← 伊塞优斯

论阿里斯塔科斯的遗产

§19-26

诉讼迟延的原因与母亲继承权的正当性

辩护人阐明了此前长期未能提起诉讼的正当理由(其父所受的威胁、战时服役以及自身的公款债务),继而驳斥了对方企图借战死者遗嘱博取同情的说辞,指责其程序非法并重申其母继承权的合法性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

ὁ γὰρ πατὴρ οὑμὸς ἐπὶ προικὶ ἐγγυησάμενος τὴν ἐμὴν μητέρα συνῴκει, τὸν δὲ κλῆρον τούτων καρπουμένων οὐκ εἶχεν ὅπως εἰσπράξαιτο· ὅτε γὰρ περὶ αὐτοῦ λόγους ἐποιήσατο τῆς μητρὸς κελευούσης, οὗτοι ταῦτα αὐτῷ ἠπείλησαν, αὐτοὶ ἐπιδικασάμενοι αὐτὴν ἕξειν, εἰ μὴ βούλοιτο αὐτὸς ἐπὶ προικὶ ἔχειν.1 ὁ δὲ πατήρ, ὥστε τῆς μητρὸς μὴ στερηθῆναι, καὶ δὶς τοσαῦτα χρήματα εἴασεν ἂν αὐτοὺς καρποῦσθαι.

因为我的父亲当年是以收取嫁妆的方式与我母亲订婚并共同生活的,但在这些人享用这份产业的收益时,他却无法将其收回;因为当他遵照母亲的嘱咐就此事向他们交涉时,这些人便威胁他说,如果他自己不愿以收取嫁妆的方式保有她,他们就会通过审判程序依法迎娶她并据为己有。而我的父亲为了不失去母亲,哪怕任由他们享用两倍于此的财产收益也是甘愿的。

§20

καὶ τοῦ μὲν τὸν πατέρα μὴ ἐπεξελθεῖν ὑπὲρ τούτων τοῦτό ἐστι τὸ αἴτιον· μετὰ δὲ ταῦτα ὁ Κορινθιακὸς πόλεμος ἐγένετο, ἐν ᾧ ἐγὼ κἀκεῖνος στρατεύεσθαι ἠναγκαζόμεθα, ὥστε οὐδετέρῳ ἂν ἡμῶν δίκην ἐξεγένετο λαβεῖν. εἰρήνης τʼ αὖ γενομένης ἐμοί τι ἀτύχημα πρὸς τὸ δημόσιον συνέβη,2 ὥστε μὴ ῥᾴδιον εἶναι πρὸς τούτους διαφέρεσθαι. ὥστε οὐ μικρὰς ἔχομεν αἰτίας περὶ τοῦ πράγματος.

这就是父亲没有就这些财产提起诉讼的原因;在此之后又爆发了科林斯战争,我和他都被迫服兵役参战,以至于我们两人都没有机会提起诉讼。及至和平再度降临,我又在国库公款方面遭遇了不幸,以至于难以与这些人周旋争执。因此,关于此事我们有着极其充分的缘由。

§21

ἀλλὰ νυνὶ δίκαιον εἰπεῖν ἐστιν, ὦ ἄνδρες, τίνος δόντος [ἔχει] τὸν κλῆρον, κατὰ ποίους νόμους εἰς τοὺς φράτορας εἰσῆκται, καὶ πῶς οὐκ ἐπίκληρος ἦν ἐπὶ τούτοις τοῖς χρήμασιν ἡ ἐμὴ μήτηρ. ταῦτα γάρ ἐστι περὶ ὧν ὑμᾶς δεῖ τὴν ψῆφον ἐνεγκεῖν, οὐκ εἰ χρόνῳ τι ὕστερον ἡμεῖς τῶν ἡμετέρων εἰσπραττόμεθα. μὴ δυνηθέντων δὲ ἐπιδεῖξαι, δικαίως ἂν ἐμὸν αὐτὸν εἶναι ψηφίσαισθε.

