← 伊塞优斯

论哈格尼亚斯的遗产

§44-50

列明自身财产明细与平分财产的提议

辩护人列明自己的财产明细以证明其远少于男孩的遗产,驳斥了关于其妻族遗产和儿子过继的诽谤,并提议将双方财产合并后平分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44

Μάρτυρες ἡ μὲν τοίνυν Στρατοκλέους οὐσία καὶ πλείων ταύτης ἐστίν· ἀλλʼ ὕστερον περὶ τῶν παρακλεπτομένων ὑπὸ τούτων ποιήσομαι τοὺς λόγους· ἡ δʼ ἐμὴ πόση τις; χωρίον ἐν Οἰνόῃ πεντακισχιλίων καὶ Προσπαλτοῖ τρισχιλίων, καὶ οἰκία ἐν ἄστει δισχιλίων, πρὸς δὲ τούτοις 〈ὁ〉 κλῆρος ὃν Ἁγνίας κατέλιπε, περὶ δύο τάλαντα· οὐ γὰρ ἂν οἶδʼ ὅτι πλέον εὕροι τούτου. ταῦτʼ ἐστὶ τρία τάλαντα καὶ τετρακισχίλιαι μόνον, δέκα καὶ ἑκατὸν μναῖς ἐλάττω τῶν τοῦ παιδός.1

证人 那么,斯特拉托克勒斯的财产甚至比这还要多;但我稍后再谈被这些人暗中侵吞的部分。至于我的财产有多少呢?位于俄诺厄的一处田产价值五千德拉克马,位于普罗斯帕尔塔的田产价值三千德拉克马,位于城内的房屋价值二千德拉克马;此外还有哈格尼亚斯留下的遗产,约合两个塔兰同,因为我知道它的售价绝不可能超过这个数目。这些总共只有三个塔兰同四千德拉克马,比那男孩的财产少了一百一十明那。

§45

κἀγὼ μὲν ἐγκαταλογίζομαι καὶ τὰ τοῦ ὑέος τοῦ ἐκποιηθέντος εἰς ταῦτα, τοῖς τοῦ παιδὸς δὲ οὐ προσέθηκα τὴν Θεοφῶντος οὐσίαν, πένθʼ ἡμιταλάντων οὖσαν, ἐφʼ ᾗ ἐποιήσατο τὴν ἀδελφὴν αὐτοῦ· ῥᾳδίως γὰρ ἂν εὑρεθείη καὶ ὀκτὼ ταλάντων ὁ τούτων οἶκος· ἀλλʼ ἐκεῖνα ἀφῄρηται χωρίς. κἀμοὶ μὲν ὁ κλῆρος ὃν Ἁγνίας κατέλιπεν, οὗτος οὔπω βέβαιός ἐστι· δίκαι γὰρ ἐνεστήκασι ψευδομαρτυρίων, κελεύει δʼ ὁ νόμος, ἐὰν ἁλῷ τις τῶν ψευδομαρτυρίων, πάλιν ἐξ ἀρχῆς εἶναι περὶ αὐτῶν τὰς λήξεις· τὰ δὲ τοῦ παιδὸς ὡμολογημένα καὶ ἀναμφισβήτητα καταλέλοιπε Στρατοκλῆς. ὅτι δὲ τοσαῦτά ἐστι τἀμὰ σὺν τοῖς τοῦ ἐκποιήτου ὑέος, καὶ ψευδομαρτυριῶν ἐνεστᾶσι δίκαι περὶ τῶν Ἁγνίου, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.

而且,我还把出嗣过继出去的儿子的财产也计入其中,而对男孩的财产,我却并未算入塞奥丰遗留的两个半塔兰同的财产——塞奥丰正是凭着这笔财产收养了他〔那男孩〕的姐姐;因为他们家族的财产很容易就能查明高达八个塔兰同;但这部分已被单独扣除。况且,对我而言,哈格尼亚斯留下的这笔遗产至今尚未确定;因为针对伪证的诉讼正在进行中,而法律规定,如果有人被判定犯有伪证罪,关于遗产的起诉程序必须从头重新开始;而斯特拉托克勒斯留给那男孩的财产,则是公认且无可争议的。为了证明我的财产加上过继出去的儿子的财产只有这么多,并且关于哈格尼亚斯遗产的伪证诉讼正在审理中,请拿取证词并宣读。

