其余的事情上也没有说一句真话,而是出于贪得无厌,狡黠地编造一切,诽谤我并曲解法律,企图违背正义战胜你们和我;凭诸神起誓,我相信你们也绝非不知道,而是大家同样清楚,以致于我不知道就这些事还有什么必要多说了。
ὁρῶ δέ, ὦ ἄνδρες, τὴν πλείστην διατριβὴν τῶν λόγων ποιούμενον περὶ τὴν τοῦ παιδὸς οὐσίαν καὶ περὶ τὴν ἐμήν, καὶ τὰ μὲν ἐκείνου παντάπασιν ὡς ἄπορα διεξιόντα, περὶ δʼ ἐμὲ πλοῦτόν τινα τῷ λόγῳ κατασκευάσαντα, καί τινα κακίαν κατηγοροῦντα ὡς ἐγὼ τεττάρων οὐσῶν Στρατοκλέους θυγατέρων οὐδεμιᾷ τολμῶ συνευπορῆσαι προικός, καὶ ταῦτʼ ἔχων (ὡς οὗτός φησι) τὰ τοῦ παιδίου.
然而,审判官阁下,我看到他将发言的大部分时间用于谈论那男孩的财产和我的财产,将对方的境况描述得一贫如洗,却在言辞中为我虚构出巨额的财富,并指责我品行恶劣,说斯特拉托克勒斯有四个女儿,我竟不肯资助其中任何一人的嫁妆,而且(如他所言)这还是在我占有那幼童财产的情况下。
βούλομαι δὴ καὶ περὶ τούτων εἰπεῖν· ἐλπίζει γὰρ διὰ τῶν λόγων ἐμοὶ μὲν τινα φθόνον γενήσεσθαι παρʼ ὑμῶν περὶ τῶν προσγεγενημένων χρημάτων, τοῖς δὲ παισὶν ἔλεον, ἂν ἄποροι παρʼ ὑμῖν εἶναι δόξωσιν. οὔκουν ἀγνοῆσαι δεῖ περὶ αὐτῶν ὑμᾶς οὐδέν, ἀλλʼ ἀκριβῶς καὶ ταῦτα μαθεῖν, ἵνʼ εἰδῆθʼ ὅτι ψεύδεται, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἁπάντων. ἐγὼ γάρ, ὦ ἄνδρες, πάντων 〈ἂν〉 ὁμολογήσαιμι εἶναι κάκιστος, εἰ Στρατοκλέους ἄπορα τὰ πράγματα καταλιπόντος αὐτὸς εὔπορος ὢν [καὶ] μηδεμίαν ἐπιμέλειαν ποιούμενος φαινοίμην τῶν ἐκείνου παίδων.
因此,我也希望就这些事情讲几句;因为他指望通过这些言辞,使你们因新获得的这笔财富而对我产生某种嫉妒,而如果孩子们在你们看来处于贫困,则会引起你们对他们的同情。因此,你们绝不应该对这些事情一无所知,而应当确切地了解这些事实,以便知道他在撒谎,正如他在其他所有事情上撒谎一样。因为,审判官阁下,如果斯特拉托克勒斯在身后留下困窘的局面,我自己境况富足,却显露出对他的孩子们不加照管,那我甘愿承认自己是所有人中最卑鄙的。
εἰ δὲ πλείονα κατέλιπεν αὐτοῖς τὰ ὄντα τῶν ἐμῶν καὶ βεβαιότερα, καὶ ταῦτα τοσαῦτʼ ἐστὶν ὥστε καὶ τὰς θυγατέρας ἐξ αὐτῶν διαθεῖναι καλῶς καὶ τὸν παῖδα ἐκ τῶν λοιπῶν μηδὲν ἧττον εἶναι πλούσιον, ἐπιμελοῦμαί τε τοῦτον τὸν τρόπον αὐτῶν ὥστε καὶ πολλῷ πλείω γενέσθαι τὴν οὐσίαν, εἰκότως μὲν οὐκ ἂν ἔχοιμι μέμψιν, εἰ μὴ τἀμαυτοῦ προστίθημι τούτοις, σώζων δὲ τὰ τούτων καὶ πλείω ποιῶν δικαίως ἂν ἐπαινοίμην. ὅτι δὲ ταῦτα οὕτως ἔχει, ῥᾳδίως ἐπιδείξω.