但是诸位审判官,现在正当的做法是阐明:究竟是谁将这份产业赠予[占有者]的,依据什么法律将他引入胞族,以及我的母亲为何对这笔财产不是女嗣继承人。因为诸位应当就这些问题进行投票裁决,而不是纠缠于我们是否时隔甚久才来收回属于我们的财产。如果他们无法证明这些,诸位便应当正当地判决它归我所有。

§22

τοῦτο μὲν οἶδʼ ὅτι ποιεῖν οὐχ οἷοί τʼ ἔσονται· χαλεπὸν γὰρ πρὸς νόμους καὶ δίκαιον πρᾶγμα ἀντιλέγειν ἐστί· περὶ δὲ τοῦ τεθνεῶτος λέξουσιν, ἐλεοῦντες ὡς ἀνὴρ ὢν ἀγαθὸς ἐν τῷ πολέμῳ τέθνηκε, καὶ ὅτι οὐ δίκαιόν ἐστι τὰς ἐκείνου διαθήκας ἀκύρους καθιστάναι. ἐγὼ δὲ καὶ αὐτός, ὦ ἄνδρες, οἶμαι δεῖν κυρίας εἶναι τὰς διαθήκας, ἃς 〈ἂν〉 ἕκαστος διαθῆται περὶ τῶν ἑαυτοῦ, περὶ μέντοι τῶν ἀλλοτρίων οὐ κυρίας εἶναι τὰς διαθήκας, ὥσπερ ἃς ἂν ἕκαστος περὶ τῶν αὑτοῦ διαθῆται.

我确信他们绝不可能做到这一点;因为违抗法律和公理来进行辩驳是困难的;他们便会拿死者大做文章,博取同情,说他作为一个英勇的人战死沙场,因而将他的遗嘱判为无效是不正当的。然而诸位审判官,我本人也认为,每个人就其自己的财产所立的遗嘱应当有效,但对于属于他人的财产,遗嘱则绝不应当具有如同每个人就自身财产所立遗嘱那样的效力。

§23

ταῦτα δὲ οὐ τούτων ὄντα ἀλλʼ ἡμέτερα φαίνεται. ὥστε ἂν ἐπὶ τοῦτον τὸν λόγον καταφεύγῃ καὶ μάρτυρας παρέχηται ὡς διέθετο ἐκεῖνος, ἐπιδεικνύναι κελεύετε καὶ ὡς τὰ ἑαυτοῦ. τοῦτο γὰρ δίκαιόν ἐστι. δεινότατα γὰρ 〈ἂν〉 πάντων γένοιτο, εἰ Κυρωνίδης μὲν καὶ οὗτοι, ὄντες ἐξ ἐκείνου, μὴ μόνον τὸν Ξεναινέτου οἶκον πλέον ἢ τεττάρων ταλάντων ἕξουσιν, ἀλλὰ καὶ τόνδε προσλήψονται, ἐγὼ δὲ τῆς μητρὸς οὔσης κυρίας καὶ ἐκ τῶν αὐτῶν Κυρωνίδῃ γεγενημένος εἰ μηδὲ τὸν τῆς μητρὸς κλῆρον λήψομαι,3 καὶ ταῦτα μηδὲ ἐχόντων τούτων ἐπενεγκεῖν παρʼ ὅτου ποτʼ εἰλήφασι.

显然,这些财产并非他们的,而是属于我们的。因此,如果他逃遁到这种辩解中,并提供证人证明那个人立下了遗嘱,诸位就应当命他同时也证明那是属于他自己的财产;因为唯有这才是正当的。因为假若屈洛尼得斯以及作为其子嗣的这些人,不仅坐拥克塞奈涅托斯那价值超过四塔兰同的家产,而且还要把这份产业也据为己有,而在母亲本是合法继承人且我与屈洛尼得斯同出一源的情况下,我却连母亲的产业都无法获得,甚至在这些人根本无法指出究竟是从谁手中承接而来的情况下竟然如此,那将是世间最骇人听闻的荒谬之事。

§24

καίτοι δίκαιον, ὦ ἄνδρες, ὥσπερ τῶν ἀμφισβητησίμων χωρίων δεῖ τὸν ἔχοντα ἢ θέτην ἢ πρατῆρα παρέχεσθαι ἢ καταδεδικασμένον φαίνεσθαι, οὕτω καὶ τούτους καθʼ ἕν τι τούτων ἀποφήναντας αὐτοῦ ἀξιοῦν ἐπιδικάζεσθαι, μὴ πρὸ δίκης τὴν Ἀριστάρχου θυγατέρα, ἐμὴν δὲ μητέρα, ἐκ τῶν πατρῴων ἐκβάλλειν.

