- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg009.humanitext-grc2:16-23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过证言表明,因克里昂之父殴打致死阿斯蒂菲卢斯之父,两家积怨极深,从而揭露所谓收养遗嘱纯属伪造,并痛斥希厄罗克勒斯的背信弃义。
χωρὶς δὲ τούτων, ὦ ἄνδρες δικασταί, ἔτι μείζω τεκμήρια παρέξομαι ὡς οὐδὲν ἀληθὲς λέγουσιν οὗτοι. ἐπιδείξω γὰρ ὑμῖν ἔχθιστον ἁπάντων ὄντα Ἀστύφιλον Κλέωνι, καὶ οὕτω σφόδρα καὶ δικαίως μισοῦντα τοῦτον, ὥστε πολὺ ἂν θᾶττον διαθέμενον μηδένα ποτὲ τῶν ἑαυτοῦ οἰκείων διαλεχθῆναι Κλέωνι, μᾶλλον ἢ τὸν τούτου ὑὸν ποιησάμενον.1
除这些之外,诸位审判官,我还将提出更重大的证据,证明这些人所说没有一句是真话。因为我将向诸位表明,阿斯蒂菲卢斯在所有人中最为敌视克里昂,对他的憎恨如此深切且名正言顺,以至于他宁可立下遗嘱禁止自己的任何亲属今后与克里昂说话,也绝不可能收养克里昂的儿子。
Εὐθυκράτει γάρ, ὦ ἄνδρες, τῷ πατρὶ τῷ Ἀστυφίλου αἴτιος γενέσθαι λέγεται τοῦ θανάτου Θούδιππος ὁ Κλέωνος τουτουὶ πατήρ, αἰκισάμενος ἐκεῖνον διαφορᾶς τινος αὐτοῖς γενομένης ἐν τῇ νεμήσει τοῦ χωρίου, καὶ οὕτως αὐτὸν διατεθῆναι, ὥστε ἐκ τῶν πληγῶν αὐτὸν ἀσθενήσαντα οὐ πολλαῖς ἡμέραις ὕστερον ἀποθανεῖν.
因为诸位审判官,据说造成阿斯蒂菲卢斯之父欧梯克拉特斯死亡的,正是这里这位克里昂的父亲图迪普斯:在分割土地产生纷争时,图迪普斯对欧梯克拉特斯大打出手,〔欧梯克拉特斯〕被折磨到如此地步,以致他因殴打而卧床不起,没过几天便撒手人寰。
ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, ἴσως μὲν καὶ Ἀραφηνίων καὶ πολλοὶ τῶν τότε συγγεωργούντων μαρτυρήσειαν ἄν μοι, διαρρήδην δὲ περὶ τηλικούτου πράγματος οὐκ ἂν ἔχοιμι ὅπως ὑμῖν παρασχοίμην.2 καὶ γὰρ αὐτὸν τυπτόμενον ἰδὼν Ἱεροκλῆς, ὁ τὸ γραμματεῖον φάσκων παρʼ ἑαυτῷ τεθῆναι, οἶδʼ ὅτι οὐκ ἂν ἐθελήσειε μαρτυρῆσαι ἐναντία ταῖς διαθήκαις αἷς αὐτὸς ἀποφαίνει. ὅμως μέντοι καὶ κάλει Ἱεροκλέα, ἵνα ἐναντίον τούτων μαρτυρήσῃ ἢ ἐξομόσηται.
