← 伊塞优斯

论阿斯蒂菲洛斯的遗产

§8-15

遗嘱见证人的疑点与出征立嘱的矛盾

演说者指出,阿斯蒂菲卢斯若立遗嘱必会召集亲属和区民作证而非泛泛之交,并驳斥克里昂的时间线,指出阿斯蒂菲卢斯经历多次危险出征均未立遗嘱,却唯独在最后一次寄望生还的远征前立下遗嘱,殊不可信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

ἅπαντα δὲ ταῦτα μάλιστʼ ἂν εἰδέναι ὅτι γένοιτο,1 εἰ μὴ ἄνευ τῶν οἰκείων τῶν ἑαυτοῦ τὰς διαθήκας ποιοῖτο, ἀλλὰ πρῶτον μὲν συγγενεῖς παρακαλέσας, ἔπειτα δὲ φράτορας καὶ δημότας, ἔπειτα τῶν ἄλλων ἐπιτηδείων ὅσους δύναιτο πλείστους· οὕτω γὰρ εἴτε κατὰ γένος εἴτε κατὰ δόσιν ἀμφισβητοίη τις, ῥᾳδίως ἂν ἐλέγχοιτο ψευδόμενος.

而且,如果他不是背着自己的亲人立遗嘱,而是先召集本族血亲,然后召集胞族成员与同区公民,继而尽可能多地召集其他密友,他就最能确信这一切都会得以实现;因为这样一来,无论是有人按血统继承还是按赠予提出争议,说谎者都很容易被驳倒。

§9

ὁ τοίνυν Ἀστύφιλος οὐδὲν φαίνεται τοιοῦτον ποιήσας, οὐδὲ παραστησάμενος οὐδένα τούτων ὅτε διέθετο ἃ οὗτοί φασιν, εἰ μή τις ἄρα ὑπὸ τούτων πέπεισται ὁμολογεῖν παρεῖναι. αὐτὸς δʼ ὑμῖν πάντας τούτους μαρτυροῦντας παρέξομαι.

然而,阿斯蒂菲卢斯显然根本没有做过任何此类事情,当他在这些人所声称的情形下立遗嘱时,也没有让上述任何人到场,除非有人被他们收买而承认在场。我本人将向诸位提供所有这些人作为证人。

§10

Μάρτυρες ἴσως τοίνυν Κλέων οὑτοσὶ φήσει οὐκ εἰκὸς εἶναι τεκμηρίοις ὑμᾶς χρήσασθαι τούτοις τοῖς μάρτυσιν, ὅτι μαρτυροῦσι μὴ εἰδέναι Ἀστύφιλον ταῦτα διατιθέμενον. ἐγὼ δʼ οἶμαι, περί γε διαθηκῶν οὔσης τῆς ἀμφισβητήσεως καὶ περὶ τοῦ ποιηθῆναί τινα ὑὸν Ἀστυφίλῳ, ἡμῖν πολὺ βεβαιοτέραν εἶναι μαρτυρίαν ἣν οἱ ἀναγκαῖοι 〈οἱ〉 ἐκείνου περὶ τῶν μεγίστων μή φασι παραγενέσθαι, μᾶλλον ἢ ἣν οἱ μηδὲν προσήκοντες μαρτυροῦσι παρεῖναι.

证人这里的克里昂也许会说,诸位不应将这些证人作为证据,因为他们作证说不知道阿斯蒂菲卢斯曾做过这番安排。但我认为,既然争论涉及遗嘱以及阿斯蒂菲卢斯是否收养了儿子,他的近亲作证说自己在如此重大的事件中并未到场,比那些毫不相干的外人作证说在场,对我们而言要确凿可靠得多。

§11

καὶ ἐχρῆν δʼ, ὦ ἄνδρες, καὶ αὐτὸν Κλέωνα, μὴ δοκοῦντα εἶναι ἠλίθιον, ὅτε τὸν ὑὸν τὸν τούτου ἐποιεῖτο Ἀστύφιλος καὶ τὰς διαθήκας κατέλειπε, παρακαλέσαι εἴ τέ τινα συγγενῆ ἐπιδημοῦντα ἐγίγνωσκε, καὶ τοὺς ἄλλους, ὅτῳ περ ἔμβραχυ ᾔδει Ἀστύφιλον χρώμενον.2 κωλῦσαι μὲν γὰρ οὐδεὶς ἂν αὐτὸν ἐδύνατο, ὅτῳ ἐβούλετο, δοῦναι τὰ ἑαυτοῦ· τούτῳ δʼ ἂν μεγάλη μαρτυρία ἦν, ὅτι οὐ λάθρᾳ ταῦτα διέθετο.

