← 伊塞优斯

论基隆的遗产

§7-14

母亲的出身与婚姻及对手拒绝拷讯奴隶

演说者详述了其母的出生、抚养经过及两次出嫁的事实,并指出曾要求通过拷讯奴隶核实案情却遭对手拒绝,以此证明己方证言的真实性与对方的无理狡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

ὁ γὰρ πάππος ὁ ἐμός, ὦ ἄνδρες, Κίρων ἔγημε τὴν ἐμὴν τήθην οὖσαν ἀνεψιάν, ἐξ ἀδελφῆς τῆς αὑτοῦ μητρὸς αὐτὴν γεγενημένην. ἐκείνη μὲν οὖν συνοικήσασα οὐ πολὺν χρόνον, τεκοῦσα αὐτῷ τὴν ἐμὴν μητέρα, μετὰ ἐνιαυτοὺς τέτταρας τὸν βίον ἐτελεύτησεν· ὁ δὲ πάππος μιᾶς μόνης οὔσης αὐτῷ θυγατρὸς λαμβάνει πάλιν τὴν Διοκλέους ἀδελφήν, ἐξ ἧς αὐτῷ ἐγιγνέσθην ὑεῖς δύο. καὶ ἐκείνην τε ἔτρεφε παρὰ τῇ γυναικὶ καὶ μετὰ τῶν ἐξ ἐκείνης παίδων, ἐκείνων τε ἔτι ζώντων, ἐπεὶ συνοικεῖν εἶχεν ἡλικίαν, ἐκδίδωσιν αὐτὴν Ναυσιμένει Χολαργεῖ, σὺν ἱματίοις καὶ χρυσίοις πέντε καὶ εἴκοσι μνᾶς ἐπιδούς. κἀκεῖνος μὲν τρισὶν ἢ τέτταρσιν ἔτεσι μετὰ ταῦτα καμὼν ἀποθνῄσκει, πρὶν αὐτῷ γενέσθαι παῖδας ἐκ τῆς ἡμετέρας μητρός· ὁ δὲ πάππος κομισάμενος αὐτήν, καὶ τὴν προῖκα οὐκ ἀπολαβὼν ὅσην ἔδωκε διὰ τὴν Ναυσιμένους ἀπορίαν τῶν πραγμάτων, πάλιν ἐκδίδωσι τῷ ἐμῷ πατρὶ καὶ χιλίας δραχμὰς προῖκʼ ἐπιδίδωσι.

各位审判员,我的外祖父基隆娶了我的外祖母,她是他的表亲,是他生母的姐妹所生。她与他共同生活了不久,为他生下我的母亲后,过了四年便与世长辞;外祖父在只剩这一个女儿的情况下,又娶了狄奥克利斯的姐妹,并与她生了两个儿子。他让女儿住在妻子身边,与那妻子所生的孩子们一起抚养,在那些儿子尚在人世时,当母亲到了婚嫁之龄,他便把她嫁给了霍拉耳戈斯区的瑙西墨涅斯,并附赠了衣服首饰以及二十五明纳的嫁妆。瑙西墨涅斯在此后三四年间因病去世,在与我们的母亲生下子女之前就撒手人寰;外祖父将她接回家中,因瑙西墨涅斯家境窘迫未能收回当初给出的全部嫁妆,随后又将她再嫁给我的父亲,并给了一千德拉克马的嫁妆。

§9

ταυτὶ δὴ πάντα πρὸς τὰς αἰτίας, ἃς νῦν οὗτοι λέγουσι, πῶς ἄν τις δείξειε γεγενημένα φανερῶς; ἐγὼ ζητῶν ἐξεῦρον. ἀνάγκη τὴν ἐμὴν μητέρα, εἴτε θυγάτηρ ἦν Κίρωνος εἴτε μή, καὶ εἰ παρʼ ἐκείνῳ διῃτᾶτο ἢ οὔ, καὶ γάμους εἰ διττοὺς ὑπὲρ ταύτης εἱστίασεν ἢ μή, καὶ προῖκα ἥντινα ἑκάτερος ἐπʼ αὐτῇ τῶν γημάντων ἔλαβε, πάντα ταῦτα εἰδέναι τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας1 ἃς ἐκεῖνος ἐκέκτητο.

