- 底本
- Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0017.tlg008.humanitext-grc2:15-22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诉讼人通过外祖父生前始终带他们参加私家与城邦祭祀、父母婚姻及自身加入胞族的公认合法性,以及外祖父逝世时料理丧事的经历,证明他们确为基隆的正当外孙。
ἡμεῖς τοίνυν καὶ ἄλλα τεκμήρια πρὸς τούτοις ἔχομεν εἰπεῖν, [ἵνα γνώσεσθε] ὅτι ἐκ θυγατρὸς ἡμεῖς Κίρωνός ἐσμεν. οἷα γὰρ εἰκὸς παίδων ὄντων ἐξ ἑαυτοῦ θυγατρός,1 οὐδεπώποτε θυσίαν ἄνευ ἡμῶν οὐδεμίαν ἐποίησεν, ἀλλʼ εἴ τε μικρὰ εἴ τε μεγάλα θύοι, πανταχοῦ παρῆμεν ἡμεῖς καὶ συνεθύομεν. καὶ οὐ μόνον εἰς τὰ τοιαῦτα παρεκαλούμεθα, ἀλλὰ καὶ εἰς Διονύσια εἰς ἀγρὸν ἦγεν ἀεὶ ἡμᾶς, καὶ μετʼ ἐκείνου τε ἐθεωροῦμεν καθήμενοι παρʼ αὐτόν, καὶ τὰς ἑορτὰς ἤγομεν παρʼ ἐκεῖνον πάσας· τῷ Διί τε θύων τῷ Κτησίῳ, περὶ ἣν μάλιστʼ ἐκεῖνος θυσίαν ἐσπούδαζε καὶ οὔτε δούλους προσῆγεν οὔτε ἐλευθέρους ὀθνείους, ἀλλʼ αὐτὸς διʼ ἑαυτοῦ πάντʼ ἐποίει, ταύτης ἡμεῖς ἐκοινωνοῦμεν καὶ τὰ ἱερὰ συνεχειρουργοῦμεν καὶ συνεπετίθεμεν καὶ τἆλλα συνεποιοῦμεν, καὶ ηὔχετο ἡμῖν ὑγίειαν διδόναι καὶ κτῆσιν ἀγαθήν, ὥσπερ εἰκὸς ὄντα πάππον.2
此外,为了让你们知道我们是基隆女儿所生的后代,除了这些证据之外,我们还能提出其他的确证。因为出于对外祖父自身女儿所生孩子合情合理的慈爱,他从未在没有我们出席的情况下举行过任何祭祀;无论他献祭微薄还是盛大,我们始终在场并与他一同献祭。而且我们不仅在这些场合受到邀请,他还总是带我们去乡间参加乡村酒神节,我们坐在他身旁与他一同观看表演,并在他家中度过所有的节庆。当他向家产守护神宙斯·克忒西俄斯献祭时——他对这项祭祀尤为重视,既不让奴隶也不让家族以外的自由人靠近,而是亲手操办一切——我们参与了这项祭祀,与他一同亲手处理祭品,一同将祭品置于祭坛上,并共同完成其他仪礼;他祈求神明赐予我们健康和丰盛的家财,正如一个外祖父理所当然会做的那样。
καίτοι εἰ μὴ θυγατριδοῦς ἡμᾶς ἐνόμιζεν εἶναι καὶ μόνους ἐκγόνους ἑώρα λοιποὺς καταλελειμμένους αὑτῷ, οὐκ ἄν ποτε ἐποίει τούτων οὐδέν, ἀλλὰ τόνδʼ ἂν αὑτῷ παρίστατο, ὃς ἀδελφιδοῦς αὐτοῦ νῦν εἶναι φησί. καὶ ταῦθʼ ὅτι ἀληθῆ πάντʼ ἐστίν, ἀκριβέστατα μὲν οἱ τοῦ πάππου θεράποντες ἴσασιν, οὓς οὗτος παραδοῦναι εἰς βάσανον οὐκ ἠθέλησεν, ἴσασι δὲ περιφανέστατα καὶ τῶν ἐκείνῳ χρωμένων τινές, οὓς παρέξομαι μάρτυρας. καί μοι λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.
