- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg011.humanitext-grc2:20-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证了对方所捏造的“私分遗产协定”在雅典继承法律程序(单一投票壶与单独起诉规定)上及动机上皆不可能成立,并揭露了对方为其当时未提起诉讼所找的借口完全是谎言。
οὗτος τοίνυν ῥᾳδίως ὅ τι ἂν τύχῃ ψευδόμενος, καὶ τὴν αὑτοῦ πονηρίαν οὐδεμίαν ζημίαν εἶναι νομίζων, τολμᾷ με διαβάλλειν ἄλλα τε πολλά, περὶ ὧν ποιήσομαι τοὺς λόγους τάχα, καὶ νυνὶ λέγει ὡς ἐκοινωσάμεθα ἐγώ τε καὶ Στρατοκλῆς, τὸν ἀγῶνα εἰσιέναι περὶ τοῦ κλήρου μέλλοντες. ὃ μόνοις ἡμῖν τῶν ἀμφισβητεῖν παρεσκευασμένων οὐκ ἐνῆν, διομολογήσασθαι πρὸς ἀλλήλους.1
因此,此人信口雌黄、随意撒谎,并且认为自己的卑劣不会招致任何惩罚,竟敢在许多其他事情上诽谤我——关于这些,我稍后便会说明——而如今他又声称,我和斯特拉托克利斯在即将为遗产提起诉讼时曾相互结盟。然而,在所有准备争夺遗产的人当中,唯独我们两人是绝不可能彼此达成协议的。
τῇ μὲν γὰρ Εὐβουλίδου θυγατρὶ καὶ τῇ Ἁγνίου μητρὶ πρὸς ἡμᾶς ἀγωνιζομέναις, μὴ κατὰ ταὐτὸ ἀμφισβητούσαις, ἐνῆν ποιήσασθαι συνθήκας, ἂν ἡ ἑτέρα νικᾷ, μετεῖναί τι καὶ τῇ ἡττηθείσῃ· καδίσκος γὰρ ἔμελλεν ἑκατέρᾳ τεθήσεσθαι. τὸ δʼ ἡμέτερον οὐ τοιοῦτον ἦν, ἀλλʼ ἓν τὸ γένος, δύο δὲ λήξεις, ἡμικληρίου ἑκατέρῳ· τοῖς δὲ κατὰ ταὐτὰ ἀμφισβητοῦσιν εἷς τίθεται καδίσκος, οὗ οὐκ ἂν ἦν τὸν μὲν ἡττᾶσθαι τὸν δὲ νικᾶν, ἀλλʼ ὁμοίως ἀμφοτέροις ἦν ὁ αὐτὸς κίνδυνος, ὥστʼ οὐκ ἐνῆν κοινωνίαν οὐδὲ διομολογίαν ποιήσασθαι περὶ αὐτῶν.
因为欧布利德斯之女与哈格尼亚斯的母亲在与我们争辩时,由于并非基于同一理由提出主张,原本是可以订立契约的:若其中一人胜诉,败诉者亦可分得一份;因为本来就要为她们两人各设一个投票壶。但我们的情况并非如此,而是出于同一血统,却有两个起诉状,各要求半数遗产;对于基于同一理由提出主张的人,则只设立一个投票壶,在其中绝不可能一人败诉而另一人胜诉,相反,两人均等地面临着同样的风险,以至于根本不可能就这些财产建立合伙或达成协议。
ἀλλʼ οὗτος, ἐπειδὴ Στρατοκλῆς ἐτελεύτησε πρὶν γενέσθαι τοῦ ἡμικληρίου τὰς λήξεις ἡμῶν ἑκατέρῳ, καὶ οὐκέτʼ ἦν μετουσία τῷ Στρατοκλεῖ τούτων οὐδὲ τῷ παιδὶ τῷδε διὰ τὸν νόμον, ἀλλʼ ἐγίγνετο εἰς ἐμὲ ἡ κληρονομία κατʼ ἀγχιστείαν πάντων, εἰ νικήσαιμι τοὺς ἔχοντας, τότʼ ἤδη πλάττει ταῦτα καὶ μηχανᾶται, προσδοκῶν τούτοις τοῖς λόγοις ῥᾳδίως ὑμᾶς ἐξαπατῆσαι. ὅτι δʼ οὐχ οἷόν τʼ ἦν τούτων γίγνεσθαι οὐδέν, ἀλλὰ διείρηται καθʼ ἕκαστον περὶ αὐτῶν, ἐκ τοῦ νόμου γνῶναι ῥᾴδιον. λαβὲ δʼ αὐτοῖς καὶ ἀναγίγνωσκε.
