← 伊塞优斯

论阿里斯塔科斯的遗产

§11-18

非法过继的无效性与虚假偿债借口

演说者论证对方为了侵吞其母亲的财产而将人过继入阿里斯塔尔库斯家族完全违背法律且无效,并揭穿了对方声称曾替该遗产偿还债务的借口纯属谎言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

Νόμοι οὐ τοίνυν, ὦ ἄνδρες, οὐδὲ Κυρωνίδην οἷόν τε ἦν ὑὸν Ἀριστάρχῳ εἰσποιῆσαι, ἀλλʼ αὐτῷ μὲν ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον ἐξῆν, ὑὸν ἐγκαταλιπόντα ἐν τῷ Ξεναινέτου οἴκῳ, ἐξ αὑτοῦ δὲ ἀντεισαγαγεῖν οὐκ ἔστι νόμος· ἢ ἐὰν φῶσι, ψεύσονται. ὥστε οὐδʼ ἂν φάσκωσιν ὑπʼ ἐκείνου 〈εἰς〉ποιηθῆναι, νόμον ἕξουσι δεῖξαι καθʼ ὃν ἐξῆν αὐτῷ ταῦτα πρᾶξαι, ἀλλʼ ἐξ ὧν αὐτοὶ λέγουσιν ἔτι φανερώτερον ὑμῖν γενήσεται τοῦτο, ὅτι παρανόμως καὶ ἀσελγῶς ἔχουσι τὰ τῆς μητρὸς χρήματα.

〔法律〕 诸位审判官,因此,屈洛尼得斯也不可能将儿子过继入阿里斯塔尔库斯之家。虽然他自己在克塞奈涅托斯家中留下一子之后,确有权返回其父家,但根本没有法律允许他从自己的子嗣中另行替代引入一人;如果他们这样主张,他们就是在说谎。因此,即便他们坚称他是被那个人收养的,他们也拿不出任何一条允许他这样做的法律,反倒依据他们自己的陈述,对于诸位而言,他们违法且专横地占据我母亲财产的这一事实将变得更加显而易见。

§12

καὶ μὲν δή, ὦ ἄνδρες, οὐδὲ Ἀριστομένει γε οὐδὲ Ἀπολλοδώρῳ, οἷς προσῆκε τῆς ἐμῆς μητρὸς ἐπιδικάσασθαι, οὐδὲ τούτοις ἐξῆν. θαυμαστὸν γὰρ ἂν ἦν, εἰ τὴν ἐμὴν μητέρα ἔχοντι Ἀπολλοδώρῳ ἢ Ἀριστομένει οὐκ ἂν οἷόν τε ἦν τῶν ἐκείνης κυρίῳ γενέσθαι, κατὰ τὸν νόμον ὃς οὐκ ἐᾷ τῶν τῆς ἐπικλήρου κύριον εἶναι, ἀλλʼ ἢ τοὺς παῖδας ἐπὶ δίετες ἡβήσαντας κρατεῖν τῶν χρημάτων,1 ἀλλʼ ἑτέρῳ αὐτὴν ἐκδόντι ἐξέσται2 εἰς τὰ ταύτης χρήματα ὑὸν εἰσποιῆσαι. δεινὰ μέντʼ ἂν γίγνοιτο.

不仅如此,诸位审判官,哪怕是本有权通过审判程序申请迎娶我母亲的阿里斯托墨涅斯和阿波罗多洛斯,也同样无权做这种事。因为若说阿波罗多洛斯或阿里斯托墨涅斯即便娶了我母亲,依据那条不允许任何人支配女嗣继承人财产、唯有儿子们在青春期后满两年方可掌管家产的法律,他们也绝不可能成为其财产的主人,然而一个将她嫁给别人的人,却反被允许将一个儿子过继到她的财产中,这岂非荒唐透顶?这确实是极其骇人听闻的事态。

§13

καὶ τῷ μὲν πατρὶ αὐτῆς, εἰ παῖδες ἄρρενες μὴ ἐγένοντο, οὐκ ἂν ἐξῆν ἄνευ ταύτης διαθέσθαι· κελεύει γὰρ ὁ νόμος σὺν ταύταις κύριον εἶναι δοῦναι, ἐάν τῳ βούληται, τὰ ἑαυτοῦ· τῷ δὲ μήτε λαβεῖν αὐτὴν ἀξιώσαντι μήτε πατρὶ ὄντι, ἀλλʼ ἀνεψιῷ, παρὰ πάντας τοὺς νόμους εἰσαγαγόντι ἔσται κυρίως ταῦτα πεπραγμένα; καὶ τίς ὑμῶν ταῦτα πεισθήσεται;

况且她的父亲本人,若没有生下男嗣,也不被允许抛开她而处分遗产;因为法律规定,父亲若愿意,唯有将财产连同女儿一并给予,方有权处置自己的所有。然而,一个既未认为应当娶她、又非其父亲而仅仅是表亲的人,公然违背所有法律引入养子,这些行为难道还会合法有效吗?诸位当中有谁会被这番说辞说服呢?

