- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg009.humanitext-grc2:0-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者就其同母兄弟阿斯蒂菲卢斯的遗产提起诉讼,主张克里昂一方出示的收养遗嘱系伪造,指出克里昂一家在法律上已无亲属权,并结合未行葬礼的事实及与希厄罗克勒斯的对质展开反驳。
Ὑπόθεσις Ἀστύφιλος καὶ ὁ λέγων τὸν λόγον ἀδελφοὶ ὁμομήτριοι· τελευτήσαντος δὲ τοῦ Ἀστυφίλου διαθήκας προήνεγκε Κλέων τις, ἀνεψιὸς ὢν αὐτοῦ, φάσκων αὐτὰς γενέσθαι εἰς τὸν υἱὸν ἑαυτοῦ. ὁ δὲ ἀδελφὸς τοῦ Ἀστυφίλου κατηγορεῖ τῶν διαθηκῶν ὡς πλαστῶν. ἡ στάσις στοχασμός.
提要 阿斯蒂菲卢斯与发表演说者为同母兄弟。阿斯蒂菲卢斯去世后,其堂兄弟某克里昂出示了一份遗嘱,声称该遗嘱是为其自己的儿子立下的。阿斯蒂菲卢斯的兄弟指控该遗嘱系伪造。争论焦点在于事实之有无。
ἀδελφός μοι ἦν ὁμομήτριος, ὦ ἄνδρες, Ἀστύφιλος, οὗ ἐστιν ὁ κλῆρος· ἀποδημήσας οὖν μετὰ τῶν εἰς Μυτιλήνην στρατιωτῶν ἐτελεύτησε. πειράσομαι δʼ ὑμῖν ἐπιδεῖξαι ὅπερ ἀντώμοσα, ὡς οὔτε ἐποιήσατο ἐκεῖνος ὑὸν ἑαυτῷ, οὔτʼ ἔδωκε τὰ ἑαυτοῦ, οὔτε διαθήκας κατέλιπεν, οὔτε προσήκει ἔχειν τὰ Ἀστυφίλου οὐδενὶ ἄλλῳ ἢ ἐμοί.
诸位审判官,其遗产归属悬而未决的阿斯蒂菲卢斯,是我的同母兄弟。他随远征米蒂利尼的士兵出征后死于异乡。我将努力向诸位证明我在起诉誓词中所宣誓的内容:他既未曾为自己过继儿子,也未曾赠予自己的财产,未曾留下遗嘱,而且除了我之外,阿斯蒂菲卢斯的财产也不属于任何其他人所有。
ἔστι γὰρ [ὁ] Κλέων οὑτοσὶ ἀνεψιὸς Ἀστυφίλῳ πρὸς πατρός, ὁ δὲ ὑὸς ὁ τούτου, ὃν εἰσποιεῖ ἐκείνῳ, ἀνεψιαδοῦς. εἰσποίητος δʼ ἦν ὁ πατὴρ ὁ Κλέωνος εἰς ἄλλον οἶκον, καὶ οὗτοι ἔτι εἰσὶν ἐν ἐκείνῳ τῷ οἴκῳ, ὥστε γένει μὲν διὰ τὸν νόμον οὐδὲν προσήκουσιν Ἀστυφίλῳ. ἐπειδὴ δὲ κατὰ ταῦτα οὐκ ἦν ἀμφισβήτησις, διαθήκας, ὦ ἄνδρες, ψευδεῖς (ὡς ἐγὼ οἶμαι ἐπιδείξειν) κατεσκεύασαν καὶ ζητοῦσιν ἀποστερῆσαί με τῶν τἀδελφοῦ·
因为眼前的这位克里昂是阿斯蒂菲卢斯父系的堂兄,而克里昂企图过继给阿斯蒂菲卢斯的儿子则是堂侄。然而,克里昂的父亲当年已被过继至另一家,且他们至今仍属于那一家族,因此根据法律,就家族血统而言,他们与阿斯蒂菲卢斯没有任何亲属关系。由于依此理由不能产生继承权争议,诸位审判官,他们便伪造了一份虚假的遗嘱(正如我相信我将证明的那样),并企图从我这里夺走兄弟的财产。
καὶ οὕτω σφόδρα Κλέων οὑτοσὶ καὶ πρότερον καὶ νῦν οὐδένα ἄλλον τὸν κλῆρον ἡγεῖται ἕξειν ἢ αὑτόν, ὥστʼ ἐπειδὴ τάχιστα ἠγγέλθη Ἀστύφιλος τετελευτηκώς, τοῦ μὲν πατρὸς τοῦ ἐμοῦ ἀσθενοῦντος, ἐμοῦ δὲ οὐκ ἐπιδημοῦντος ἀλλὰ στρατευομένου, εἰς τὸ χωρίον ἐνεβάτευσε, καὶ εἴ τι ἄλλο ἐκεῖνος κατέλιπεν, ἅπαντα ἔφη τοῦ ὑοῦ τοῦ ἑαυτοῦ εἶναι, πρίν τι ὑμᾶς ψηφίσασθαι.