然而此人,在斯特拉托克利斯死于我们两人各自就半数遗产提起诉讼之前,且斯特拉托克利斯对这些财产不再拥有任何份额,这名男孩根据法律也同样没有,如果我击败占有者,全部财产的继承权便依法定近亲继承权归于我之后——正是在那时,他才编造并策划了这些谎言,指望通过这些话轻易欺骗你们。但这些事情绝不可能发生,并且关于这些在法律中都有明确的逐项规定,从法律中便很容易了解。请拿起法律条文并向他们宣读。
Νόμος ἆρʼ ὑμῖν ὁ νόμος δοκεῖ ποιεῖν ἐξουσίαν κοινωνίας, ἀλλʼ οὐκ ἄντικρυς οὑτωσὶ πᾶν τοὐναντίον, εἰ καὶ τὸ πρότερον ὑπῆρχε κοινωνία, προστάττει,2 διαρρήδην κελεύων τοῦ μέρους ἕκαστον λαγχάνειν καὶ τοῖς κατὰ ταὐτὸ ἀμφισβητοῦσι τιθεὶς ἕνα καδίσκον καὶ τὰς ἐπιδικασίας τοῦτον τὸν τρόπον ποιῶν; ὁ δέ, ταῦτα τῶν νόμων λεγόντων καὶ οὐκ ἐνούσης γενέσθαι διομολογίας, οὕτως ἀλόγως πρᾶγμα τηλικοῦτον ψεύσασθαι τετόλμηκεν.
法律 你们以为法律是准许建立合伙关系吗?难道不是完全相反地直接命令:即使先前存在合伙,也明确命令每个人必须就其份额单独起诉,为基于同一理由提出主张者设立一个投票壶,并以这种方式进行判决吗?然而此人,在法律如此明文规定、且根本不可能达成协议的情况下,竟然如此荒唐地就如此重大的事情撒下了弥天大谎。
οὐ μόνον δὲ τοῦτο πεποίηκεν, ἀλλὰ καὶ τὸ πάντων ἐναντιώτατον πρᾶγμα εἴρηκεν, ᾧ προσέχετε τὸν νοῦν, ὦ ἄνδρες. φησὶ γὰρ ὁμολογῆσαί με τοῦ κλήρου τῷ παιδὶ τὸ ἡμικλήριον μεταδώσειν, εἰ νικήσαιμι τοὺς ἔχοντας αὐτόν. καίτοι εἰ μέν τι καὶ αὐτῷ μετῆν κατὰ τὸ γένος, ὡς οὗτος λέγει, τί ἔδει γενέσθαι ταύτην αὐτοῖς παρʼ ἐμοῦ τὴν ὁμολογίαν; ἦν γὰρ ὁμοίως καὶ τούτοις ἐπίδικον τὸ ἡμικλήριον, εἴ περ ἀληθῆ λέγουσιν.
他不仅做了这件事,而且还说出了所有事情中最自相矛盾的话,陪审员先生们,请对此予以留意。因为他声称,我曾同意如果击败占有遗产者,就将遗产的一半分给这男孩。然而,正如他所说,若按照血统那男孩也拥有某种权利,何须我与他们达成这项约定呢?因为如果他们所言属实,半数遗产同样是他们可以通过诉讼来争夺的。
εἰ δὲ μὴ προσῆκεν αὐτοῖς τῆς ἀγχιστείας μηδέν, διὰ τί ἂν μεταδώσειν ὡμολόγουν, τῶν νόμων ἐμοὶ πάντων αὐτῶν δεδωκότων τὴν κληρονομίαν; πότερα δʼ οὐκ ἦν μοι λαχεῖν, εἰ μὴ πείσαιμι τούτους; ἀλλʼ ὁ νόμος τῷ βουλομένῳ δίδωσι τὴν ἐξουσίαν, ὥστε τοῦτο οὐκ ἦν αὐτοῖς εἰπεῖν. ἀλλʼ εἶχόν τινά μοι μαρτυρίαν τοῦ πράγματος, ἣν εἰ μὴ ἐμαρτύρουν, οὐκ ἔμελλον ἐπιδικάσασθαι τούτων; ἀλλὰ κατὰ γένος ἠμφισβήτουν, οὐ κατὰ δόσιν, ὥστʼ οὐδὲν ἔδει μαρτύρων.
