- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg009.humanitext-grc2:31-37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者强调死者收养仇人之子的荒谬性以及自身法律诉求的合理性,指出对方的不敬与矛盾,恳请审判官依循法律与正义判定其享有继承权。
Μάρτυρες δοκεῖ ἂν οὖν ὑμῖν Ἀστύφιλος, ὦ ἄνδρες, οὕτω μὲν μισῶν Κλέωνα, τοσαῦτα δʼ ἀγαθὰ ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ πεπονθώς, αὐτὸς τῶν ἐχθρῶν ἄν τινος ὑὸν ποιήσασθαι ἢ τὰ ἑαυτοῦ δοῦναι,1 τοὺς εὐεργέτας καὶ τοὺς συγγενεῖς ἀποστερήσας; ἐγὼ μὲν οὐκ ἂν οἴομαι, εἰ καὶ δεκάκις ὁ Ἱεροκλῆς διαθήκας ψευδεῖς ἀποδεικνύει, ἀλλὰ καὶ διὰ τὸ ἀδελφὸν εἶναι καὶ διὰ τὴν ἄλλην οἰκειότητα πολὺ μᾶλλον προσήκειν ἐμοὶ ἢ τῷ Κλέωνος ὑεῖ, ἐπεὶ τούτοις γε οὐδὲ προσποιήσασθαι καλὸν ἦν τῶν Ἀστυφίλου,2 οἵτινες οὕτω διέκειντο πρὸς αὐτόν, τὰ δὲ ὀστᾶ οὐκ ἔθαψαν, ἀλλὰ πρότερον ἐπὶ τὴν οὐσίαν ἦλθον πρὶν ἐκείνῳ τὰ νομιζόμενα ποιῆσαι. ἔπειτα νῦν ἀξιώσουσι κληρονομεῖν τῶν Ἀστυφίλου οὐ μόνον τὰς διαθήκας λέγοντες, ἀλλὰ καὶ τὸ γένος παρατιθέντες, ὅτι ἀνεψιὸς ἦν Κλέων πρὸς πατρός.
证人 那么,诸位审判官,阿斯蒂菲卢斯既如此深恨克里昂,又从我父亲那里受了如此多的恩惠,他自己会去收养某个仇人的儿子,或者把自己的财产赠予他人,从而剥夺他的恩人和亲属吗?这在诸位看来难道可能吗?我个人绝不相信,哪怕希厄罗克勒斯出具十次伪造的遗嘱;相反,无论因为我是他的兄弟,还是由于其他的亲密关系,这份财产归属于我远比归属于克里昂的儿子要合情合理得多。因为对于这些人来说,他们本连要求阿斯蒂菲卢斯的财产都是不相称的,他们曾如此对待他,甚至没有安葬他的遗骨,反而在为他举行常例仪式之前便先来争夺财产。难道他们现在不仅声称有遗嘱,而且还搬出亲族关系,说什么克里昂是他父系的堂兄,就以此要求继承阿斯蒂菲卢斯的财产吗?
ὑμᾶς δέ, ὦ ἄνδρες, οὐκ εἰκός ἐστι τῷ τούτου γένει προσέχειν τὸν νοῦν· οὐδεὶς γὰρ πώποτε ἐκποίητος γενόμενος ἐκληρονόμησε τοῦ οἴκου ὅθεν ἐξεποιήθη, ἐὰν μὴ ἐπανέλθῃ κατὰ τὸν νόμον.... οὗτοι μέντοι ἀκριβῶς εἰδότες ὅτι οὐκ ἐποιήσατο Ἀστύφιλος τὸν Κλέωνος ὑόν, πολλάκις ἐληλυθότι αὐτῷ οὐδεπώποτε κεκρεανομήκασι. λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.
