- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg011.humanitext-grc2:28-35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩护人指出,根本不存在阻止对监护人提起私诉的法律,对方未索要遗产的真正原因在于该男孩缺乏法定继承资格;随后他列举了对方理应遵循的合法诉讼途径,以此证明当前的公诉纯属恶意诬告。
οὔτε γὰρ ἂν νόμον δείξειεν ὃς κωλύει τοῦτον ὑπὲρ τοῦ παιδὸς δίκην παρʼ ἐμοῦ λαμβάνειν· οὐ γάρ ἐστιν ἐναντιούμενος οὐδείς, ἀλλʼ ὥσπερ καὶ γραφὰς κατʼ ἐμοῦ δέδωκεν, οὕτω καὶ δίκας ἐμοὶ εἶναι καὶ τῷ παιδὶ πεποίηκεν· οὔτʼ αὖ διὰ ταῦτα ἐκείνοις τοῖς ἔχουσι τοῦ κλήρου οὐκ ἐλάγχανον, ὡς ἐμοῦ μεταδώσειν ὁμολογήσαντος, ἀλλʼ ὅτι οὐδʼ ὁτιοῦν αὐτοῖς τούτων τῶν χρημάτων προσῆκεν.
实际上,他根本指不出有任何法律阻止他代表这名男孩向我索求赔偿;因为没有任何相互抵触的法律,正如法律赋予了对我提起公诉的权利,它同样也规定了我和男孩之间可以进行私诉。此外,他们当初未向那些占有遗产的人起诉,也绝非因为我曾答应分给他们份额,而是因为这笔财产中根本没有任何一部分属于他们。
εὖ δʼ οἶδʼ ὅτι 〈οὐδʼ〉 εἰ συνεχώρουν τῷ παιδὶ λαβεῖν ἐπιδικασαμένῳ παρʼ ἐμοῦ τὸ ἡμικλήριον, οὐκ ἄν ποτε ταῦτʼ ἐποίησαν οὐδʼ ἐπεχείρησαν, εἰδότες 〈ὅτι〉, ὁπότʼ ἐν τῇ ἀγχιστείᾳ μὴ ὄντες εἶχόν τι τῶν μὴ προσηκόντων, τοῦτʼ ἂν ὑπὸ τῶν ἐγγύτατα γένους ῥᾳδίως ἀφῃρέθησαν. ὅπερ γὰρ καὶ πρότερον εἶπον, οὐ δίδωσι μεθʼ ἡμᾶς τοῖς ἡμετέροις παισὶ τὸ παράπαν τὴν ἀγχιστείαν ὁ νόμος, ἀλλὰ τοῖς πρὸς μητρὸς τοῦ τελευτήσαντος.
我很清楚,即使我当时同意那男孩通过对我提起司法裁决来获取半数遗产,他们也绝不会那样做,甚至不敢尝试,因为他们知道,一旦自己在不属于法定近亲继承人之列的情况下占有了不属于自己的财产,这笔财产便会轻而易举地被最近的亲属夺走。因为正如我此前所言,在我们之后,法律根本不把法定继承权赋予我们的子女,而是赋予死者母方的亲属。
ἧκεν ἂν οὖν ἐπʼ αὐτὰ τοῦτο μὲν ὁ Γλαύκων ὁ τοῦ Ἁγνίου ἀδελφός, πρὸς ὃν μὴ ὅτι γένος εἶχον ἄμεινον εἰπεῖν, ἀλλὰ καὶ1 ἔξω τῆς ἀγχιστείας ἐφαίνοντʼ ἂν ὄντες, τοῦτο δʼ, εἰ μὴ ἐβούλετο οὗτος, ἡ Ἁγνίου κἀκείνου μήτηρ, προσῆκον καὶ αὐτῇ τῆς ἀγχιστείας τοῦ αὑτῆς ὑέος, ὥσθʼ ὁπότʼ ἠγωνίζετο πρὸς τοὺς μηδὲν γένει προσήκοντας, φανερῶς ἂν ἔλαβε τὸ ἡμικλήριον παρʼ ὑμῶν, τοῦτο τοῦ δικαίου καὶ τῶν νόμων αὐτῇ δεδωκότων.