况且,诸位审判官,克里昂本人既然看起来不是个傻子,当阿斯蒂菲卢斯收养他的儿子并立下遗嘱时,只要他知道有哪个亲属留在城里,以及阿斯蒂菲卢斯生前哪怕有些许往来的其他人,他也理应把他们召集前来。因为谁也无法阻止他将自己的财产赠予他所愿意给予的人;而且这对克里昂而言,本可以成为强有力的证据,证明他并非暗中做出这番安排。

§12

ἔτι δʼ, ὦ ἄνδρες, εἰ μὲν ὁ Ἀστύφιλος μηδένα ἐβούλετο εἰδέναι ὅτι τὸν Κλέωνος ὑὸν ἐποιεῖτο μηδʼ ὅτι διαθήκας καταλίποι, εἰκὸς ἦν μηδὲ ἄλλον μηδένα ἐγγεγράφθαι ἐν τῷ γραμματείῳ μάρτυρα· εἰ δʼ ἐναντίον μαρτύρων φαίνεται διαθέμενος, τούτων δὲ μὴ τῶν μάλιστα χρωμένων ἀλλὰ τῶν ἐντυχόντων, πῶς εἰκός ἐστιν ἀληθεῖς εἶναι τὰς διαθήκας;

此外,诸位审判官,如果阿斯蒂菲卢斯不希望任何人知道他收养了克里昂的儿子,也不希望有人知道他留有遗嘱,那么文书板上也理应没有记载其他任何人作为证人;但如果他显然是在证人面前立下遗嘱,而这些证人又不是最亲近的密友,反而是偶然相遇的闲人,那么这份遗嘱怎么可能是真实的呢?

§13

οὐ γὰρ 〈ἂν〉 ἡγοῦμαι ἔγωγε οὐδένα, ὑὸν ἑαυτῷ ποιούμενον, τολμῆσαι ἄλλους τινὰς παρακαλέσαι ἢ τούτους, οἷς περ καὶ ἱερῶν καὶ ὁσίων κοινωνὸν ἀνθʼ αὑτοῦ εἰς τὸν ἔπειτα χρόνον ἔμελλε καταλιπεῖν. ἀλλὰ μὴν οὐδʼ αἰσχυνθῆναι οὐδενὶ προσήκει ἐπὶ τοιαύταις διαθήκαις ὡς πλείστους μάρτυρας παρίστασθαι, νόμου γε ὄντος ἐξεῖναι ὅτῳ βούλοιτο δοῦναι τὰ ἑαυτοῦ.

因为我个人认为,任何人在为自己立嗣时,都绝不敢召集其他人,而只会召集那些他打算在往后岁月中留下〔养子〕代替自己、作为伙伴与之共同承担宗庙祭祀与城邦义务的人。更何况,由于法律明确允许将财产赠予所愿之人,因此任何人面对这样的遗嘱,召集尽可能多的证人到场,绝无任何可羞愧之处。

