← 伊塞优斯

论阿里斯塔科斯的遗产

§0-2

开场白与非法遗赠他人财产的主张

辩士将对手的高超辩才与自己的诉讼经验匮乏进行对比以请求审判官宽容,并在提及预审中的登记情况后,指出遗赠不属于己所有的财产是违法的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

Ὑπόθεσις Ἀρίσταρχός τις τεσσάρων πατὴρ γενόμενος παίδων, Κυρωνίδου καὶ Δημοχάρους καὶ τῆς μητρὸς τοῦ λέγοντος τὸν λόγον καὶ ἄλλης κόρης, τούτων μὲν τὸν Κυρωνίδην ἔτι περίων εἰσεποίησεν εἰς τὸν Ξεναινέτου τοῦ κατὰ μητέρα πάππου κλῆρον, αὐτὸς δὲ κληρονόμους τοὺς λοιποὺς ἑαυτῷ κατέλειψε παῖδας. μετὰ ταῦτα τελευτᾷ μὲν Δημοχάρης ἄπαις, καὶ ἡ μία θυγάτηρ [αὐτοῦ] καὶ αὐτὴ ἄπαις, ὁ δὲ κλῆρος ὅλος ἔρχεται δικαίως εἰς τὴν μητέρα τοῦ λέγοντος τὸν λόγον. καὶ ταῦτα μὲν οὕτω· μετὰ δὲ τὴν τελευτὴν Ἀριστάρχου Ἀριστομένης ἀδελφὸς ὢν αὐτοῦ καὶ κατὰ νόμον ἐπίτροπος τῶν τοῦ ἀδελφοῦ γινόμενος παίδων, ἐκδέδωκε Κυρωνίδῃ τῷ ἐκποιήτῳ υἱῷ Ἀριστάρχου τὴν θυγατέρα ἑαυτοῦ, ἐπαγγειλάμενος περιποιῆσαι αὐτῷ τὸν Ἀριστάρχου κλῆρον. ὃ δὴ καὶ πεποίηκε· γενομένου γὰρ υἱοῦ τῷ Κυρωνίδῃ πρῶτον μὲν ὄνομα τῷ παιδὶ τὸ τοῦ πάππου δεδώκασιν, Ἀρίσταρχον ὀνομάσαντες, εἶτα εἰσεποίησαν αὐτὸν εἰς τὸν 〈τοῦ〉 πάππου οἶκον ὡς δὴ τοῦτο ἐκείνου προστάξαντος, καὶ παραδέδωκεν Ἀριστομένης αὐτῷ τὸν ὅλον τοῦ πάππου κλῆρον. ἔτι δὲ ἄπαις ὢν ἐκεῖνος [καὶ] τελευτῶν κληρονόμον κατὰ διαθήκας ἐνεστήσατο τὸν ἴδιον ἀδελφὸν Ξεναίνετον. τούτων οὕτω γενομένων, καὶ κρατοῦντος Ξεναινέτου τὴν Ἀριστάρχου τοῦ παλαιοῦ οὐσίαν, ἀμφισβητεῖ πρὸς αὐτὸν ὁ υἱὸς τῆς θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ, λέγων ἑαυτὸν μόνον εἶναι κληρονόμον δικαίως τῶν Ἀριστάρχου τοῦ παλαιοῦ χρημάτων. ὁ μὲν γὰρ Κυρωνίδης (φησίν) ἐκποίητος ἐγένετο· ὁ δὲ πατὴρ υἱὸν ἔχων γνήσιον τὸν Δημοχάρην, οὐκ ἐδύνατο θετὸν ἑαυτῷ ποιῆσαι παῖδα· ὁ δὲ Δημοχάρης ἀτελὴς ὢν οὐδὲ αὐτὸς ἐδύνατο εἰσποιῆσαι τῷ πατρὶ θετὸν υἱόν· ἀλλʼ οὐδʼ ἡ ἄλλη θυγάτηρ αὐτοῦ ἡ προτελευτήσασα. ὥστε οὐ κατὰ τὸν νόμον (φησί) τῆς εἰσποιήσεως γενομένης τοῦ μικροῦ Ἀριστάρχου, οὐκέτι συνίστατο ἡ διαθήκη αὐτοῦ, τοῦ νέου Ἀριστάρχου· ἃ γὰρ μὴ δικαίως ἐκτήσατο, πῶς ἄλλῳ παραπέμπειν ἐδύνατο; ἀναιρουμένης δὲ τῆς διαθήκης εἰκότως ὁ κλῆρος εἰς τὸν λέγοντα τὸν λόγον ἐφέρετο, υἱὸν ὄντα τῆς γνησίας θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ πραγματικὴ ἔγγραφος· ζητεῖ〈ται〉 γὰρ εἰ δεῖ τὰς τοιαύτας συνεστάναι διαθήκας, καὶ τίς δικαιότερα λέγει.