关于此事属实,也许阿拉芬的许多同区居民以及当时在邻近耕作的许多人都能为我作证,但针对如此重大的事件,我无法向诸位明确提供现成的证人。因为声称遗嘱存放在自己那里的希厄罗克勒斯,正是亲眼目睹殴打的人,我深知他绝不会愿意作出不利于他自己所出示之遗嘱的证言。尽管如此,还是传唤希厄罗克勒斯,好让他在这群人面前作证,或者宣誓拒绝作证。
Ἐξωμοσία ἀκριβῶς μὲν ᾔδειν· τοῦ γὰρ αὐτοῦ ἀνδρός ἐστιν,3 ἃ μὲν οἶδεν, ἐξόμνυσθαι, τῶν δὲ μὴ γενομένων πίστιν ἐθέλειν ἐπιθεῖναι ἦ μὴν εἰδέναι γενόμενα· ὡς δέ, ὅτε ἀπέθνησκεν [ὁ] Εὐθυκράτης ὁ πατὴρ Ἀστυφίλου, ἐπέσκηψε τοῖς οἰκείοις μηδένα ποτὲ ἐᾶσαι ἐλθεῖν τῶν Θουδίππου ἐπὶ τὸ μνῆμα τὸ ἑαυτοῦ, τούτων ὑμῖν τὸν ἔχοντα τὴν τηθίδα τοῦ Ἀστυφίλου μάρτυρα παρέξομαι.
拒绝作证之誓 我早就料得分毫不差;因为深知实情却宣誓推诿,对从未发生之事反倒愿担保确知其发生,正是出自同一个人的本性。但是,关于阿斯蒂菲卢斯之父欧梯克拉特斯在临终之际曾嘱托亲属绝不许图迪普斯一家的任何人踏足自己的墓地一事,我将向诸位提供娶了阿斯蒂菲卢斯姑母的人作为证人。
Μαρτυρία ἀκούων τοίνυν ταῦτα ὁ Ἀστύφιλος καὶ τούτου καὶ τῶν ἄλλων προσηκόντων εὐθέως ἐκ παιδίου, ἐπειδὴ τάχιστα ἤρχετο φρονεῖν, οὐδὲ πώποτε διελέχθη Κλέωνι, ἀλλὰ πρότερον ἐτελεύτησεν, οὐχ ἡγούμενος ὅσιον εἶναι, τοιαύτην αἰτίαν ἔχοντος Θουδίππου περὶ τὸν αὑτοῦ πατέρα, τῷ ἐκείνου ὑεῖ διαλέγεσθαι. ὡς οὖν τὸν ἅπαντα χρόνον διάφορος ἦν Κλέωνι, τούτων ὑμῖν τοὺς συνειδότας μάρτυρας παρέξομαι.
证言 阿斯蒂菲卢斯自幼便从这名证人以及其他亲友那里听闻这些事情,从懂事起便从未与克里昂说过一句话,直至死前亦是如此;因为他认为,在图迪普斯对其父亲负有如此死因罪责的情况下,与仇人之子交谈乃是大逆不道。关于他在整个一生中都与克里昂形同仇敌,我将向诸位提供知情的证人。
Μάρτυρες εἰς τὰς θυσίας τοίνυν, ἐν αἷσπερ οἱ ἄλλοι Ἀθηναῖοι ἑστιῶνται, πρῶτον μὲν δημότην ὄντα, ἔπειτα ἀνεψιόν, ἔτι δὲ τὸν ὑὸν τούτου μέλλοντα ποιεῖσθαι, εἰκὸς δήπου ἦν, ὁπότε περ ἐπιδημοίη, μηδὲ μεθʼ ἑνὸς ἄλλου ἰέναι τὸν Ἀστύφιλον ἢ μετὰ Κλέωνος. ὡς τοίνυν οὐδέποτʼ ἦλθε μετʼ αὐτοῦ, ὑμῖν τῶν δημοτῶν μαρτυρίαν ἀναγνώσεται.