面对他们现在所编造的种种指控,人们怎样才能确凿地证明这一切确实发生过呢?我经过追查找到了办法。关于我的母亲,无论她是否是基隆的女儿,无论她是否曾在基隆家中居住,基隆是否曾为她操办过两次婚礼,以及娶她的两位丈夫各自随她得到了多少嫁妆,基隆所拥有的男奴和女仆们必然知晓这一切。

§10

βουλόμενος οὖν πρὸς τοῖς ὑπάρχουσι μάρτυσιν ἔλεγχον ἐκ βασάνων ποιήσασθαι περὶ αὐτῶν, ἵνα μᾶλλον αὐτοῖς πιστεύητε μὴ μέλλουσι δώσειν ἔλεγχον ἀλλʼ ἤδη δεδωκόσι περὶ ὧν μαρτυροῦσι, τούτους ἠξίουν ἐκδοῦναι τὰς θεραπαίνας καὶ τοὺς οἰκέτας περί τε τούτων καὶ περὶ τῶν ἄλλων ἁπάντων ὅσα τυγχάνουσι συνειδότες.

因此,我希望在现有的证人之外,通过严刑拷讯对这些事进行核实,以便你们能更加信任他们——不是将他们视为将要接受检验的人,而是视为对自己所作的证言已经受过检验的人——于是我要求他们交出女仆和男奴,就这些事情以及他们所知晓的其他一切事情接受拷问。

§11

οὗτος δʼ ὁ νῦν ὑμᾶς ἀξιώσων τοῖς αὑτοῦ μάρτυσι πιστεύειν ἔφυγε τὴν βάσανον. καίτοι εἰ φανήσεται ταῦτα ποιῆσαι μὴ θελήσας, τί ὑπολείπεται τοῖς ἐκείνου μάρτυσιν ἢ δοκεῖν νυνὶ τὰ ψευδῆ μαρτυρεῖν, τούτου τηλικοῦτον ἔλεγχον πεφευγότος; ἐγὼ μὲν οἶμαι οὐδέν. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβέ μοι πρῶτον ταύτην τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.

然而,这个现在将要求你们相信他的证人的人,却逃避了拷问检验。可是,如果查明他不愿接受拷问,在逃避了如此重大的检验之后,对于他的证人来说,除了现在被认为在作伪证之外,还能剩下什么呢?依我看,什么都不剩。不过,为了证明我说的是实话,请首先为我拿取这份证言并宣读。

§12

Μαρτυρία ὑμεῖς μὲν τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβέστατον ἔλεγχον νομίζετε· καὶ ὁπόταν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται καὶ δέῃ εὑρεθῆναί τι τῶν ζητουμένων, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε εὑρεῖν τὴν ἀλήθειαν τῶν γεγενημένων. εἰκότως, ὦ ἄνδρες· σύνιστε γὰρ ὅτι τῶν μὲν μαρτυρησάντων ἤδη τινὲς ἔδοξαν οὐ τἀληθῆ μαρτυρῆσαι, τῶν δὲ βασανισθέντων οὐδένες πώποτε ἐξηλέγχθησαν ὡς οὐκ ἀληθῆ ἐκ τῶν βασάνων εἰπόντες.

证言 各位,无论是在私事还是公事中,你们都认为对奴隶的拷讯是最为准确的检验手段;每当有奴隶和自由人同时在场,需要查明所探求的某个事实时,你们并不使用自由人的证言,而是通过对奴隶进行拷讯,来探寻所发生事情的真相。各位审判员,这理所当然;因为你们深知,在曾作证的人当中,已有某些人被认定未作如实证言,但受过拷讯的人中,却从未有人被证明在拷问下说过假话。

§13

οὗτος δʼ ὁ πάντων ἀναισχυντότατος ἀνθρώπων λόγοις πεπλασμένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυροῦσιν ἀξιώσει πιστεύειν ὑμᾶς, φεύγων οὕτως ἀκριβεῖς ἐλέγχους; ἀλλʼ οὐχ ἡμεῖς, ἀλλὰ πρότερον ὑπὲρ τῶν μαρτυρηθήσεσθαι μελλόντων ἀξιώσαντες εἰς βασάνους ἐλθεῖν, τούτου δὲ φεύγοντος, οὕτως οἰησόμεθα δεῖν ὑμᾶς τοῖς ἡμετέροις μάρτυσι πιστεύειν.2 λαβὲ οὖν αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.

