- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg009.humanitext-grc2:24-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诉讼人揭露了希厄罗克勒斯如何企图通过兜售伪造遗嘱牟利并最终与克里昂串通勾结,随后通过证人证言表明,自己与阿斯蒂菲卢斯自幼在同一屋檐下作为兄弟共同抚养和受教育,因而比对手拥有更为正当的遗产继承权利。
καὶ πρὶν μὲν ληχθῆναι τοῦ κλήρου,1 ὦ ἄνδρες, εὖ εἰδὼς ὁ Ἱεροκλῆς ὅτι οὐδενὶ ἄλλῳ γίγνοιτο τὰ Ἀστυφίλου ἢ ἐμοί, ἐν μέρει ἑκάστῳ τῶν ἐκείνου ἐπιτηδείων προσῄει πωλῶν τὸ πρᾶγμα καὶ τοὺς οὐδὲν προσήκοντας πείθων ἀμφισβητεῖν, λέγων ὅτι θεῖος εἴη Ἀστυφίλῳ καὶ ἀποφανοίη διαθήκας ἐκεῖνον καταλελοιπότα, εἴ τις αὑτῷ κοινώσοιτο·2 ἐπειδὴ δὲ πρὸς Κλέωνα διωμολογήσατο καὶ τῶν τοῦ ἀδελφοῦ ἐμερίσατο, νυνὶ ὡς ἀληθῆ λέγων ἀξιώσει πιστεύεσθαι. δοκεῖ δέ μοι κἂν ὀμόσαι ἄσμενος, εἴ τις αὐτῷ ὅρκον διδοίη.
诸位审判官,在对这份遗产提起诉讼之前,希厄罗克勒斯深知阿斯蒂菲卢斯的财产绝不会归属于除我之外的任何人,便挨个拜访死者的亲友,兜售此事,劝诱毫无亲属关系的人提出争讼,声称他是阿斯蒂菲卢斯的叔父,只要有人愿与他瓜分,他就能出示一份证明死者留有遗嘱的文件。然而,当他与克里昂达成协议并分取了〔我〕兄长的财产后,如今倒要自称句句属实而博取信任了。依我看,若有人向他提出发誓,他甚至会乐于发誓。
καὶ ἐμοὶ μὲν συγγενὴς ὢν οὐδὲ τὰ γενόμενα ἐθέλει μαρτυρεῖν, ᾧ δʼ οὐδὲν προσήκει, τούτῳ τὰ ψευδῆ συλλαμβάνει καὶ τῶν οὐ πραχθέντων γραμματεῖον ἥκει φέρων· πολὺ γὰρ προὐργιαίτερον ἡγεῖται εἶναι τὸ χρηματίζεσθαι ἢ τὴν ἐμὴν συγγένειαν. ὡς δὲ ἐπηγγέλλετο περιιὼν διαθήκας ἀποφανεῖν, εἴ τις αὑτῷ κοινώσαιτο, αὐτοὺς ὑμῖν οἷς προσῆλθε μάρτυρας παρέξομαι.
他身为我的亲属,却连实际发生过的事都不愿作证,反而为一个与他毫无瓜葛的人帮造伪证,带着载有从未发生之事的文书前来;因为在他看来,发财敛财远比与我的亲属关系重要得多。关于他到处游说、许诺若有人与他瓜分利益便出示遗嘱一事,我将向诸位提供他曾接触过的那些当事人作为证人。
Μάρτυρες τί οὖν χρή, ὦ ἄνδρες, ὄνομα θέσθαι τούτῳ τῷ ἀνδρί, ὅστις ἐθέλει οὕτω ῥᾳδίως διὰ τὸ ἑαυτοῦ κέρδος τῶν τεθνεώτων τινὸς καταψεύδεσθαι; ὡς δὲ οὐδὲ Κλέωνι προῖκα τὰς διαθήκας ἀποφαίνει, ἀλλὰ μισθὸν εἴληφεν, αὕτη ὑμῖν ἡ μαρτυρία οὐ μικρὸν τεκμήριον ἔσται. τοιαῦτα μέντοι κοινῇ ἐπʼ ἐμοὶ τεχνάζουσιν· ἡγεῖται γὰρ αὐτῶν ἑκάτερος εὕρημα ἔχειν ὅ τι ἂν τῶν Ἀστυφίλου λάβῃ.