但是,如果他留给他们的财产比我的更多且更可靠,而且其数额足以从中为女儿们安排体面的出嫁,男孩也能凭借剩余的部分同样富有,并且我照管他们财产的方式使他们的资产大为增加,那么即使我不把自己的财产添入其中,我也理所当然不应受到责备,反倒因为保全并增加了他们的财产而应当受到公正的赞誉。至于这些事情确实如此,我将轻而易举地证明。
πρῶτον μὲν οὖν τὰ τῆς οὐσίας διέξειμι, μετὰ δὲ ταῦτα ὡς καὶ διοικεῖν ἀξιῶ τὰ τοῦ παιδός. Στρατοκλεῖ γὰρ κἀμοὶ τὰ μὲν ὑπάρξαντα πατρῷα τοσαῦτα ἦν, ὥστε εἶναι μὲν [οὐχ] ἱκανά, λῃτουργεῖν δὲ μὴ ἄξια. τεκμήριον δέ· εἴκοσι μνᾶς ἑκάτερος ἡμῶν ἐπὶ τῇ γυναικὶ προῖκα ἔλαβε, τοσαύτη δὲ προὶξ οὐκ ἂν εἰς πολλήν τινα οὐσίαν δοθείη.
那么,首先我将详细说明财产的明细,在此之后再说明我如何以应有的方式管理男孩的事务。因为对斯特拉托克勒斯和我来说,最初拥有的祖业虽足以维持生计,却不足以承担城邦公益捐助。证据如下:我们各自随妻子获得了二十明那的嫁妆,而这样数额的嫁妆是不会给予家境真正富裕之人的。
συνέβη δὲ Στρατοκλεῖ πρὸς τοῖς ὑπάρχουσι πλέον ἢ πένθʼ ἡμιταλάντων1 οὐσίαν λαβεῖν· Θεοφῶν γὰρ ὁ τῆς γυναικὸς αὐτοῦ ἀδελφὸς ἀποθνῄσκων ἐποιήσατο τῶν θυγατέρων αὐτοῦ μίαν, καὶ τὰ ὄνθʼ αὑτοῦ ἔδωκεν, ἀγρὸν τὸν Ἐλευσῖνι δυοῖν ταλάντοιν, πρόβατα ἑξήκοντα, αἶγας ἑκατόν, ἔπιπλα, ἵππον λαμπρὸν ἐφʼ οὗ ἐφυλάρχησε, καὶ τὴν ἄλλην κατασκευὴν ἅπασαν, ἧς κύριος ἐκεῖνος γενόμενος2 ἐννέα ἔτη ὅλα κατέλιπε πέντε ταλάντων οὐσίαν καὶ τρισχιλίων δραχμῶν σὺν τοῖς ἑαυτοῦ πατρῴοις, χωρὶς ἐκείνης ἧς Θεοφῶν τῇ θυγατρὶ αὐτοῦ ἔδωκεν, ἀγρὸν μὲν Θριᾶσι πένθʼ ἡμιτάλαντα εὑρίσκοντα, οἰκίαν δὲ Μελίτῃ τρισχιλίων ἐωνημένην, ἄλλην δὲ Ἐλευσῖνι πεντακοσίων. ἐδάφη μὲν ταῦτα, ἀφʼ ὧν ἡ μίσθωσις τοῦ μὲν ἀγροῦ δώδεκα μναῖ, τῶν δὲ οἰκιῶν τρεῖς, αἳ πεντεκαίδεκα μναῖ συναμφότερα γίγνονται· χρέα δʼ ἐπὶ τόκοις ὀφειλόμενα περὶ τετρακισχιλίας, ὧν τὸ ἔργον ἐπʼ ἐννέα ὀβολοῖς3 ἑπτακόσιαι καὶ εἴκοσι δραχμαὶ γίγνονται τοῦ ἐνιαυτοῦ ἑκάστου.