眼前这位克里昂无论在过去还是现在,都如此坚决地认为除了他自己以外绝不会有别人继承这笔遗产,以至于在阿斯蒂菲卢斯阵亡的消息刚一传达时——当时我父亲正卧病在床,而我不在城内而在外服兵役——他便擅自闯入那块田产;阿斯蒂菲卢斯若留有其他任何遗产,在诸位进行任何投票裁决之前,他便宣称这一切全归他自己的儿子所有。
ἐπεὶ δʼ ἐκομίσθη τὰ ὀστᾶ τοῦ ἀδελφοῦ, ὁ μὲν προσποιούμενος πάλαι ὑὸς εἰσπεποιῆσθαι οὐ προὔθετο οὐδʼ ἔθαψεν, οἱ δὲ φίλοι Ἀστυφίλου καὶ οἱ συστρατιῶται, ὁρῶντες τὸν πατέρα τὸν ἐμὸν ἀρρωστοῦντα, ἐμὲ δὲ οὐκ ἐπιδημοῦντα, αὐτοὶ καὶ προὔθεντο καὶ τἆλλα πάντα τὰ νομιζόμενα ἐποίησαν καὶ τὸν ἐμὸν πατέρα ἀσθενοῦντα ἐπὶ τὸ μνῆμα ἤγαγον, εὖ εἰδότες ὅτι ἀσπάζοιτο αὐτὸν Ἀστύφιλος. τούτου δʼ ὑμῖν αὐτοὺς τοὺς ἐπιτηδείους τοὺς ἐκείνου μάρτυρας παρέξομαι τῶν παρόντων.
当兄弟的遗骨被运回时,那个自称早就被立为嗣子的人既未陈列尸体,也未予安葬;相反,阿斯蒂菲卢斯的朋友和战友们见我父亲病弱、我不在城中,便亲自陈列遗骨并履行了其余一切既定的仪式,还搀扶着我患病的父亲来到墓地,因为他们深知阿斯蒂菲卢斯敬爱我父亲。关于此事,我将向诸位呈上当时在场的阿斯蒂菲卢斯生前的亲近友人作为证人。
Μάρτυρες ὅτι μὲν οὐκ ἔθαψε Κλέων Ἀστύφιλον, οὐδʼ 〈ἂν〉 αὐτὸς ἔξαρνος γένοιτο μεμαρτύρηταί τε ὑμῖν· ἐπειδὴ δʼ ἐπεδήμησα ἐγὼ καὶ ᾐσθόμην καρπουμένους τούτους τὰ ἐκείνου, ὁ [δὲ] ὑὸς αὐτοῦ ποιηθείη ὑπὸ Ἀστυφίλου, καὶ τούτων διαθήκας καταλίποι1 παρὰ Ἱεροκλεῖ Ἰφιστιάδῃ. ἀκούσας δʼ ἐγὼ λέγοντος αὐτοῦ ταῦτα ἐπορευόμην παρὰ τὸν Ἱεροκλέα, εὖ μὲν εἰδὼς ὅτι ὡς οἷόν τε μάλιστα ἐπιτήδειος εἴη Κλέωνι, οὐχ ἡγούμενος δʼ ἂν αὐτὸν τολμῆσαί τι ψεύσασθαι2 κατὰ Ἀστυφίλου τετελευτηκότος, καὶ ταῦτα θεῖον ὄντα καὶ ἐμοῦ καὶ ἐκείνου. ὅμως δέ, ὦ ἄνδρες, οὐδὲν τούτων ὑπολογισάμενος ὁ Ἱεροκλῆς ἐρωτώμενος ὑπʼ ἐμοῦ ἀπεκρίνατό μοι ὅτι ἔχοι τὰς διαθήκας· λαβεῖν δὲ ἔφη αὐτὰς παρὰ Ἀστυφίλου, ὅτε εἰς Μυτιλήνην ἔμελλεν ἐκεῖνος ἐκπλεῖν. ὡς δὲ ταῦτʼ ἔλεγεν, ἀνάγνωθί μοι ταύτην τὴν μαρτυρίαν [ὅτι Ἱεροκλῆς ἀπεκρίνατο].
