- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg010.humanitext-grc2:3-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过厘清家族谱系论证涉案产业原本属于其母,在传唤证人之后,进一步指出无论是老阿里斯塔尔库斯还是未成年的德摩卡瑞斯在法律上都无权订立收养遗嘱。
τοῦτο οὖν ὑμᾶς πειράσομαι πρῶτον διδάσκειν, ἐάν μου μετʼ εὐνοίας ἀκοῦσαι ἐθέλητε. εἴσεσθε γὰρ ὡς ὁ κλῆρος οὗτος οὐ τούτων ἦν ἐξ ἀρχῆς, ἀλλὰ τῆς ἐμῆς μητρὸς πατρῷος, ἔπειτα καὶ ὡς Ἀρίσταρχος οὐδὲ καθʼ ἕνα νόμον αὐτὸν εἴληφεν, ἀλλὰ παρὰ πάντας τοὺς νόμους ἀδικεῖ μετὰ τῶν οἰκείων τὴν ἐμὴν μητέρα. ὅθεν οὖν σαφέστατα μαθήσεσθε ὡς ἔχει ταῦτα, ἐντεῦθεν ὑμᾶς πρῶτον πειράσομαι διδάσκειν.
因此,如果诸位愿意怀着善意倾听我的陈述,我首先将努力向诸位讲明此事。因为诸位将会明白,这份产业起初绝非属于这些人,而是我母亲的父业;而且,阿里斯塔尔库斯没有任何法律依据便占有了它,完全违背所有的法律,与其亲族勾结侵害我的母亲。因此,我将从能够让诸位最清楚地了解实情的地方开始,首先向诸位说明。
Ἀρίσταρχος γὰρ ἦν, ὦ ἄνδρες, Συπαλήττιος. οὗτος ἔλαβε Ξεναινέτου Ἀχαρνέως θυγατέρα, ἐξ ἧς γίγνεται Κυρωνίδης καὶ Δημοχάρης καὶ ἡ μήτηρ ἡ ἐμὴ καὶ ἄλλη τούτων ἀδελφή. Κυρωνίδης μὲν οὖν ὁ τοῦδε πατὴρ καὶ θατέρου τοῦ τόνδε τὸν κλῆρον ἀδίκως ἔχοντος ἐξεποιήθη εἰς ἕτερον οἶκον, ὥστε αὐτῷ τῶν χρημάτων οὐδὲν ἔτι προσῆκεν· Ἀριστάρχου δὲ τοῦ πατρὸς 〈τοῦ〉 τούτων τελευτήσαντος Δημοχάρης 〈ὁ〉 ὑὸς κληρονόμος τῶν ἐκείνου κατέστη. τούτου δὲ παιδὸς ἀποθανόντος καὶ τῆς ἑτέρας ἀδελφῆς, ἡ μήτηρ ἡ ἐμὴ ἐπὶ παντὶ τῷ οἴκῳ ἐπίκληρος ἐγένετο.
诸位审判官,阿里斯塔尔库斯是叙帕勒托斯区人。他娶了阿卡尔奈区的克塞奈涅托斯之女为妻,由她生下了屈洛尼得斯、德摩卡瑞斯、我的母亲以及他们的另一个姐妹。其中,此人的父亲、同时也是那不义地占有这份产业的另一人的父亲屈洛尼得斯,被过继到了另一家族,因此他对这份财产便不再拥有任何权利;而在这些孩子的父亲阿里斯塔尔库斯去世之后,其子德摩卡瑞斯成为了其财产的继承人。当这个男孩以及另一个姐妹去世之后,我的母亲便成为了整个家产的女嗣继承人。
καὶ οὕτω μὲν ἐξ ἀρχῆς ἅπαντα ταυτὶ τῆς ἐμῆς μητρὸς ἐγένετο· προσῆκον δʼ αὐτῇ μετὰ τῶν χρημάτων τῷ ἐγγύτατα γένους συνοικεῖν,1 πάσχει δεινότατα, ὦ ἄνδρες. Ἀριστομένης γὰρ ἀδελφὸς ὢν ἐκείνου τοῦ Ἀριστάρχου, ὄντος αὐτῷ ὑέος καὶ θυγατρός, ἀμελήσας ἢ αὐτὸς αὐτὴν ἔχειν ἢ τῷ ὑεῖ μετὰ τοῦ κλήρου ἐπιδικάσασθαι, τούτων μὲν οὐδὲν ἐποίησε,2 τὴν δὲ ἑαυτοῦ θυγατέρα ἐπὶ τοῖς τῆς ἐμῆς μητρὸς χρήμασι Κυρωνίδῃ ἐξέδωκεν, ἐξ ἧς ὁ Ξεναίνετος οὗτος καὶ Ἀρίσταρχος ὁ τελευτήσας ἐγένετο.