后来斯特拉托克勒斯碰巧在原有的财产之外,又获得了超过两个半塔兰同的资产;因为他妻子的兄弟塞奥丰在临终前收养了他的一个女儿,并赠予了自己的财产:位于埃勒夫西斯价值两个塔兰同的田庄、六十只绵羊、一百只山羊、家具、他在担任骑兵指挥官时所骑的一匹骏马,以及所有其他设备。斯特拉托克勒斯掌管这笔财产整整九年,加上他自己的祖业,除去塞奥丰赠予他女儿的那部分财产外,留下了一笔价值五塔兰同三千德拉克马的资产:即在特里亚价值两个半塔兰同的田庄、在梅里特以三千德拉克马购得的房屋,以及在埃勒夫西斯价值五百德拉克马的另一处房屋。这些是不动产,从中田庄的租金为十二明那,房屋的租金为三明那,两者合计为十五明那;另有利息债权约四千德拉克马,按九奥博尔的月息计算,每年所得为七百二十德拉克马。
πρόσοδος μὲν αὕτη δύο καὶ εἴκοσι μναῖ καὶ πρός· χωρὶς δὲ τούτων κατέλιπεν ἔπιπλα, πρόβατα, κριθάς, οἶνον, ὀπώρας, ἐξ ὧν ἐνεπόλησαν τετρακισχιλίας ἐννακοσίας· ἔτι δὲ ἔνδον ἐννακοσίας δραχμάς. πρὸς δὲ τούτοις ἐξ ἐράνων ὀφλήματα εἰσπεπραγμένα, μικροῦ δεούσας χιλίας δραχμάς, μαρτύρων ἐναντίον ἡ μήτηρ αὐτοῦ, τοῦ παιδός, ἀπεγράψατο. καὶ οὔπω λέγω περὶ τῶν ἄλλων, ἃ κατελείφθη μὲν οὗτοι δʼ οὐκ ἀποφαίνουσιν, ἀλλὰ τὰ φανερὰ καὶ τὰ ὑπὸ τούτων ὁμολογούμενα. κάλει δέ μοι τῶν εἰρημένων τοὺς μάρτυρας.
这笔收入为二十二明那有余;除此以外,他还留下了家具、绵羊、大麦、葡萄酒、果实,他们变卖这些得到了四千九百德拉克马;屋内还有现金九百德拉克马。此外,通过互助会收回的债权近一千德拉克马,是由他的、即那男孩的母亲在证人面前登记入账的。我暂且还不提留下的、他们没有申报的其他财物,而只提及显而易见的、且被他们自己承认的部分。请为我就所说的事实传唤证人。
- 41πλέον ἢ πένθʼ ἡμιταλάντων
希腊语中的分数量表达,字面为“五个半塔兰同”,即两个半塔兰同(2塔兰同又3000德拉克马)。此结构采用基数词与 ἡμιτάλαντον(半塔兰同)的属格连用表示数量。
- 42ἧς κύριος ἐκεῖνος γενόμενος
关系代词 ἧς 的先行词是前文塞奥丰所遗赠的全部资产(οὐσία),包括前文的 τὴν ἄλλην κατασκευὴν ἅπασαν。属格 ἧς 受表支配地位的形容词 κύριος(……的管理者/主人)支配。
- 42ὧν τὸ ἔργον ἐπʼ ἐννέα ὀβολοῖς
名词 ἔργον 指本金(χρέα)所产生的“利息”或“收益”。介词短语 ἐπʼ ἐννέα ὀβολοῖς 是表示利率的固定表达,指每明那(100德拉克马=600奥博尔)每月9奥博尔的利息(年利率为18%)。4000德拉克马(即40明那)按年息18%计算,正好等于 40 × 18 = 720德拉克马,与后文的计算结果(ἑπτακόσιαι καὶ εἴκοσι δραχμαί)完全吻合。