§47

Μαρτυρίαι ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλʼ οὐ τηλικαῦτα ὥστε2 〈ἐμοὶ〉 μηδεμίαν γενέσθαι παρὰ τοὺς Στρατοκλέους παῖδας; 〈οὐκοῦν〉 οὐκ ἄξιον τοῖς τούτου λόγοις πιστεύειν, ὃς τοσαύτης οὐσίας καταλελειμμένης ἐτόλμησεν ἐπὶ διαβολῇ ψεύσασθαι κατʼ ἐμοῦ τηλικαῦτα τὸ μέγεθος. καταλογίζεται τοίνυν ὡς ἐγὼ τρεῖς κλήρους εἰληφὼς καὶ πολλῶν χρημάτων εὐπορῶν ἀφανίζω τὴν οὐσίαν, ἵνʼ ὡς ἐλάχισθʼ ὑμεῖς αὐτῶν ἀπολαύητε. τοῖς γὰρ μηδὲν δίκαιον ἔχουσι περὶ τῶν πραγμάτων λέγειν ἀνάγκη πορίζεσθαι τοιούτους λόγους, ἐξ ὧν [ἂν] διαβάλλοντες πλέον ἔχειν δυνήσονται τῶν ἀντιδίκων.

证词 那么,我们各自的财产差距是微不足道的,还是巨大到使我与斯特拉托克勒斯的孩子们相比变得毫无财产可言呢?因此,绝不应当相信这个人的话,在留下了如此巨额财产的情况下,他竟敢为了诽谤而对我编造如此弥天大谎。他还指控说,我继承了三份遗产,坐拥巨额资财,却隐匿财产,以便让你们从中获得极少的好处。因为对于那些在事实本身上没有任何正当之辞可言的人来说,不得不搜罗这类言辞,以便通过诽谤压倒对手。

§48

ἐμοὶ δὲ μάρτυρές ἐστε πάντες ὅτι οἱ τῆς ἐμῆς γυναικὸς ἀδελφοί, Χαιρέλεως καὶ Μακάρτατος, οὐ τῶν λῃτουργούντων ἦσαν ἀλλὰ τῶν βραχεῖαν κεκτημένων οὐσίαν. Μακάρτατον γὰρ ἴστε ὅτι τὸ χωρίον ἀποδόμενος καὶ τριήρη πριάμενος καὶ ταύτην πληρωσάμενος εἰς Κρήτην ἐξέπλευσεν· οὐ γὰρ τὸ ἔργον ἀφανὲς ἐγένετο, ἀλλὰ καὶ λόγον ἐν τῷ δήμῳ παρέσχε, μὴ πόλεμον ἡμῖν ἀντʼ εἰρήνης ἐκεῖνος πρὸς Λακεδαιμονίους ποιήσειε.

但你们所有人都能为我作证,我妻子的兄弟们,海勒勒俄斯和马卡尔塔托斯,并不属于承担城邦公益捐助的人,而是属于仅有微薄财产的人。因为你们知道,马卡尔塔托斯变卖了田产,买下一艘三列桨战船,配备了水手,出航前往克里特;这件事并未隐秘进行,甚至在公民大会上引发了争论,担心他会使我们同斯巴达人陷入战争而非享有和平。

§49

Χαιρέλεως δὲ τὸ Προσπαλτοῖ χωρίον κατέλιπεν, ὃ πλέον οὐκ ἂν εὕροι τριάκοντα μνῶν. συνέβη δὲ τὸν μὲν ταῦτα καταλιπόντα τελευτῆσαι πρότερον ἢ Μακάρτατον, ἐκεῖνον δὲ μετὰ ταύτης τῆς οὐσίας, ἣν ἔχων ἐξέπλευσεν· ἅπαντα γὰρ καὶ τὴν τριήρη καὶ αὑτὸν κατὰ τὸν πόλεμον ἀπώλεσε. καταλειφθέντος δὲ τοῦ Προσπαλτοῖ χωρίου καὶ γιγνομένου τῆς ἐκείνων ἀδελφῆς, ἐμῆς δὲ γυναικός, ἐπείσθην ὑπʼ ἐκείνης εἰσποιῆσαι Μακαρτάτῳ τὸν ἕτερον τῶν παίδων· οὐχ ἵνα 〈μὴ〉 λῃτουργοίην, εἰ προσγένοιτό μοι τοῦτο τὸ χωρίον.