可是,如果他不认为我们是外孙,没有看到我们是留给他的唯一子嗣,他绝不可能做其中的任何一件事,反而会把现在自称是他侄子的这个男人留在身边。外祖父的仆人们对这一切属实最为清楚,但这个男人却不愿将他们交出受审拷问;与他〔外祖父〕交往的人中也有某些人对此洞若观火,我将传唤他们作证。请为我拿取这些证言并宣读。
Μαρτυρίαι οὐ τοίνυν ἐκ τούτων δῆλόν ἐστι μόνον ὅτι ἦν ἡμῶν ἡ μήτηρ θυγάτηρ γνησία Κίρωνος, ἀλλὰ καὶ ἐξ ὧν ὁ πατὴρ ἡμῶν ἔπραξε καὶ ἐξ ὧν αἱ γυναῖκες αἱ τῶν δημοτῶν περὶ αὐτῆς ἐγίγνωσκον. ὅτε γὰρ ὁ πατὴρ αὐτὴν ἐλάμβανε, γάμους εἱστίασε καὶ ἐκάλεσε τρεῖς αὑτοῦ φίλους μετὰ τῶν αὑτοῦ προσηκόντων, τοῖς τε φράτορσι γαμηλίαν εἰσήνεγκε κατὰ τοὺς ἐκείνων νόμους.
证言 因此,不仅从这些事实中可以清楚地看出我们的母亲是基隆的婚生女儿,而且从我们父亲的所作所为以及同区区民的妻子们对她的了解中也可以看出这一点。因为在我们的父亲娶她时,他举行了婚礼盛宴,邀请了自己的亲属以及三位好友,并按照胞族的法律向胞族同胞缴纳了婚宴祭品。
αἵ τε γυναῖκες αἱ τῶν δημοτῶν μετὰ ταῦτα προὔκριναν αὐτὴν μετὰ τῆς Διοκλέους γυναικὸς τοῦ Πιθέως ἄρχειν εἰς τὰ Θεσμοφόρια καὶ ποιεῖν τὰ νομιζόμενα μετʼ ἐκείνης. ὅ τε πατὴρ ἡμῶν, ἐπειδὴ ἐγενόμεθα, εἰς τοὺς φράτορας ἡμᾶς εἰσήγαγεν, ὀμόσας κατὰ τοὺς νόμους τοὺς κειμένους ἦ μὴν ἐξ ἀστῆς καὶ ἐγγυητῆς γυναικὸς εἰσάγειν· τῶν δὲ φρατόρων οὐδεὶς ἀντεῖπεν οὐδʼ ἠμφισβήτησε μὴ οὐκ ἀληθῆ ταῦτʼ εἶναι,3 πολλῶν ὄντων καὶ ἀκριβῶς τὰ τοιαῦτα σκοπουμένων.
此后,同区区民的妻子们推举她与庇托斯区的狄奥克利斯的妻子一同主持地母节,并与她一起履行传统的祭礼。而我们的父亲在我们出生后,按照既定的法律发誓表明自己确实是将公民身份且明媒正娶之妇所生的子女引入,从而把我们介绍入胞族;胞族的成员虽然人数众多且对此类事项审查极其严密,却没有任何一人提出反对,也没有人质疑这些是真情实况。
καίτοι μὴ οἴεσθʼ ἄν, εἰ τοιαύτη τις ἦν ἡ μήτηρ ἡμῶν οἵαν οὗτοί φασι, μήτʼ ἂν τὸν πατέρα ἡμῶν γάμους ἑστιᾶν καὶ γαμηλίαν εἰσενεγκεῖν, ἀλλὰ ἀποκρύψασθαι ταῦτα πάντα, μήτε τὰς τῶν ἄλλων δημοτῶν γυναῖκας αἱρεῖσθαι ἂν αὐτὴν συνιεροποιεῖν τῇ Διοκλέους γυναικὶ καὶ κυρίαν ποιεῖν ἱερῶν, ἀλλʼ ἑτέρᾳ ἄν τινι περὶ τούτων ἐπιτρέπειν, μήτε τοὺς φράτορας4 εἰσδέχεσθαι ἡμᾶς, ἀλλὰ κατηγορεῖν καὶ ἐξελέγχειν, εἰ μὴ πάντοθεν ἦν ὁμολογούμενον τὴν μητέρα ἡμῶν εἶναι θυγατέρα γνησίαν Κίρωνος. νῦν δὲ τῇ περιφανείᾳ τοῦ πράγματος καὶ τῷ συνειδέναι ταῦτα πολλοὺς οὐδαμόθεν ἠμφισβητήθη τοιοῦτον οὐδέν. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας.