然而诸位审判官,正如对于有争议的土地,占有人必须要么提供抵押人,要么提供出卖人,要么证明是经判决取得的一样,这些人也理当在出示了上述凭据之一后,方有资格对它提出法律请求,而不应当在审判之前就将阿里斯塔尔库斯的女儿、我的母亲从其祖业中驱逐出去。

§25

ἀλλὰ γάρ, ὦ ἄνδρες, οὐχ ἱκανόν ἐστι Ξεναινέτῳ τὸν Ἀριστομένους οἶκον καταπεπαιδεραστηκέναι,4 ἀλλὰ καὶ τοῦτον οἴεται δεῖν τὸν αὐτὸν τρόπον διαθεῖναι. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, βραχείας οὐσίας ὑπαρξάσης ἀδελφὰς μὲν ἐξέδωκα, ὅσα ἐδυνάμην ἐπιδούς, κόσμιον δʼ ἐμαυτὸν παρέχων καὶ ποιῶν τὰ προσταττόμενα καὶ τὰς στρατείας στρατευόμενος ἀξιῶ τῶν τῆς μητρὸς πατρῴων μὴ ἀποστερηθῆναι.

可是诸位审判官,克塞奈涅托斯在荒淫放荡中耗尽了阿里斯托墨涅斯的家产犹嫌不足,竟还以为应当以同样的方式来处置这份家产。然而审判官诸公,我在仅继承微薄家产的情况下,倾尽所能备办嫁妆将姐妹们嫁出,并恪守本分,履行一切指派的义务,参加每一次战役,我要求不被剥夺母亲的祖产。

§26

ἀπέδειξα δʼ ὑμῖν Κυρωνίδην μὲν τὸν τούτων πατέρα ἐκποίητον γενόμενον καὶ οὐκ ἐπανελθόντα εἰς τὸν πατρῷον οἶκον, τὸν δὲ πατέρα τὸν Κυρωνίδου καὶ τῆς ἐμῆς μητρὸς Δημοχάρει τῷ ὑῷ τοῦτον τὸν κλῆρον καταλιπόντα, ἐκεῖνον δὲ παῖδα ὄντα τελευτήσαντα καὶ εἰς τὴν ἐμὴν μητέρα τοῦτον τὸν κλῆρον ἐπιγιγνόμενον.

我已经向诸位证明:这些人的父亲屈洛尼得斯当年已被过继他人家中且从未重返父家;屈洛尼得斯与我母亲的父亲将这份产业留给了其子德摩卡瑞斯;而德摩卡瑞斯尚在童年便已夭折,这份产业由此归属于我的母亲。

语法注4 条
  1. 19αὐτοὶ ἐπιδικασάμενοι αὐτὴν ἕξειν, εἰ μὴ βούλοιτο αὐτὸς ἐπὶ προικὶ ἔχειν

    此句为间接引语中的条件句,直接引语中的虚拟式(ἐὰν μὴ βούλῃ)在主要动词过去时(ἠπείλησαν)之后转为祈愿式(βούλοιτο)。不定式 ἕξειν 对应直接引语中归结从句的将来直陈式(ἕξομεν)。短语 ἐπὶ προικὶ ἔχειν 指仅以带有嫁妆的普通妻子身份保有她,而不涉及对其女嗣继承人巨额遗产的控制。

  2. 20ἐμοί τι ἀτύχημα πρὸς τὸ δημόσιον συνέβη

    短语 πρὸς τὸ δημόσιον 意为“对于国库/公家”。在雅典法律中,欠负国库债务者(ὀφείλων τῷ δημοσίῳ)会遭受部分公民权剥夺(atimia),从而在法庭上提起诉讼的权利受到严格限制。演说者在此委婉地将这种法律困境称为 ἀτύχημα(“不幸”)。

  3. 23δεινότατα γὰρ 〈ἂν〉 πάντων γένοιτο, εἰ ... ἕξουσιν ... εἰ μηδὲ ... λήψομαι

    主句使用带有 ἄν 的潜在祈愿式(δεινότατα ἂν γένοιτο),而由 εἰ 引导的两个并列条件从句(εἰ ... ἕξουσιν 与 εἰ ... λήψομαι)均使用了将来直陈式。此处未用祈愿式表达遥远的假设,而是通过将来直陈式将对方获取暴利与己方彻底被夺的迫切危局作为生动现实的前景进行对照,以强化愤慨之情。

  4. 25καταπεπαιδεραστηκέναι

    动词 καταπαιδεραστέω 的完成时不定式,由表示消耗、竭尽的前缀 κατα- 与 παιδεραστέω(娈童、溺于男色)复合而成。在法庭演说中用作强烈的抨击与羞辱之辞,指克塞奈涅托斯在纵欲放荡中将阿里斯托墨涅斯的家业挥霍殆尽。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg010.humanitext-grc2:19-26