然而,诸位审判官,诸位理当不予理会他的血缘关系;因为从来没有任何过继出去的人能够从他所迁出的本家继承财产,除非他依照法律重返本家。……然而,这些人明明深知阿斯蒂菲卢斯并未收养克里昂的儿子,尽管那孩子多次前来,他们却从未给他分发过祭肉。请为我也呈上这份证言。
Μαρτυρία ἑκατέρῳ οὖν ἡμῶν, ἐξ ὧν ἀντωμόσαμεν σκεψάμενοι, ψηφίσασθε. Κλέων μὲν γάρ φησι τὸν ὑὸν τὸν ἑαυτοῦ Ἀστυφίλῳ εἰσποιηθῆναι, καὶ ταῦτʼ ἐκεῖνον διαθέσθαι· ἐγὼ δʼ οὔ φημι, ἀλλʼ ἐμὰ εἶναι πάντα τὰ Ἀστυφίλου, ἀδελφὸς ὢν ἐκείνου, ὡς καὶ αὐτοὶ οὗτοι ἴσασι. μὴ τοίνυν, ὦ ἄνδρες, εἰσποιήσητε ὑὸν Ἀστυφίλῳ ὃν οὐδʼ αὐτὸς ζῶν ἐκεῖνος ἐποιήσατο, ἀλλὰ τοὺς νόμους οὓς ὑμεῖς ἔθεσθε βεβαιώσατέ μοι· κατὰ τούτους γὰρ ἀμφισβητῶ, ὁσιωτάτην δέησιν δεόμενος, ὦ ἄνδρες, τῆς τοῦ ἀδελφοῦ οὐσίας κληρονόμον με καταστῆσαι.
证言 因此,请诸位在我们双方之间,根据我们所起誓的诉状进行审察后作出判决。克里昂声称自己的儿子被阿斯蒂菲卢斯收养,且死者立下了这样的遗嘱;而我则予以否认,并主张阿斯蒂菲卢斯的所有财产都归我所有,因为我是他的兄弟,正如他们自己也心知肚明的那样。诸位审判官,切莫替阿斯蒂菲卢斯立一个他在世时自己未曾收养的儿子,而请为我确认诸位自己所制定的法律;因为我正是依循这些法律进行争讼,并提出最虔敬的恳求,诸位审判官,恳请诸位立我为我兄长财产的继承人。
ἀπέδειξα δʼ ὑμῖν ὡς οὐδενὶ ἐκεῖνος δέδωκε τὰ ἑαυτοῦ, καὶ μάρτυρας ἁπάντων ὧν εἶπον παρεσχόμην. βοηθήσατε οὖν μοι, καὶ εἰ λέγειν ἐμοῦ δύναται Κλέων μᾶλλον, τοῦτο αὐτῷ ἄνευ τοῦ νόμου καὶ τοῦ δικαίου μηδὲν ἰσχυσάτω, ἀλλʼ ὑμᾶς αὐτοὺς βραβευτὰς ἁπάντων καταστήσατε. διὰ τοῦτο γὰρ συλλέγεσθε, ἵνα τοῖς μὲν ἀναισχυντοῦσι μηδὲν πλέον ᾖ, οἱ δὲ ἀδυνατώτεροι τολμῶσι περὶ τῶν δικαίων ἀμφισβητεῖν, εὖ εἰδότες ὅτι ὑμεῖς οὐδενὶ ἄλλῳ τὸν νοῦν προσέχετε.