§14

ἐγὼ μέν, ὦ ἄνδρες, σαφῶς ἐπίσταμαι ὅτι οὔτε Ξεναίνετος οὔτε ἄλλος οὐδεὶς ἀνθρώπων ἕξει ἀποδεῖξαι ὡς οὐ τῆς ἐμῆς μητρὸς οὗτος 〈ὁ〉 κλῆρός ἐστι, τοῦ ἀδελφοῦ αὐτῇ τοῦ Δημοχάρους καταλιπόντος· ἐὰν δʼ ἄρα τολμῶσι περὶ αὐτῶν λέγειν, νόμον κελεύετε δεῖξαι καθʼ ὃν γεγένηται ἡ εἰσποίησις Ἀριστάρχῳ, καὶ τίς ὁ εἰσποιήσας· τοῦτο γὰρ δίκαιόν ἐστιν. ἀλλʼ οἶδʼ ὅτι οὐχ ἕξουσιν ἐπιδεῖξαι.

诸位审判官,我清楚地知道,无论是克塞奈涅托斯还是世上任何其他人,都无法证明这份产业不属于我的母亲——它是由其兄长德摩卡瑞斯留给她的;如果他们竟敢就此争辩,诸位当命令他们出示依据哪条法律完成了对阿里斯塔尔库斯的收养,以及收养者究竟是谁;因为这才是正当的做法。但我确信他们根本无法证明。

§15

περὶ μὲν οὖν τοῦ τὸν κλῆρον εἶναι τῆς μητρὸς ἐξ ἀρχῆς καὶ ἀδίκως αὐτὴν ὑπὸ τούτων ἀπεστερῆσθαι, ἔκ τε τῶν εἰρημένων καὶ μεμαρτυρημένων καὶ ἐξ αὐτῶν τῶν νόμων ἱκανῶς ἡγοῦμαι ἀποδεδεῖχθαι. οὕτω δὲ καὶ τούτοις φανερόν ἐστιν ὅτι οὐ προσηκόντως ἔχουσι ταῦτα τὰ χρήματα, ὥστε οὐκ ἐπὶ τῷ δικαίως Ἀρίσταρχον εἰσαχθῆναι εἰς τοὺς φράτορας τὸν λόγον ποιοῦνται μόνον ἀλλὰ καὶ δίκην φασὶν ὑπὲρ τούτων τῶν χρημάτων τὸν πατέρα τὸν ἑαυτῶν ἐκτετικέναι, ἵνα, ἂν μὴ κατʼ ἐκεῖνον δικαίως δοκῶσιν ἔχειν, κατά γε ταῦτα εἰκότως προσῆκον αὐτοῖς φαίνηται.

因此,关于这份产业起初属于母亲、以及她被这些人不义地剥夺了一事,我认为从已有的陈述、证言以及法律本身,都已得到了充分的证明。他们自己也如此清楚地意识到自己无权占有这些财产,以至于他们不仅把论据建立在阿里斯塔尔库斯被合法引入胞族之上,而且还声称他们自己的父亲曾为这份财产清偿了判决债务,以便在不能依前者被视为合法占有的情况下,至少在后一理由上显得他们理应拥有它。

§16

ἐγὼ δʼ, ὦ ἄνδρες, ὅτι οὐκ ἀληθῆ λέγουσι, μεγάλοις ὑμᾶς τεκμηρίοις διδάξω. εἰ γὰρ ἦν, ὡς οὗτοι λέγουσιν, ὑπόχρεως οὗτος ὁ κλῆρος, οὔτʼ ἂν χρήματα οὗτοι ὑπὲρ αὐτῶν ἐξέτινον (οὐ γὰρ προσῆκεν αὐτοῖς, ἀλλʼ οἷς ἐγένετο ἡ ἐμὴ μήτηρ ἐπίδικος, τούτοις ἀναγκαῖον ἦν ὑπὲρ αὐτῶν βουλεύσασθαι), οὔτε ἂν εἰσεποίουν εἰς τοῦτον τὸν κλῆρον ὑὸν Ἀριστάρχῳ, μέλλοντες ὠφεληθήσεσθαι μὲν μηδέν, ζημιωθήσεσθαι δὲ μεγάλα.