提要 某位阿里斯塔尔库斯生有四子:屈洛尼得斯、德摩卡瑞斯、发表演说者的母亲以及另一个女儿。当他还健在时,便把屈洛尼得斯过继给其外祖父克塞奈涅托斯之家,而将余下的子女留作自己的继承人。此后,德摩卡瑞斯无嗣而终,另一个女儿同样无嗣而终,于是全部产业按理正当归发表演说者的母亲所有。事实本是如此;但在阿里斯塔尔库斯死后,其弟阿里斯托墨涅斯依法成为其兄子女的监护人,他将自己的女儿嫁给阿里斯塔尔库斯已被过继出去的儿子屈洛尼得斯,并许诺将阿里斯塔尔库斯的产业归给他。他也确实照此行事:当屈洛尼得斯得子之后,他们先以祖父之名为孩子取名阿里斯塔尔库斯,随后借口祖父曾有此嘱托,将其过继入祖父之门,阿里斯托墨涅斯便将祖父的全部产业移交给他。然而,那人在尚无子嗣临终之时,立下遗嘱指定自己的胞弟克塞奈涅托斯为继承人。事情既然如此发展,且克塞奈涅托斯占据着老阿里斯塔尔库斯的产业,老阿里斯塔尔库斯之女的儿子便起而与他相争,声称唯有自己才是老阿里斯塔尔库斯财产的正当继承人。因为(他说)屈洛尼得斯已被过继出去;父亲已有亲生儿子德摩卡瑞斯,便不能再为自己立嗣子;德摩卡瑞斯尚未成年,自己也不能为父亲立嗣子;而他那早先去世的另一个女儿同样不能。因此,既然小阿里斯塔尔库斯的过继不合法律(他说),此人即年轻的阿里斯塔尔库斯的遗嘱便不再成立;因为他既非正当取得,又怎能转授他人?若遗嘱被撤销,这份产业理所当然归于发表演说者,因他是老阿里斯塔尔库斯亲生女儿之子。此即案情提要,而争点属于关于文书的实质问题:盖所探究者乃此类遗嘱是否应当成立,以及谁的陈述更具正义。

§1

ἐβουλόμην 〈μέν1〉, ὦ ἄνδρες, ὥσπερ Ξεναίνετος οὑτοσὶ δύναται ψευδῆ λέγειν θαρραλέως, οὕτω κἀγὼ τἀληθῆ πρὸς ὑμᾶς περὶ ὧν ἀμφισβητοῦμεν εἰπεῖν δυνηθῆναι· οἶμαι γὰρ ἂν ὑμῖν εὐθέως δῆλον γενέσθαι εἴθʼ ἡμεῖς ἀδίκως ἐπὶ τὸν κλῆρον ἥκομεν, εἴθʼ οὗτοι μὴ προσηκόντως πάλαι τὰ χρήματα ταῦτα εἰλήφασι. νῦν δὲ οὐκ ἐξ ἴσου διακείμεθα, ὦ ἄνδρες. οἱ μὲν γὰρ καὶ λέγειν δεινοὶ καὶ παρασκευάσασθαι ἱκανοί, ὥστε καὶ ὑπὲρ ἑτέρων πολλάκις ἐν ὑμῖν ἠγωνίσθαι· ἐγὼ δὲ μὴ ὅτι ὑπὲρ ἄλλου ἀλλʼ οὐδὲ ὑπὲρ ἐμαυτοῦ2 πώποτε δίκην ἰδίαν εἴρηκα, ὥστε πολλῆς δεῖ με συγγνώμης τυχεῖν παρʼ ὑμῶν.