海勒勒俄斯则留下了普罗斯帕尔塔的田产,其售价绝不会超过三十明那。事情的发展是,留下这笔田产的海勒勒俄斯先于马卡尔塔托斯去世,而马卡尔塔托斯则同他出航时携带的那笔财产一同丧命;因为他在战争中丧失了一切——战船和自己的生命。普罗斯帕尔塔的田产被留下来并归属于他们的姐妹,即我的妻子,我便听从她的劝说,将我的一个儿子过继给马卡尔塔托斯;这绝不是为了在这笔田产归我所有时逃避城邦公益捐助。

§50

ὁμοίως γὰρ καὶ [μὴ] εἰσποιήσαντος τοῦτό γʼ ὑπῆρχεν·3 οὐδὲ γὰρ ἐλῃτούργουν διὰ τοῦτό γʼ ἧττον οὐδέν, ἀλλὰ καὶ τῶν εἰσφερόντων ἦν καὶ τῶν τὰ προσταττόμενα ὑμῖν ἅπαντα ποιούντων. ὁ δὲ ὡς περὶ ἀχρήστου μὲν πλουσίου δὲ ἐπὶ διαβολῇ ποιεῖται τούτους τοὺς λόγους. ἐγὼ δʼ ἓν κεφάλαιον ἐρῶ πάντων μέγιστον, ὃ καὶ ὑμῖν οἶδʼ ὅτι δόξει δίκαιον. κοινώσασθαι γὰρ ἐθέλω τὴν οὐσίαν τὴν ἐμὴν τῇ τοῦ παιδός, καὶ εἴτε πολλὰ εἴτʼ ὀλίγα ἐστίν, ἐν κοινῷ γενομένης λάβωμεν τὰ ἡμίσεα ἑκάτερος,4 ἵνα μηδὲν πλέον ἔχῃ ἅτερος τοῦ ἑτέρου τοῦ προσήκοντος· ἀλλʼ οὐκ ἐθελήσει. Λείπει

因为无论是否进行过继,情况都是一样的;我绝没有因此少承担任何公益捐助,反而属于缴纳财产税、承担你们所指派的一切义务的人。但他为了诽谤,把我说成是一个富有却对城邦毫无用处的人,才发表了这些言论。 不过,我要提出所有提议中最为关键且最重大的一条,我相信你们也会认为这是公正的。我愿意将我的财产与那男孩的财产合并,不论多寡,在成为共有财产后,让我们各自分得一半,使任何一方都不会比另一方拥有超出应得的份额。但他绝不会答应。 此处有缺文

语法注4 条
  1. 44δέκα καὶ ἑκατὸν μναῖς ἐλάττω τῶν τοῦ παιδός

    在比较级 ἐλάττω 之后,δέκα καὶ ἑκατὸν μναῖς(一百一十明那)作表示差异程度的与格,τῶν τοῦ παιδός(比那男孩的)作比较属格。前文所提斯特拉托克勒斯的遗产总额(5塔兰同3000德拉克马=330明那)减去辩护人的财产(3塔兰同4000德拉克马=220明那),差额正好是一百一十明那。

  2. 47ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλʼ οὐ τηλικαῦτα ὥστε

    由 ἆρα 引导的修辞疑问句后接 ἀλλʼ οὐ...,构成强烈的反诘对比:“……是微不足道的吗,难道不是大到……?”ἑκατέροις 是表示双方当事人的关涉与格,τῆς οὐσίας 则是修饰 τὰ διάφορα 的限定属格(在财产方面的差距)。

  3. 50ὁμοίως γὰρ καὶ εἰσποιήσαντος τοῦτό γʼ ὑπῆρχεν

    εἰσποιήσαντος 是省略了逻辑主语(指辩护人)的属格独立结构(“即使进行了过继”)。结合上下文具有让步意味(“无论是否过继”),说明无论哪种情况,他在是否承担城邦公益捐助上的地位都是相同的。

  4. 50ἐν κοινῷ γενομένης λάβωμεν τὰ ἡμίσεα ἑκάτερος

    ἐν κοινῷ γενομένης 是修饰前文 τὴν οὐσίαν 的属格独立结构(“财产成为共有之后”)。主句动词 λάβωμεν 为第一人称复数的劝勉虚拟语气,ἑκάτερος 则作为部分同位单数主格(appositio partitiva),将动作分配给双方各自执行。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg011.humanitext-grc2:44-50