证人 此外,在其他雅典人聚餐的祭神宴席上,既然克里昂首先是阿斯蒂菲卢斯的同区公民,其次是表亲,而且阿斯蒂菲卢斯还要收养他的儿子,那么每逢阿斯蒂菲卢斯在城中时,理当除了与克里昂同行之外不与任何其他人同行。关于他从未与克里昂同行,〔书记官〕将向诸位宣读同区公民的证言。
Μαρτυρία οὕτως τοίνυν διακείμενος τῷ τετελευτηκότι Κλέων ἀξιοῖ τὸν ὑὸν τὸν ἑαυτοῦ τὰ ἐκείνου ἔχειν. καὶ τί δεῖ τοῦτον λέγειν; ἀλλʼ Ἱεροκλῆς, θεῖος ὢν καὶ 〈ἐκείνῳ καὶ〉 ἐμοί, οὕτως ἐστὶ τολμηρὸς ὥστε οὐ γενομένας διαθήκας ἥκει φέρων, καί φησι παρʼ ἑαυτῷ Ἀστύφιλον ταύτας καταλιπεῖν.
证言 与死者处于如此对立态度的克里昂,竟妄图让自己的儿子继承死者的财产。何必多谈论他呢?反倒是身为他与我的舅父的希厄罗克勒斯竟如此胆大妄为,随身携带着一份根本不存在的遗嘱前来,并宣称阿斯蒂菲卢斯将它留存在他那里。
καίτοι, Ἱερόκλεις, πολλὰ κἀγαθὰ παθὼν ὑπὸ Θεοφράστου τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅτε χεῖρον ἔπραττες ἢ νυνί, καὶ ὑπὸ Ἀστυφίλου, οὐδετέρῳ αὐτοῖν τὴν ἀξίαν χάριν ἀποδίδως· ἐμὲ μὲν γὰρ ὑὸν ὄντα Θεοφράστου, σαυτῷ δὲ ἀδελφιδοῦν, ἀποστερεῖς ἅ μοι οἱ νόμοι ἔδοσαν, Ἀστυφίλου δὲ τεθνεῶτος καταψεύδῃ, καὶ τὸ κατὰ σαυτὸν μέρος τοὺς ἐχθίστους καθίστης τῶν ἐκείνου κληρονόμους.
然而,希厄罗克勒斯啊,当你境况比现在糟糕时,曾受过我父亲泰奥弗拉斯托斯以及阿斯蒂菲卢斯的诸多恩惠,如今你对他们二者却未给予丝毫应有的回报;你不仅剥夺了我作为泰奥弗拉斯托斯之子以及你亲侄子依法律所应得的权利,而且对已故的阿斯蒂菲卢斯横加造谣,并且尽你所能,将死者最痛恨的仇人立为他的遗产继承人。
- 16ὥστε πολὺ ἂν θᾶττον διαθέμενον μηδένα ποτὲ τῶν ἑαυτοῦ οἰκείων διαλεχθῆναι Κλέωνι, μᾶλλον ἢ τὸν τούτου ὑὸν ποιησάμενον.
引导结果从句的 ὥστε 顺承了主动词 ἐπιδείξω 所支配的宾格分词结构(即与 ὄντα 和 μισοῦντα 保持一致),后接带有 ἄν 的宾格分词 διαθέμενον 及分词 ποιησάμενον,代表潜在或非真实虚拟结构(相当于 διαθεῖτο ἄν / διέθετο ἄν)。此外,πολὺ θᾶττον(远更情愿)与 μᾶλλον ἤ(胜过……)构成了重叠比较结构。
- 18διαρρήδην δὲ περὶ τηλικούτου πράγματος οὐκ ἂν ἔχοιμι ὅπως ὑμῖν παρασχοίμην.
由潜在希求法 οὐκ ἂν ἔχοιμι(“我没有办法……”)支配带有疑问副词 ὅπως 的间接商榷从句(希求法 παρασχοίμην),意为“我无法向诸位明确提供(现成证人)”。
- 19τοῦ γὰρ αὐτοῦ ἀνδρός ἐστιν
系动词 ἐστί 配合表特征/本分的谓语属性属格(τοῦ αὐτοῦ ἀνδρός),意为“……正是同一人的本性/特点”,后文的两个不定词 ἐξόμνυσθαι 与 ἐθέλειν 作其实质主语。