因此,一方面,哈格尼亚斯的兄弟格劳孔本会来争夺这些财产——面对他,他们不仅无法声称自己具有更近的血统,反而会显得完全处于法定继承范围之外;另一方面,如果格劳孔不愿出面,哈格尼亚斯与格劳孔的母亲也会前来,其亲生儿子的法定继承权同样属于她,因此当她与那些毫无血缘亲属关系的人争执时,既然正义与法律已赋予她这项权利,她显然会从你们这里获得那半数遗产。
οὐκοῦν διὰ ταῦτʼ οὐκ ἐλάγχανεν, οὐχ ὡς διʼ ἐμὲ ἢ τοὺς νόμους κωλυόμενος, ἀλλὰ ταύτας [τὰς] προφάσεις ποιούμενος ἐπὶ ταύτας τὰς συκοφαντίας ἐλήλυθεν, ἐξ ὧν γραφὴν γραψάμενος καὶ ἐμὲ διαβάλλων ἐλπίζει χρήματα λήψεσθαι καὶ ἐμὲ τῆς ἐπιτροπῆς ἀπαλλάξειν. καὶ οἴεται δεινοῦ τινος ἀνδρὸς ἔργον διαπράττεσθαι ταύταις ταῖς παρασκευαῖς, ὅτι μὴ κατορθώσας μὲν οὐδὲν ἀπολεῖ τῶν αὑτοῦ, διαπραξάμενος δʼ ἃ βούλεται καὶ τὰ τοῦ παιδὸς ἀδεῶς ἤδη διαφορήσει.
所以,他是出于这些原因才没有起诉,绝不是因为受到我或法律的阻碍,而是以此为借口,进行这些恶意诬告;他企图通过提起公诉并对我加以诽谤,指望索取钱财,并免除我的监护人职务。他以为通过这些策划是在做一件精明能干的事,因为一旦不成功,他自己的财产毫发无损;而一旦得逞,他就可以毫无顾忌地挥霍男孩的财产了。
οὐκοῦν οὐ δεῖ προσέχειν ὑμᾶς τοῖς τούτου λόγοις τὸν νοῦν, οὐδʼ ἐπιτρέπειν, οὐδʼ ἐθίζειν εἶναι γραφὰς περὶ ὧν ἰδίας δίκας οἱ νόμοι πεποιήκασιν. ἁπλᾶ γὰρ τὰ δίκαια παντάπασίν ἐστι καὶ γνώριμα μαθεῖν· ἃ ἐγὼ διὰ βραχέων εἰπὼν καὶ παρακαταθέμενος ὑμῖν μνημονεύειν, ἐπὶ τὴν ἄλλην ἀπολογίαν ἤδη τρέψομαι τῶν κατηγορηθέντων.
因此,你们绝不应当听信他的言辞,也不应准许、更不应养成对法律本已设立私诉的事由提起公诉的习惯。因为正义的原则完全是简单而容易理解的;我将简短地陈述这些原则并交由你们牢记,随后我便立即转向对各项指控的其他辩护。
τί οὖν ἔστι ταῦτα, καὶ τί διορίζομαι; εἰ μὲν κατʼ ἀγχιστείαν τῶν Ἁγνίου μετεῖναί φησι τῷ παιδί, τοῦ ἡμικληρίου λαχέτω πρὸς τὸν ἄρχοντα, κἂν ὑμεῖς ψηφίσησθε, λαβέτω· ταῦτα γὰρ οἱ νόμοι κελεύουσιν. εἰ δὲ μὴ κατὰ τοῦτο ἀμφισβητεῖ, φησὶ δὲ ὁμολογῆσαί με τῷ παιδὶ μεταδώσειν, φάσκοντος ἐμοῦ τούτων εἶναι μηδέν, δικασάσθω, κἂν ἐξελέγξῃ με ὡς ὡμολόγησα, τότʼ ἤδη πραξάσθω· δίκαιον γὰρ οὕτως ἐστίν.