另一方面,如果他们在法定近亲继承权上没有任何权利,既然法律已将所有遗产的继承权赋予我,我又何必答应分给他呢?难道是因为若我不说服他们,我就无法起诉吗?但法律给予任何愿意之人以权利,所以他们不可能这么说。难道是他们掌握了对我的案件有用的某种证言,若没有这证词,我就无法通过判决获得这些财产吗?但我争辩是依据血统,而不是依据遗嘱赠与,因此根本不需要证人。
ἀλλὰ μὴν εἰ μήτε κοινώσασθαι τὸ πρᾶγμα ἐνῆν, ὅτʼ ἔζη Στρατοκλῆς, μήτε ὁ πατὴρ αὐτῷ κατέλιπεν ἐπιδικασάμενος τούτων μηδέν, μήτε εἰκὸς ἦν μεταδώσειν ἐμὲ τὸ ἡμικλήριον ὁμολογῆσαι αὐτῷ, ἀπέδοτε 〈δʼ〉 ὑμεῖς ἐπιδικάσαντές μοι τοῦτον τὸν κλῆρον, οἱ δὲ μήτε ἔλαχον τότε αὐτῶν μήτʼ ἀμφισβητῆσαι πώποτʼ ἠξίωσαν, πῶς χρὴ πιστοὺς εἶναι νομίζειν τοὺς τούτων λόγους; ἐγὼ μὲν οἴομαι οὐδαμῶς.
况且,如果斯特拉托克利斯在世时既不可能就此事建立合伙,其父亲也未曾通过司法裁决获得任何这些财产并留给他,我也不可能答应分给他半数遗产,而你们又通过判决将这遗产判给了我,他们当时既未就此起诉,也从未认为值得提出异议,那么怎能认为他们的话是值得信赖的呢?依我看,绝不可能。
προσποιεῖται τοίνυν οὗτος (ἐπειδὴ τοῦτʼ εἰκότως ἂν θαυμάζοιτε, ὅτι τοῦ ἡμικληρίου τότε τὴν δίκην οὐκ ἐλάγχανον) τοῦ μὲν μὴ λαχεῖν πρὸς ἐκείνους ἐμὲ εἶναι αἴτιον ὡς ὁμολογήσαντα μεταδώσειν,3 ὥστε διὰ τοῦτʼ οὐ παρακαταβάλλειν αὐτούς, τῆς δὲ πρὸς ἐμὲ λήξεως ἐμποδὼν εἶναι τοὺς νόμους (οὐ γὰρ εἶναι τοῖς ὀρφανοῖς κατὰ τῶν ἐπιτρόπων),4 οὐδέτερʼ ἀληθῆ λέγων.
因此,此人假装声称(因为你们自然会感到奇怪,他们当时为何没有就半数遗产提起诉讼):他们没有向那些人起诉是因为我,理由是我曾答应分给他们份额,所以他们才没有缴纳诉讼保证金;而未能对我起诉则是由于法律的阻碍,声称孤儿对监护人没有起诉权——然而这两点他说的都不是真话。
- 20ὃ μόνοις ἡμῖν τῶν ἀμφισβητεῖν παρεσκευασμένων οὐκ ἐνῆν, διομολογήσασθαι πρὸς ἀλλήλους
关系代词 ὃ 预期性地(prolepsis)指代后文的不定式短语 διομολογήσασθαι πρὸς ἀλλήλους(“彼此达成协议”),该不定式短语作为 ὃ 的说明性同位语(epexegetical),充当非人称动词 οὐκ ἐνῆν 的实际主语或内容。
- 23ἆρʼ ὑμῖν ὁ νόμος δοκεῖ ποιεῖν ἐξουσίαν κοινωνίας, ἀλλʼ οὐκ ἄντικρυς οὑτωσὶ πᾶν τοὐναντίον, εἰ καὶ τὸ πρότερον ὑπῆρχε κοινωνία, προστάττει
句首由 ἆρα ... δοκεῖ 引出疑问,但在与 ἀλλʼ οὐκ 对比的分句中,结构并未在 δοκεῖ 的支配下顺延使用不定式(如 προστάττειν),而是破格(anacoluthon)转为直陈式现在时 προστάττει,从而强化了反问与断定语气,强调法律明确作出了完全相反的指令。
- 27τοῦ μὲν μὴ λαχεῖν πρὸς ἐκείνους ἐμὲ εἶναι αἴτιον ὡς ὁμολογήσαντα μεταδώσειν
冠词+不定式 τοῦ μὴ λαχεῖν 作 αἴτιον 的限制性属格(宾格性属格),表示“未提起诉讼的原因”。ἐμέ 是不定式 εἶναι 的宾格主语,整体由 προσποιεῖται 引出间接引语。分词短语 ὡς ὁμολογήσαντα 采用宾格与 ἐμέ 一致,表示对方所捏造的主观借口(“声称因我答应分给份额”)。
- 27οὐ γὰρ εἶναι τοῖς ὀρφανοῖς κατὰ τῶν ἐπιτρόπων
在间接引语(不定式 εἶναι)中,表示诉讼的名词(如 δίκην 或 λήξεις)被省略,字面意思为“孤儿对监护人不存在[诉讼/诉讼权]”,这是对方为其未及时提起诉讼所找的法律托词。