就这样,起初这一切财产都归我的母亲所有。然而,虽然她理应连同财产一起与最近的亲族成婚,她却遭受了最骇人听闻的不公,诸位审判官。因为那个阿里斯塔尔库斯的兄弟阿里斯托墨涅斯虽然自己有一子一女,却既没有自己娶她,也没有为儿子连同产业通过审判程序申请迎娶,这两件事他一件都没做,反倒依仗我母亲的财产将自己的女儿嫁给了屈洛尼得斯,由此生下了这里的克塞奈涅托斯和已故的阿里斯塔尔库斯。
τὸ μὲν οὖν ἀδίκημα, καὶ ὃν τρόπον τῶν χρημάτων ἀπεστερήθη, τοῦτʼ ἐστίν, ὦ ἄνδρες· μετὰ δὲ ταῦτα τὴν ἐμὴν μητέρα ἐκδίδωσι τῷ ἐμῷ πατρί. Κυρωνίδου δὲ τελευτήσαντος τὸν τοῦ Ξεναινέτου ἀδελφὸν εἰσάγουσιν Ἀριστάρχῳ ὑόν, οὐδὲ καθʼ ἕνα νόμον, ὦ ἄνδρες, ὡς ἐγὼ ἐκ πολλῶν τεκμηρίων ὑμῖν ἐπιδείξω.
诸位审判官,这便是不义之举,以及她被剥夺财产的经过。在此之后,他将我的母亲嫁给了我的父亲。而在屈洛尼得斯死后,他们将克塞奈涅托斯的兄弟作为儿子引入阿里斯塔尔库斯之门,诸位审判官,这根本没有任何一条法律依据,正如我将通过诸多证据向诸位证明的那样。
πρῶτον μὲν οὖν μάρτυρας ὑμῖν παρέξομαι ὡς Κυρωνίδης ἐκποίητος εἰς τὸν Ξεναινέτου οἶκον ἐγένετο καὶ ἐν ἐκείνῳ ἐτελεύτησεν, ἔπειθʼ ὡς Ἀρίσταρχος, οὗ ἦν οὗτος ὁ κλῆρος, πρότερος τοῦ ὑέος Δημοχάρους ἐτελεύτησε, Δημοχάρης δὲ παῖς ὢν ἀπέθανε καὶ ἡ ἑτέρα ἀδελφή, ὥστε τὸν κλῆρον ἐπὶ τῇ ἐμῇ μητρὶ γενέσθαι. καί μοι κάλει τούτων τοὺς μάρτυρας.
首先,我将向诸位传唤证人,证明屈洛尼得斯确被过继入克塞奈涅托斯之家并死于该家族中;其次,证明拥有这份产业的阿里斯塔尔库斯先于其子德摩卡瑞斯去世,而德摩卡瑞斯在幼年时便与另一个姐妹相继去世,以至于这份产业归属于我的母亲。请为我传唤证明这些事实的证人。
〈Μάρτυρες〉οὕτω μὲν ἐξ ἀρχῆς 〈τῆς μητρὸς τῆς ἐμῆς〉 ἦν, ὦ ἄνδρες, ὁ κλῆρος, περὶ οὗ νῦν ὁ λόγος ἐστί, Κυρωνίδου μὲν ἐκποιήτου γενομένου εἰς τὸν Ξεναινέτου οἶκον, τοῦ δὲ πατρὸς Ἀριστάρχου τῷ ὑεῖ Δημοχάρει καταλιπόντος, ἐκείνου δὲ τῇ ἀδελφῇ τῇ ἑαυτοῦ ταύτῃ, μητρὶ δὲ ἐμῇ. δεῖ δέ, ἐπειδὴ λίαν ἀναισχυντοῦσιν, ὦ ἄνδρες, καὶ τὰ χρήματα παρὰ τὸ δίκαιον ἔχειν ἀξιοῦσι, μαθεῖν ὑμᾶς ὡς οὐδὲ καθʼ ἕνα νόμον Ἀρίσταρχος εἰς τοὺς φράτορας τοὺς ἐκείνου εἰσῆκται· ἐὰν γὰρ τοῦτο μάθητε, σαφῶς εἴσεσθε ὅτι τῷ μὴ δικαίως ἔχοντι οὐδὲ διατίθεσθαι περὶ αὐτῶν προσῆκεν.