诸位审判官,正如这里的克塞奈涅托斯能够肆无忌惮地说谎一样,我多希望我也能就我们争执的诸事,在诸位面前道出实情;因为我想,这样诸位便能立刻明白,究竟是我们不义地前来争夺这份产业,还是他们长期以来名不正言不顺地占有这些财产。然而如今,诸位审判官,我们的处境并不平等。他们既善于言辞,又精于谋划,以至于屡次在诸位面前为他人出庭辩护;而我,且不说为他人,连为了自己也从未在任何私诉中发表过辩词,因此我极需要获得诸位的宽容。

§2

ἠνάγκασμαι μὲν οὖν, ὦ ἄνδρες, διὰ τὸ μὴ δύνασθαι δίκην παρʼ αὐτῶν λαβεῖν, τὴν μητέρα τὴν ἐμὴν ἐν τῇ ἀνακρίσει Ἀριστάρχου εἶναι ἀδελφὴν προσγράψασθαι·3 οὐ μὴν διὰ τοῦτο ὑμῖν ἡ διάγνωσις ἧττον περὶ αὐτῶν εὐκρινὴς γενήσεται, [ἀλλʼ] ἐκ τῶν νόμων σκοποῦσιν εἰ τὰ ἑαυτοῦ δέδωκε τούτῳ Ἀρίσταρχος ἢ τὰ μηδὲν προσήκοντα. ἔστι δὲ δίκαιον τοῦτο, ὦ ἄνδρες· ὁ γὰρ νόμος κελεύει τὰ μὲν ἑαυτοῦ διαθέσθαι ὅτῳ ἂν ἐθέλῃ, τῶν δὲ ἀλλοτρίων οὐδένα κύριον πεποίηκε.

诸位审判官,由于无法从他们那里讨回公道,我被迫在预审中登记我的母亲为阿里斯塔尔库斯的姐妹;然而诸位对此事的明断决不会因此受到丝毫妨碍,尤其是诸位依法律考量阿里斯塔尔库斯究竟是将属于他自己的财产给予了此人,还是给予了根本不属于他的财产。诸位审判官,这本是公道的;因为法律规定人们可以将属于自己的财产遗赠给所愿给予之人,但对于属于他人的财产,法律未曾赋权任何人予以支配。

语法注3 条
  1. 1ἐβουλόμην 〈μέν〉

    未加助词 ἄν 的直陈式未完成过去时 ἐβουλόμην 属于习惯用法,用于表达在当下无法实现的愿望(“我多希望……[但事实并非如此]”)。其后紧跟的 οἶμαι γὰρ ἄν... 句则展开了这种假设下的虚拟推论。

  2. 1μὴ ὅτι ὑπὲρ ἄλλου ἀλλʼ οὐδὲ ὑπὲρ ἐμαυτοῦ

    成语性省略结构 μὴ ὅτι... ἀλλʼ οὐδέ... 表示“且不说/不但不……甚至连……也不”(not only not... but not even...)。μὴ ὅτι 省略了“言说”等成分以引出较重的一方,与后文的 οὐδέ 呼应,强化对比语气。

  3. 2τὴν μητέρα τὴν ἐμὴν ἐν τῇ ἀνακρίσει Ἀριστάρχου εἶναι ἀδελφὴν προσγράψασθαι

    间接中动相动词 προσγράψασθαι(“为己追加登记”)带宾格加不定式结构(主语宾格 τὴν μητέρα τὴν ἐμήν,不定式 εἶναι,补足语宾格 ἀδελφήν)。属格 Ἀριστάρχου 作 ἀδελφήν 的亲属关系属格;依上下文,此处指声称其母为立下争议遗嘱的年轻阿里斯塔尔库斯的姊妹。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg010.humanitext-grc2:0-2