那么,这些原则是什么,我作出了怎样的界定呢?如果他声称那男孩依法定继承权对哈格尼亚斯的财产拥有份额,就让他向执政官提起对半数遗产的裁决申请,如果你们投票裁定归他,就让他拿去;因为法律正是这样命令的。但如果他并非基于此提出异议,而是声称我同意分给那男孩,而在我坚决否认有此事的情况下,就让他对我提起诉讼,如果他能证实我曾作出过承诺,那时就让他来执行索取;因为这样做才是合乎正义的。
εἰ δὲ μήτε πρὸς ἐμὲ μήτε κατʼ ἐμοῦ δίκην εἶναί φησι τῷ παιδί, τὸν κωλύοντα νόμον εἰπάτω, κἂν ἔχῃ δεῖξαι, λαβέτω καὶ οὕτω τὸ μέρος τῶν χρημάτων. εἰ δʼ αὖ μήτʼ ἐπιδικάσασθαί φησι δεῖν τοῦ ἡμικληρίου μήτʼ ἐμοὶ δικάσασθαι, ἀλλʼ ἤδη εἶναι ταῦτα τοῦ παιδός, ἀπογραψάσθω πρὸς τὸν ἄρχοντα εἰς τὴν μίσθωσιν τῶν ἐκείνου χρημάτων, ἣν ὁ μισθωσάμενος εἰσπράξει με ταῦτα2 ὡς ὄντα τοῦ παιδός.
如果他又声称,男孩既无权向我主张权利,也无权对我提起诉讼,那就让他指出加以阻止的法律条文,若他能指出,即使如此也让他拿走那份财产。如果他反过来又说,既无需就半数遗产申请裁决,也无需对我起诉,而是这些财产本来就属于男孩,那就让他向执政官将这些财产登记以供男孩资产的出租,以便承租人能以这些财产属于男孩为由向我追讨。
ταῦτα μεγάλα δίκαιά ἐστι. ταῦτα καὶ οἱ νόμοι κελεύουσιν, οὐ μὰ Δία οὐ γραφὰς ἐμὲ φεύγειν περὶ ὧν δίκας ἰδίας εἶναι πεποιήκασιν, οὐδὲ κινδυνεύειν περὶ τοῦ σώματος,3 ὅτι οὐ μεταδίδωμι τῷ παιδὶ τούτων, ἃ ψήφῳ κρατήσας ἐγὼ τοὺς ἔχοντας οὕτω παρʼ ὑμῶν ἔλαβον· ἀλλʼ εἴ τι τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς εἶχον καὶ κακῶς διέθηκα ὥστʼ ἐκεῖνον κακοῦσθαι, τότε ἄν μοι κατὰ ταύτην προσῆκε κρίνεσθαι τὴν γραφήν, οὐ μὰ Δίʼ οὐκ ἐπὶ τοῖς ἐμοῖς.
这些都是极大的正义原则。法律所命令的也是这些,凭宙斯起誓,法律绝没有命令我就其已设立私诉的事宜去承受公诉,也没有命令我因为不将我通过投票击败占有者后从你们这里获得的财产分给男孩,而面临丧失公民权的危险。相反,如果我持有公认属于该男孩的任何财产并加以恶意处置以致使其受损,那时我才理应根据这项公诉接受审判,但凭宙斯起誓,绝不应该是在属于我自己的财产上受审。
- 30μὴ ὅτι γένος εἶχον ἄμεινον εἰπεῖν, ἀλλὰ καὶ
成语结构 μὴ ὅτι ... ἀλλὰ καί 意为“不仅不能……甚至还……”。该句式源自省略(μὴ [εἴπω] ὅτι,“且不说/暂不提……”),用于否定或贬低前项主张,以突出后项更强的事实(此处指他们完全处于法定近亲继承范围之外)。
- 34ἣν ὁ μισθωσάμενος εἰσπράξει με ταῦτα
关系代词 ἣν 的先行词为前面的阴性名词 μίσθωσιν(孤儿财产的公开招租/租赁承包)。动词 εἰσπράσσω 接人与事物的双重宾格(τινά τι),意为“向某人(με)索取某物(ταῦτα)”。整句表示“由承租人把这些财产作为男孩之物向我追讨的租赁契约”。
- 35κινδυνεύειν περὶ τοῦ σώματος
雅典法庭的专门术语,意为“面临涉及公民人身/公权的危险”。它指公诉(graphē)所可能招致的严重惩罚,如丧失公权(atimia)、流放或死刑等关涉公民法律人格与身体的重大判决,用以对比仅涉及财产清偿的私诉(dikē idia)。