然而,难道你们不会认为,如果我们的母亲是像这些人所说的那样的人,我们的父亲既不会操办婚宴,也不会缴纳婚宴祭品,反而会将这一切隐瞒起来;其他同区区民的妻子们也不会推选她与狄奥克利斯的妻子共同主持圣礼并掌管祭仪,而是会把这些事托付给别的女人;胞族的成员也不会接纳我们,反而会提出指控并予以拆穿吗——除非各方面都公认我们的母亲是基隆的婚生女儿?然而事实是,由于事情极为显豁,且有许多人知晓底细,各方都未曾提出任何此类异议。为了证明我说的是实话,请传唤关于这些事实的证人。
Μάρτυρες ἔτι τοίνυν, ὦ ἄνδρες, καὶ ἐξ ὧν ὁ Διοκλῆς ἔπραξεν ὅτε ἡμῶν ὁ πάππος ἐτελεύτησε, γνῶναι ῥᾴδιον ὅτι ὡμολογούμεθα εἶναι θυγατριδοῖ Κίρωνος. ἧκον γὰρ ἐγὼ κομιούμενος αὐτὸν ὡς θάψων ἐκ τῆς οἰκίας τῆς ἐμαυτοῦ, τῶν ἐμαυτοῦ οἰκείων τινὰ ἔχων, ἀνεψιὸν τοῦ πατρός· καὶ Διοκλέα μὲν οὐ κατέλαβον ἔνδον, εἰσελθὼν δὲ εἴσω κομίζειν οἷος ἦν, ἔχων τοὺς οἴσοντας.
证人 此外,各位审判员,从我们的外祖父去世时狄奥克利斯的举措中,也很容易看出我们当时已被公认为基隆的外孙。因为我带着自己的一位亲属,即父亲的一位堂表兄弟,前去接运他的遗体,准备从我自己的家中予以安葬;我虽然没有在屋内找到狄奥克利斯,但我进屋后已经准备好抬走遗体,并且带足了搬抬的人手。
δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν, καὶ λεγούσης ὅτι βούλοιτʼ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθʼ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην, ὦ ἄνδρες, καὶ τούτῳ προσελθὼν μαρτύρων ἐναντίον εἶπον ὅτι ἐντεῦθεν ποιήσομαι τὴν ταφήν· δεδεημένη γὰρ εἴη ταῦτα ποιεῖν ἡ τούτου ἀδελφή.5
但是,由于外祖父的妻子央求我们从那座宅邸中为他送葬,并表示她希望亲自同我们一起料理并殓葬他的遗体,流着泪如此恳求,各位审判员,我被打动了;于是我在证人们面前走向这个人〔狄奥克利斯〕,表示我将从这里举行葬礼,因为他的姐姐曾恳求这样做。
- 15οἷα γὰρ εἰκὸς παίδων ὄντων ἐξ ἑαυτοῦ θυγατρός
οἷα 作副词/连词性用法,表达理所当然的情理(“正如……是理所当然的”)。παίδων ὄντων 为独立属格结构,指“对于自己女儿所生的孩子(自然怀有的情理/感情)”。
- 16ὥσπερ εἰκὸς ὄντα πάππον
ὄντα 为宾格分词,与 πάππον 一致,指代前文祈愿动词(ηὔχετο)的主语外祖父基隆。在 ὥσπερ εἰκός 的比较结构中,受省略的不定词结构影响采用宾格,意为“正如身为外祖父者理所当然会做的那样”。
- 19ἠμφισβήτησε μὴ οὐκ ἀληθῆ ταῦτʼ εἶναι
由带有否定词的动词 οὐδʼ ἠμφισβήτησε(“未曾质疑”)引导接续 μή οὐ 加不定词 εἶναι。当表示怀疑、否认或阻止的动词本身被否定时,其所带的不定词常使用赘余的双重否定 μή οὐ(汉译不译出否定),在此表示“没有人质疑这些是真实的”(即公认其为真实)。
- 20καίτοι μὴ οἴεσθʼ ἄν... μήτʼ ἂν τὸν πατέρα... μήτε τὰς τῶν ἄλλων δημοτῶν γυναῖκας... μήτε τοὺς φράτορας...
由禁止命令 μὴ οἴεσθʼ(“不要认为”)加上预先引出不定词的 ἄν 统领整个长句(后接 μήτε... ἀλλά... 构成破格的双重否定结构,语义上相当于修辞性反问),在间接引语中统辖多个不定词(ἑστιᾶν, εἰσενεγκεῖν, αἱρεῖσθαι, εἰσδέχεσθαι),构成与过去/现在事实相反的虚拟语气归结从句。助词 ἄν 在不定词中重复出现(μήτʼ ἄν..., αἱρεῖσθαι ἄν),与条件从句(εἰ τοιαύτη τις ἦν 以及 εἰ μὴ πάντοθεν ἦν ὁμολογούμενον)相呼应。
- 22δεδεημένη γὰρ εἴη ταῦτα ποιεῖν ἡ τούτου ἀδελφή
δεδεημένη... εἴη 是迂回完成时希求语气,用于由过去时主动词(εἶπον,“我说道”)所引出的间接引语原因从句(γάρ)中。它在转述中代替了直接引语的完成时直陈语气,陈述当时所解释的理由(“因为他的姐姐当时曾央求这样做”)。