我已经向诸位证明了他未曾将自己的财产赠予任何人,并且就我所说的一切提供了证人。因此,请诸位协助我;即便克里昂比我更擅辞令,在没有法律与正义的情况下,切莫让这辩才对他起任何作用,而请诸位亲自成为一切事务的裁决者。因为诸位聚在一起正是为此:使厚颜无耻之徒得不到丝毫便宜,而使较为弱势的人敢于为主张正义而抗辩,因为他们深知诸位绝不关注其他任何事。
ἅπαντες οὖν, ὦ ἄνδρες, μετʼ ἐμοῦ γένεσθε· ὡς ἐάν τι ἄλλο ψηφίσησθε Κλέωνι πειθόμενοι, σκέψασθε ὁπόσων αἴτιοι γενήσεσθε. πρῶτον μὲν τοὺς ἐχθίστους Ἀστυφίλου ἐπί τε τὰ μνήματα ἰέναι καὶ ἐπὶ τὰ ἱερὰ 〈τὰ〉 ἐκείνου ποιήσετε· ἔπειτα τὰς Εὐθυκράτους ἐπισκήψεις, τοῦ πατρὸς τοῦ Ἀστυφίλου, ἀκύρους ποιήσετε, ἃς αὐτὸς πρότερον ἀπέθανεν ἢ παραβῆναι· ἔπειτα τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε·3 εἰ γὰρ τοῦτον ἐποιήσατο ὑὸν οὗ τῷ πατρὶ πολεμιώτατος ἦν, πῶς οὐ δόξει τοῖς ἀκούσασι παρανοεῖν ἢ ὑπὸ φαρμάκων διεφθάρθαι; ἔτι δʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ἐκτραφέντα ἐν τῷ αὐτῷ καὶ συμπαιδευθέντα Ἀστυφίλῳ καὶ ἀδελφὸν ὄντα, περιόψεσθε ὑπὸ Κλέωνος ἀποστερηθέντα τῶν ἐκείνου. ἀντιβολῶ ὑμᾶς καὶ ἱκετεύω ἐκ παντὸς τρόπου ψηφίσασθαί μοι· οὕτω γὰρ ἂν μάλιστα Ἀστυφίλῳ τε χαρίσαισθε κἀμὲ οὐκ ἂν ἀδικήσαιτε.
所以,诸位审判官,请全体站在我这一边;请考虑一下,如果诸位听信了克里昂而作出任何相反的判决,诸位将酿成多少后果。首先,诸位将使阿斯蒂菲卢斯最痛恨的仇敌前往他的坟墓和他的祭礼;其次,诸位将使阿斯蒂菲卢斯之父尤梯克拉忒斯的遗命归于无效,而〔阿斯蒂菲卢斯〕自己在违背这些遗命之前便已死去;再次,诸位将判定已故的阿斯蒂菲卢斯犯有精神错乱;因为如果他将这个他与其父亲势如水火的人收养为子,在闻者看来,他怎能不被视作发疯或中了迷药呢?此外,审判官诸位,对于在同一家中抚养成人、与阿斯蒂菲卢斯一同受教育并且身为他兄弟的我,诸位将坐视我被克里昂剥夺去他的财产。我千方百计地恳求并乞求诸位投票支持我;因为唯有如此,诸位才最能告慰阿斯蒂菲卢斯,同时也不至陷我于不义。
- 31δοκεῖ ἂν οὖν ὑμῖν Ἀστύφιλος, ὦ ἄνδρες, ... αὐτὸς τῶν ἐχθρῶν ἄν τινος ὑὸν ποιήσασθαι ἢ τὰ ἑαυτοῦ δοῦναι
小词 ἄν 出现了两次(分别紧随 δοκεῖ 与 τῶν ἐχθρῶν 之后),属于 ἄν 的重叠用法。它为不定式 ποιήσασθαι 和 δοῦναι 赋予潜在性或与事实相反的语气(“他难道会收养……或赠予吗?”),构成强烈的反问句。
- 32ἐπεὶ τούτοις γε οὐδὲ προσποιήσασθαι καλὸν ἦν τῶν Ἀστυφίλου
连词 ἐπεί 引导一个独立的说明句(“因为事实上……”)。未完成时 καλὸν ἦν 不带 ἄν,表达本应如此却并非如此的反事实适宜性(“原本甚至是不妥当的”)。动词 προσποιήσασθαι 支配属格 τῶν Ἀστυφίλου,意为“主张对……的权利”或“妄图染指”。
- 36τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε
动词 αἱρέω 在法庭用语中与罪名属格 παρανοίας 搭配,意为“判定某人犯有精神错乱罪”。在雅典法律中,παράνοια 是宣布遗嘱无效的法定理由;演说者以此警示审判官,采信对方的主张等于在死后给死者定下神志不清的罪名。