§14

σκέψασθε δέ, ὦ ἄνδρες, καὶ ἐκ τοῦ χρόνου ὃν οὗτοι λέγουσι περὶ τῶν διαθηκῶν. ὅτε γὰρ εἰς Μυτιλήνην ἐξέπλει στρατευόμενος, τότε φασὶν αὐτὸν ταῦτα διαθέσθαι· φαίνεται δὲ ὁ Ἀστύφιλος τῷ τούτων λόγῳ τὰ μέλλοντα ἅπαντα ἔσεσθαι προειδώς. πρῶτον μὲν γὰρ ἐστρατεύσατο εἰς Κόρινθον, ἔπειτα εἰς Θετταλίαν, ἔτι δὲ τὸν Θηβαικὸν πόλεμον ἅπαντα, καὶ ἄλλοσε ὅπου περ αἰσθάνοιτο στράτευμα συλλεγόμενον, ἁπανταχοῖ ἀπεδήμει λοχαγῶν· καὶ οὐδʼ ἐν μιᾷ τούτων τῶν ἐξόδων διαθήκας κατέλιπεν. ἡ δὲ εἰς τὴν Μυτιλήνην στρατεία τελευταία αὐτῷ ἐγένετο, ἐν ᾗ καὶ ἀπέθανε.

诸位审判官,请你们也从他们所宣称的立遗嘱的时间来考察。他们声称,他是随军启航前往米蒂利尼时立下这番遗嘱的;照他们的说法,阿斯蒂菲卢斯似乎预先知道了一切将要发生的事情。因为他起初出征科林斯,接着出征色萨利,继而参与了整场底比斯战争,只要听闻哪里在集结军队,他无处不作为百夫长奔赴前线;但在这些出征中,他没有一次留下过遗嘱。而远征米蒂利尼是他最后一次出征,他也在那里阵亡。

§15

τῷ οὖν ἂν ὑμῶν φανείη πιστόν, πρότερον ἄλλας στρατείας τοῦ Ἀστυφίλου στρατευομένου καὶ εὖ εἰδότος ὅτι ἐν ἁπάσαις μέλλοι κινδυνεύειν, οὕτως ἀκριβῶς τὰ παρὰ τῆς τύχης συμβῆναι, ὥστʼ ἐν μὲν τῷ πρόσθεν χρόνῳ μηδὲ περὶ ἑνὸς αὐτὸν τῶν αὑτοῦ διαθέσθαι, ὅτε δὲ τὸ τελευταῖον ἔμελλε στρατεύεσθαι, ἐθελοντήν τε ἐκπλέοντα καὶ μάλιστα ἐκ ταύτης τῆς στρατείας ἐλπίζοντα σωθήσεσθαι (πῶς τοῦτον πιστὸν ἤδη;)3 τὰς διαθήκας τότε καταλιπεῖν καὶ ἐκπλεύσαντα τελευτῆσαι;

那么,诸位当中有谁会觉得可信:阿斯蒂菲卢斯此前经历过多次军事行动,深知在每一次行动中都将面临危险,命运之神的安排却如此分毫不差,以至于在以往的时间里他对自己的一应财产未作丝毫交代,而就在他最后一次行将出征、作为志愿兵启航且最指望从这次远征中平安生还之际(这在眼下又怎能令人置信?),他才留下遗嘱,启航并阵亡?

语法注3 条
  1. 8ἅπαντα δὲ ταῦτα μάλιστʼ ἂν εἰδέναι ὅτι γένοιτο

    不定式 εἰδέναι 承接前一节中的 εἰκὸς γὰρ ἐκεῖνον ... σκοπεῖσθαι 所构成的带宾格的不定式句型。它与 ἄν 连用,充当条件从句(εἰ μὴ ... ποιοῖτο)的归结主句,表达潜在线索或反事实的判断,意为“他本最能确信这一切都会实现”。

  2. 11ὅτῳ περ ἔμβραχυ ᾔδει Ἀστύφιλον χρώμενον

    ἔμβραχυ 是表示“稍微、无论如何、简言之”(at all / in short)的成语性副词用法。动词 χρῶμαι 支配与格(此处为关系代词 ὅτῳ),意为“与……亲密交往”,并作为补足分词与认知动词 ᾔδει 连用(ᾔδει ... χρώμενον)。

  3. 15πῶς τοῦτον πιστὸν ἤδη ;

    此处为一个省略了系动词 ἐστί 的插入性反问短句。它被置于 τῷ οὖν ἂν ὑμῶν φανείη πιστόν 所引导的冗长周期句之中,旨在直接强调对方所声称的情形之荒谬与不可置信(“这在眼下又怎能令人置信?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg009.humanitext-grc2:8-15