〔证人〕 诸位审判官,目前争议所及的这份产业最初正是如此属于我母亲的:屈洛尼得斯被过继入克塞奈涅托斯之家,父亲阿里斯塔尔库斯将产业留给了儿子德摩卡瑞斯,而德摩卡瑞斯又留给了自己的这位姐妹,即我的母亲。然而,诸位审判官,由于他们极其厚颜无耻,竟然认为理所应当违背正义占据这些财产,诸位便必须明白,阿里斯塔尔库斯被引入那个人的胞族根本没有依据任何一条法律;因为如果诸位明白了这一点,诸位便能清楚知晓,对于不正当占有产业之人,他甚至根本无权就其订立遗嘱予以处分。
οἶμαι τοίνυν πάντας ὑμᾶς εἰδέναι, ὦ ἄνδρες, ὅτι κατὰ διαθήκας αἱ εἰσαγωγαὶ τῶν εἰσποιήτων γίγνονται, διδόντων τὰ ἑαυτῶν καὶ ὑεῖς ποιουμένων, ἄλλως δὲ οὐκ ἔξεστιν. εἴτε οὖν Ἀρίσταρχον φήσει τις αὐτὸν διαθέσθαι, οὐκ ἀληθῆ λέξει· γνησίου γὰρ ὄντος αὐτῷ Δημοχάρους ὑέος οὔτʼ ἂν ἐβούλετο ταῦτα [δια]πρᾶξαι, οὔτε ἐξῆν δοῦναι τὰ ἑαυτοῦ ἑτέρῳ· εἴτε Ἀριστάρχου τελευτήσαντος Δημοχάρην αὐτὸν ποιήσασθαι, καὶ ταῦτα ψεύσονται.
诸位审判官,我想诸位都知道,嗣子的引入必须依据遗嘱进行,即人们赠予自己的财产并收养儿子,除此以外绝不被允许。因此,如果有人声称是阿里斯塔尔库斯本人立下的遗嘱,他所说的就不是事实;因为当他拥有亲生儿子德摩卡瑞斯时,他既不会愿意做这种事,也不被允许将自己的财产赠予他人;或者如果他们声称在阿里斯塔尔库斯去世后,是德摩卡瑞斯收养了他,他们同样是在说谎。
παιδὸς γὰρ οὐκ ἔξεστι διαθήκην γενέσθαι· ὁ γὰρ νόμος διαρρήδην κωλύει παιδὶ μὴ ἐξεῖναι συμβάλλειν3 μηδὲ γυναικὶ πέρα μεδίμνου κριθῶν. μεμαρτύρηται δὲ Ἀρίσταρχον μὲν πρότερον Δημοχάρους τοῦ ὑέος τελευτῆσαι, ἐκεῖνον δὲ ὕστερον τοῦ πατρός· ὥστε κατά γε διαθήκην ἐκείνων, οὐδʼ εἰ διέθεντο προσῆκεν αὐτῷ τούτων τῶν χρημάτων κληρονομῆσαι. ἀνάγνωθι δὴ καὶ τοὺς νόμους, καθʼ οὓς οὐδετέρῳ αὐτῶν ἐξῆν διαθήκας ποιήσασθαι.
因为未成年人是不能立遗嘱的;法律明文禁止未成年人或妇女订立超过一麦狄姆诺斯大麦价值的契约。而且已有证言表明,阿里斯塔尔库斯先于其子德摩卡瑞斯去世,而后者死于父亲之后;因此依据他们的遗嘱——即使他们立下了遗嘱——他继承这些财产也是不正当的。现在请宣读法律,依此法律他们两人皆无权立下遗嘱。
- 5προσῆκον δʼ αὐτῇ μετὰ τῶν χρημάτων τῷ ἐγγύτατα γένους συνοικεῖν
无人称动词 προσήκει 的中性分词 προσῆκον 构成的宾格绝对独立结构。在此表示让步或背景情况(“虽然她理应连同财产与最近的近亲成婚”),与接下来的主句(πάσχει δεινότατα)形成对比。
- 5ἀμελήσας ἢ αὐτὸς αὐτὴν ἔχειν ἢ τῷ ὑεῖ μετὰ τοῦ κλήρου ἐπιδικάσασθαι, τούτων μὲν οὐδὲν ἐποίησε
破格句(anacoluthon):以分词 ἀμελήσας 开始的修饰语在主句中被 τούτων μὲν οὐδὲν ἐποίησε 赘述接续。虽然分词与主语 Ἀριστομένης 一致,但其后由不定式构成的两项选择(ἢ αὐτὸς... ἢ τῷ ὑεῖ...)被代词 τούτων 加以统括,作为主动词 ἐποίησε 的宾语。
- 10διαρρήδην κωλύει παιδὶ μὴ ἐξεῖναι συμβάλλειν
接在表示阻碍/禁止的动词 κωλύει 后面的不定式(ἐξεῖναι)所带的赘用否定词 μή。在肯定主句中,这是古典希腊语常见的惯用法,表达“明文禁止未成年人订立契约”。