证人 那么,诸位审判官,对于这个为了自身利益如此肆无忌惮地造谣中伤死者的人,究竟该冠以怎样的称谓呢?而关于他向克里昂出示遗嘱并非无偿,而是收受了报酬一事,这份证言对诸位而言将是一大确据。他们确实就是这样联手针对我进行图谋;因为他们中每一个人都认为,从阿斯蒂菲卢斯的财产中所分得的任何东西,都是一笔飞来横财。
ὡς μὲν οὖν οὐκ εἰσὶν ἀληθεῖς αἱ διαθῆκαι, ἀλλὰ Κλέων καὶ Ἱεροκλῆς βούλονται ὑμᾶς ἐξαπατῆσαι, καθʼ ὅσον ἐδυνάμην ἀπέδειξα· ὡς δʼ εἰ καὶ μηδὲν προσήκων ἔτυχον Ἀστυφίλῳ, δικαιότερός εἰμι ἔχειν τὰ ἐκείνου ἢ οὗτοι,3 διδάξω ὑμᾶς. ὅτε γὰρ ἐλάμβανε Θεόφραστος ὁ ἐμὸς πατὴρ τὴν ἐμὴν μητέρα καὶ Ἀστυφίλου παρὰ Ἱεροκλέους, ἦλθε καὶ αὐτὸν ἐκεῖνον ἔχουσα μικρὸν ὄντα, καὶ διῃτᾶτο παρʼ ἡμῖν τὸν ἅπαντα χρόνον ὁ Ἀστύφιλος, καὶ ἐπαιδεύθη ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ.
关于遗嘱并非真实,而是克里昂与希厄罗克勒斯企图欺骗诸位,我已经尽我所能作了证明;而关于即使我恰巧与阿斯蒂菲卢斯毫无亲属关系,也比这些人更有权利继承他的财产,我将向诸位说明。因为当我父亲泰奥弗拉斯托斯从希厄罗克勒斯手中迎娶我的母亲,亦即阿斯蒂菲卢斯的母亲时,她把尚年幼的阿斯蒂菲卢斯本人也带了过来;阿斯蒂菲卢斯一直与我们共同生活,并受到我父亲的抚育教育。
καὶ ἐπειδὴ ἐγὼ ἐγενόμην καὶ ὥραν εἶχον παιδεύεσθαι, μετʼ ἐκείνου συνεπαιδευόμην. λαβὲ δέ μοι ταύτην τὴν μαρτυρίαν, εἶτα τῶν διδασκάλων ὅποι ἐφοιτῶμεν. Μαρτυρίαι τὸ τοίνυν χωρίον τὸ ἐκείνου πατρῷον, ὦ ἄνδρες, ὁ πατὴρ ὁ ἐμὸς ἐφύτευσε καὶ ἐγεώργει καὶ ἐποίει διπλασίου ἄξιον. ἀνάβητέ μοι καὶ τούτων μάρτυρες.
当我出生并到了受教育的年龄,我便与他一同受教育。请替我呈上这份证言,接着再呈上我们当年就读的老师们的证言。 证言 不仅如此,诸位审判官,我父亲耕种了他父辈遗留的土地,栽植树木,使之价值翻倍。请为我就这些事实作证的证人们也出庭。
Μάρτυρες ἐπεὶ τοίνυν ἐδοκιμάσθη ὁ ἀδελφός, ἀπέλαβε πάντα ὀρθῶς καὶ δικαίως, ὥστε ἐκεῖνον μηδὲ πώποτε μηδὲν ἐγκαλέσαι τῷ ἐμῷ πατρί. μετὰ δὲ ταῦτα τὴν ἀδελφὴν τὴν ἐκείνου ὁμοπατρίαν ἠγγύησεν ὁ ἐμὸς πατὴρ ὅτῳ ἐδόκει αὐτῷ, καὶ τἆλλα διῴκει, καὶ ταῦτα τῷ Ἀστυφίλῳ ἐξήρκει· ἱκανὴν γὰρ ἡγήσατο βάσανον εἰληφέναι ἀπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ τῆς εἰς αὑτὸν εὐνοίας, ἐκ μικροῦ παιδίου τεθραμμένος παρʼ αὐτῷ. μαρτυροῦσι δὲ ὑμῖν καὶ περὶ τῆς ἐγγύης οἱ εἰδότες.