证人 克里昂没有安葬阿斯蒂菲卢斯,这一点就连他自己也无法否认,并且已经由证人向诸位证实。然而,当我回到城中,察觉到这伙人正享用他的财产,声称克里昂的儿子已被阿斯蒂菲卢斯收为养子,且关于这些事项的遗嘱已留在伊菲斯提亚代人希厄罗克勒斯处;我听到他如此说,便前往希厄罗克勒斯那里,我虽深知他与克里昂关系极尽亲密,但我本以为他绝不敢针对死去的阿斯蒂菲卢斯捏造谎言,更何况他既是我也是阿斯蒂菲卢斯的舅父(伯叔父)。然而,诸位审判官,希厄罗克勒斯全然不顾念这些,面对我的质询,他回答说自己确实持有该遗嘱;并且他说自己是在阿斯蒂菲卢斯即将起航前往米蒂利尼时从他手中接管的。为了证明他确实说过这些话,请为我宣读这份证言。
Μαρτυρία ἐπειδὴ τοίνυν, ὦ ἄνδρες, οὔτε παραγενόμενος οὐδεὶς ἔτυχε τῶν οἰκείων ὅτε ὁ ἀδελφὸς ἐτελεύτησεν, οὔτε ἐγὼ ἐπεδήμουν ὅτε τὰ ὀστᾶ αὐτοῦ δεῦρο ἐκομίσθη, ἀναγκαῖόν μοί ἐστιν ἐξ αὐτῶν ὧν οὗτοι λέγουσιν ἐλέγχειν ψευδεῖς οὔσας τὰς διαθήκας [ἃς ἐποιήσαντο]. εἰκὸς γὰρ ἐκεῖνον οὐ μόνον ἐπιθυμεῖν ὑὸν ποιησάμενον καταλιπεῖν, ἀλλὰ καὶ σκοπεῖσθαι ὅπως κυριώτατα ἔσται ἃ ἂν διαθῆται, καὶ τήν τε οὐσίαν, ὃν ἂν ἐκεῖνος εἰσποιήσηται, οὗτος ἕξει,3 καὶ ἐπὶ τοὺς βωμοὺς τοὺς πατρῴους οὗτος βαδιεῖται, καὶ τελευτήσαντι αὐτῷ καὶ τοῖς ἐκείνου προγόνοις τὰ νομιζόμενα ποιήσει·
证言 因此,诸位审判官,既然我兄弟去世时没有任何亲属在场,其遗骨被运抵此处时我也不在城内,我就必须根据他们自己的陈述来驳斥这份遗嘱的虚假性。因为按常理而言,他不仅会期望立嗣留后,而且还会深思熟虑,以确保他所设立的任何遗嘱都能具有最大效力,确保他所收养之人将拥有其财产、拜谒其祖先的祭坛,并在其死后为其及列祖列宗履行既定的祭仪。
- 5ὁ [δὲ] ὑὸς αὐτοῦ ποιηθείη ὑπὸ Ἀστυφίλου, καὶ τούτων διαθήκας καταλίποι
此处使用了间接引语希求式(optativus obliquus)。紧随主句的感知动词 ᾐσθόμην,以此希求式(ποιηθείη, καταλίποι)引出对方克里昂所宣称的内容(即其子已被阿斯蒂菲卢斯收养,且后者已留有遗嘱)。句式从前面的分词宾语结构(καρπουμένους)转入间接陈述,体现出转述他人主张的语法破格(anacoluthon)。
- 6οὐχ ἡγούμενος δʼ ἂν αὐτὸν τολμῆσαί τι ψεύσασθαι
小词 ἄν 与分词 ἡγούμενος 所统辖的不定词 τολμῆσαι 构成潜在不定词结构,相当于直接引语中的 οὐκ ἂν ἐτόλμησε 或 οὐκ ἂν τολμήσειε(“他绝不敢撒谎”)。用以表达演说者当时的推断,即认为希厄罗克勒斯绝不可能胆敢说谎。
- 7σκοπεῖσθαι ὅπως κυριώτατα ἔσται ἃ ἂν διαθῆται, καὶ τήν τε οὐσίαν, ὃν ἂν ἐκεῖνος εἰσποιήσηται, οὗτος ἕξει
ὅπως κυριώτατα ἔσται 是由表示顾虑与用心的动词 σκοπεῖσθαι 所引导的努力宾语从句,句中并列的将来时直说式动词(ἕξει、βαδιεῖται、ποιήσει)均受 ὅπως 管辖。其中 ὃν ἂν ἐκεῖνος εἰσποιήσηται 为带 ἄν 的泛指关系从句(“凡他所收养之人”),其先行概念在主干中由指示代词 οὗτος 承接并充当主语。