诸位审判官,我将通过强有力的证据向诸位说明他们所言不实。因为如果真如他们所言,这份产业负债累累,他们既不会为其偿付金钱(因为这并非他们的责任,而是那些依审判程序有权迎娶我母亲的人必须就此做出决断),也不会为了这份产业将一个儿子过继给阿里斯塔尔库斯,毕竟他们得不到任何好处,反而要承受巨大的损失。

§17

ἢ ἕτεροι μέν, ὅταν περὶ χρημάτων δυστυχῶσι, τοὺς σφετέρους αὐτῶν παῖδας εἰς ἑτέρους οἴκους εἰσποιοῦσιν, ἵνα μὴ μετάσχωσι τῆς τοῦ πατρὸς ἀτιμίας· οὗτοι δὲ ἄρα εἰς ὑπόχρεων οὐσίαν καὶ οἶκον εἰσεποίουν σφᾶς αὐτούς, ἵνα καὶ τὰ ὑπάρχοντα προσαπολέσειαν; οὐκ ἔστι ταῦτα, ἀλλʼ ὁ μὲν κλῆρος ἐλεύθερος ἦν καὶ τῆς ἐμῆς μητρὸς ἐγένετο, οὗτοι δὲ φιλοχρηματοῦντες καὶ ἐκείνην ἀποστεροῦντες ταῦτα πάντα ἐμηχανήσαντο.

难道别人在遭受财务不幸时,都把自己的孩子过继给其他家族,以免他们分担父亲失去公民权的耻辱;而这些人倒好,反将自己过继到一个债台高筑的产业和家族中,难道是为了连现有的财产也一并赔进去吗?绝无此事;相反,这份产业没有任何债务负担,本就属于我的母亲,而这些人贪图钱财并企图剥夺她,才一手策划了这一切伎俩。

§18

ἴσως οὖν 〈ἄν〉 τις, ὦ ἄνδρες, τὸν χρόνον ὑμῶν θαυμάσειε, πῶς ποτε πολὺν οὕτως εἰάσαμεν καὶ ἀποστερούμενοι οὐκ ᾖμεν ἐπʼ αὐτά, ἀλλὰ νυνὶ περὶ αὐτῶν τοὺς λόγους ποιούμεθα. ἐγὼ δὲ οἶμαι μὲν οὐ δίκαιον εἶναι διὰ τοῦτο ἔλαττον ἔχειν, εἴ τις μὴ ἐδυνήθη ἢ κατημέλησεν (οὐ γὰρ τοῦτό ἐστι σκεπτέον, ἀλλὰ τὸ πρᾶγμα εἰ δίκαιον ἢ μή)· ὅμως μέντοι καὶ περὶ τούτων αἴτιον εἰπεῖν ἔχομεν, ὦ ἄνδρες.

诸位审判官,或许诸位当中会有人对这漫长的时间感到奇怪,纳闷我们怎么会容忍这么久,在被剥夺财产时没有前去争取,却偏偏在现在才提起诉讼。然而我认为,如果一个人因无能为力或疏忽大意,并不理应因此处于劣势(因为应当考察的并非这一点,而是事情本身是否正当);尽管如此,诸位审判官,关于这些事情我们同样能够道出其中的缘由。

语法注2 条
  1. 12ἀλλʼ ἢ τοὺς παῖδας ἐπὶ δίετες ἡβήσαντας κρατεῖν τῶν χρημάτων

    在否定概念(οὐκ ἐᾷ)之后接续的 ἀλλʼ ἤ 为固定用法,意为“除了……之外”。雅典法律术语 ἐπὶ δίετες ἡβῆσαι(成年达两年)指男性达到成年法定年龄(通常为18或20岁)并摆脱监护、独立掌管家族财产的时期。此处的带不定式宾格结构(τοὺς παῖδας ... κρατεῖν)作为该法律唯一的允许例外被引导。

  2. 12θαυμαστὸν γὰρ ἂν ἦν, εἰ ... οὐκ ἂν οἷόν τε ἦν ... ἀλλʼ ἑτέρῳ αὐτὴν ἐκδόντι ἐξέσται

    在反事实条件句结构(θαυμαστὸν γὰρ ἂν ἦν, εἰ...)内部,两个对比的情况被并列置入。前半句 οὐκ ἂν οἷόν τε ἦν 表现与事实相反的设想(“若是……本不可能”),而后半句 ἀλλʼ ... ἐξέσται 则转用直陈式将来时,旨在鲜明突出对手所主张的荒谬现实(“却反而被允许……”)。这种时态语气的交错构成了强烈的修辞对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg010.humanitext-grc2:11-18