证人 当我的兄长通过成年审查后,他公正合理地收回了一切财产,以至于他从未对我父亲有过任何怨言。在此之后,我父亲将与他同父的妹妹许配给自认为合适的人,并掌管其余事务,阿斯蒂菲卢斯对此十分满意;因为他自幼由我父亲抚养,深信自己已从我父亲身上获得了对自己深厚善意的充分确据。知情者也将就婚约之事向诸位作证。
Μάρτυρες εἰς τοίνυν τὰ ἱερὰ ὁ πατὴρ ὁ ἐμὸς τὸν Ἀστύφιλον 〈ὄντα〉 παῖδα ἦγε μεθʼ ἑαυτοῦ ὥσπερ καὶ ἐμὲ πανταχῇ καὶ εἰς τοὺς θιάσους τοὺς Ἡρακλέους ἐκεῖνον [αὐτὸν] εἰσήγαγεν, ἵνα μετέχοι τῆς κοινωνίας. αὐτοὶ ὑμῖν οἱ θιασῶται μαρτυρήσουσιν. Μάρτυρες ἐγὼ δέ, ὦ ἄνδρες, ὡς διεκείμην πρὸς τὸν ἀδελφόν, σκέψασθε. πρῶτον μὲν γὰρ συνετράφην ἐκείνῳ ἐκ παιδίου, ἔπειτα οὐδέποτε διάφορος ἐγενόμην, ἀλλʼ ἠσπάζετό με, ὡς ἴσασιν οἱ οἰκεῖοι πάντες οἱ ἡμέτεροι καὶ οἱ φίλοι· οὓς βούλομαι ὑμῖν μάρτυρας ἀναβιβάσαι.
证人 此外,当阿斯蒂菲卢斯还是个幼童时,我父亲便如同带我一样,到处带着他参加祭礼,并将他引入赫拉克勒斯的祭祀会社,以便他参与这一团契。会社的同仁们将亲自向诸位作证。 证人 诸位审判官,请审视我对这位兄长的态度。首先,我自幼便与他一同长大;其次,我从未与他发生过分歧,相反,正如我们所有的亲属和朋友所知,他深爱着我;我愿将这些人作为证人传唤到诸位面前。
- 24πρὶν μὲν ληχθῆναι τοῦ κλήρου
动词 λαγχάνω 的被动不定式 ληχθῆναι 作无人称用法,其表示继承财产的宾语采用属格 τοῦ κλήρου。该表述指雅典法律中就遗产提起确权申诉(λήξις)的程序,意为“在就遗产提起诉讼之前”。
- 24ἀποφανοίη διαθήκας ἐκεῖνον καταλελοιπότα, εἴ τις αὑτῷ κοινώσοιτο
由 λέγων 引出的间接引语中的斜格祈愿语气(optativus obliquus)。其直接引语形式本为将来直说语气加上条件从句(ἀποφανῶ διαθήκας..., εἴ τίς μοι κοινώσεται),在从属过去时叙述的脉络下转变为将来祈愿语气(ἀποφανοίη 与 κοινώσοιτο)。
- 27δικαιότερός εἰμι ἔχειν τὰ ἐκείνου ἢ οὗτοι
人称句构代替了无人称句构(δίκαιόν ἐστιν ἐμὲ ἔχειν...)。在希腊语习语中,δίκαιός εἰμι 接不定式表示“我有权……/我理当……”,此处比较级 δικαιότερος 表明诉讼人主张自己比对手“更有正当权利拥有该财产”。