难道这个全人类中最不知羞耻的人,在一边逃避如此准确的检验的同时,一边却要求你们相信捏造的言辞和作虚假证言的证人吗?但我们绝非如此;相反,我们此前就已要求针对将要作证的事项实施拷问,而在他拒绝的情况下,我们才据此认为你们应当相信我们的证人。请拿来这些证言,并向大家宣读。

§14

Μαρτυρίαι τίνας εἰκὸς εἰδέναι τὰ παλαιά; δῆλον ὅτι τοὺς χρωμένους τῷ πάππῳ. μεμαρτυρήκασι τοίνυν ἀκοὴν οὗτοι. τίνας εἰδέναι τὰ περὶ τὴν ἔκδοσιν τῆς μητρὸς ἀνάγκη; τοὺς ἐγγυησαμένους καὶ τοὺς ἐκείνοις παρόντας ὅτε ἠγγυῶντο. μεμαρτυρήκασι τοίνυν οἵ τε Ναυσιμένους προσήκοντες καὶ οἱ τοῦ ἐμοῦ πατρός. τίνες δὲ οἱ τρεφομένην ἔνδον καὶ θυγατέρα οὖσαν εἰδότες γνησίαν Κίρωνος; οἱ νῦν ἀμφισβητοῦντες ἔργῳ φανερῶς μαρτυροῦσιν ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ, φεύγοντες τὴν βάσανον. ὥστε οὐ δήπου τοῖς ἡμετέροις ἂν ἀπιστήσαιτε εἰκότως, ἀλλὰ πολὺ μᾶλλον τοῖς τούτων μάρτυσιν.

证言 谁更有可能知道久远的往事?显然是那些与外祖父交往的人。因此,这些人依据传闻作了证。谁又必然知道关于母亲出嫁的事情呢?是那些聘娶她的人,以及他们订婚时在场的人。因此,瑙西墨涅斯的亲属和我父亲的亲属都作了证。那么,又是谁知道母亲在家里被抚养长大并且是基隆的婚生女儿呢?现在提出争讼的对手本身通过逃避拷问,以实际行动明明白白地证明了这些事全属事实。因此,你们绝无理由怀疑我们的证人,反而应当远远更多地去怀疑他们的证人。

语法注2 条
  1. 9ἀνάγκη τὴν ἐμὴν μητέρα, εἴτε θυγάτηρ ἦν Κίρωνος εἴτε μή, καὶ εἰ παρʼ ἐκείνῳ διῃτᾶτο ἢ οὔ, καὶ γάμους εἰ διττοὺς ὑπὲρ ταύτης εἱστίασεν ἢ μή, καὶ προῖκα ἥντινα ἑκάτερος ἐπʼ αὐτῇ τῶν γημάντων ἔλαβε, πάντα ταῦτα εἰδέναι τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας

    由无人称表达式 ἀνάγκη [ἐστί] 所统辖的带不定式的不定格结构。不定式 εἰδέναι 的逻辑主语是置于句末附近的宾格 τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας。句首的 τὴν ἐμὴν μητέρα 是预提(prolepsis),原本是后续四个间接疑问从句中前两个(εἴτε θυγάτηρ ἦν..., καὶ εἰ... διῃτᾶτο...)的主语。这些疑问从句作为宾语,最终被 πάντα ταῦτα 总结并受 εἰδέναι 支配。

  2. 13ἀλλʼ οὐχ ἡμεῖς, ἀλλὰ πρότερον ὑπὲρ τῶν μαρτυρηθήσεσθαι μελλόντων ἀξιώσαντες εἰς βασάνους ἐλθεῖν, τούτου δὲ φεύγοντος, οὕτως οἰησόμεθα δεῖν ὑμᾶς τοῖς ἡμετέροις μάρτυσι πιστεύειν.

    包含省略与对照的长句结构。承接前一句的反问 οὗτος δʼ... ἀξιώσει...;(难道此人竟要求……?),ἀλλʼ οὐχ ἡμεῖς 处省略了谓语动词 [οὕτως ἀξιώσομεν](“然而我们并非如此要求”)。其后的 ἀλλά 引出对比:分词短语 ἀξιώσαντες(“我们提出了要求”)与独立属格 τούτου δὲ φεύγοντος(“而在对方逃避的情况下”)构成条件对比,合力推导至主节谓语 οὕτως οἰησόμεθα δεῖν...(“我们由此认为你们应当相信……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg008.humanitext-grc2:7-14