← 伊塞优斯

论基隆的遗产

§0-6

主张外孙继承权与揭露狄奥克利斯

在围绕基隆遗产的争端中,演说者主张自己作为外孙的正当继承权以对抗父系侄子,揭露狄奥克利斯才是幕后黑手,并请求审判员公正审理,同时预告将首先证明其母亲的婚生身份。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0

Ὑπόθεσις Κίρωνος ἄπαιδος γνησίων τελευτήσαντος παίδων ἀδελφιδοῦς τις αὐτοῦ κατὰ πατέρα ἀντιποιηθεὶς τοῦ κλήρου παρέλαβε τὴν οὐσίαν αὐτοῦ παρὰ τῆς γυναικός· καὶ μετὰ ταῦτα ὁ λέγων τὸν λόγον γράφεται τὸν ἀδελφιδοῦν, φάσκων θυγατριδοῦς εἶναι Κίρωνος, καὶ ὅτι ἡ γυνὴ τοῦ τετελευτηκότος ἑκοῦσα προέδωκε τὸν κλῆρον τῷ ἀδελφιδῷ, ἵνα μέρος δοῦσα αὐτῷ τὰ λοιπὰ κερδάνῃ. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ στοχασμός· ζητεῖται γὰρ εἴτε θυγατριδοῦς ἐστιν οὗτος τοῦ Κίρωνος γνήσιος εἴτε οὔ. ἐπιπλέκεται δʼ αὐτῷ καὶ ἡ κατὰ ποιότητα ζήτησις. ὁ γὰρ ἀδελφιδοῦς ἠγωνίζετο, λέγων ὅτι εἰ καὶ δῶμεν ἐκείνην γνησίαν εἶναι θυγατέρα Κίρωνος, ἐπειδὴ ἐτελεύτησεν ἐκείνη, ὁ δʼ υἱὸς αὐτῆς ἀμφισβητεῖ νῦν, προτιμητέος ἐστὶν ὁ κατὰ πατέρα ἀδελφιδοῦς τοῦ ἀπὸ θυγατρὸς ἐκγόνου, κατὰ τὸν νόμον ἐκεῖνον, τὸν κελεύοντα προτιμᾶσθαι τοὺς ἀπὸ τῶν ἀρρένων τῶν ἀπὸ τῶν θηλειῶν. οὗτος γὰρ τεχνικώτατα πάνυ σιωπήσας τοῦτον τὸν νόμον, ἐκ τῆς τῶν τεκόντων διαφορᾶς ἀγωνίζεται, δεικνὺς ὅτι ὅσον θυγάτηρ ἀδελφοῦ οἰκειοτέρα τοῖς τελευτῶσι, τοσοῦτον ἔκγονος ἀδελφιδοῦ διαφέρει. ἔρρωται οὖν ἐνταῦθα τῷ δικαίῳ καὶ ἀσθενεῖ τῷ νομίμῳ· τὴν δὲ ἐργασίαν τῶν κεφαλαίων κατὰ τὴν οἰκείαν πάλιν ἐργάζεται δύναμιν.

提要 基隆死时未留下婚生子女,其父系侄子声称对遗产拥有权利,并从死者妻子手中接管了其财产。此后,发表演说者起诉该侄子,声称自己是基隆的外孙,并指控死者的妻子自愿将遗产移交给侄子,以便在分给他一份后将剩余部分据为己有。这就是案件的提要,而争点属于事实推定;因为所探究的是此人究竟是不是基隆的婚生外孙。与此相交织的还有性质上的探究。因为侄子辩称,即使我们承认她是基隆的婚生女儿,但鉴于她已去世,而现在提出争讼的是她的儿子,那么根据规定男系优先于女系的那条法律,父系侄子也应当优于女儿的后代。然而演说者极为巧妙地对此法律完全保持缄默,转而从生身父母的关系差异出发进行辩论,指出既然死者的女儿比兄弟与其更亲近,那么女儿的后代也同样比侄子更亲近。因此,他在公平正义方面占据优势,但在成文法律方面处于劣势;他依据自己的能力对各个论点进行了论述。

§1

ἐπὶ τοῖς τοιούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστὶ χαλεπῶς φέρειν, ὅταν τινὲς μὴ μόνον τῶν ἀλλοτρίων ἀμφισβητεῖν τολμῶσιν, ἀλλὰ καὶ τὰ ἐκ τῶν νόμων δίκαια τοῖς σφετέροις αὐτῶν λόγοις ἀφανιεῖν ἐλπίζωσιν· ὅπερ καὶ νῦν οὗτοι ποιεῖν ἐγχειροῦσι. τοῦ γὰρ ἡμετέρου πάππου Κίρωνος οὐκ ἄπαιδος τελευτήσαντος, ἀλλʼ ἡμᾶς ἐκ θυγατρὸς αὑτοῦ γνησίας παῖδας αὑτῷ καταλελοιπότος, οὗτοί τοῦ τε κλήρου λαγχάνουσιν ὡς ἐγγυτάτω γένους ὄντες, ἡμᾶς τε ὑβρίζουσιν ὡς οὐκ ἐξ ἐκείνου θυγατρὸς ὄντας, οὐδὲ γενομένης αὐτῷ πώποτε τὸ παράπαν.

各位审判员,当某些人不仅胆敢争夺他人的财产,而且妄图通过自己的言辞来抹杀法律所确立的权利时,在这样的情形下理当感到愤怒;而这正是他们现在企图做的事。因为我们的外祖父基隆去世时并非没有子嗣,而是留下了我们这些由其婚生女儿所生的子女作为自己的后人,然而这些人却声称自己是最近的亲属而对遗产提出诉求,并且侮辱我们,声称我们不是他女儿所出,甚至说他根本就从未有过女儿。

§2

αἴτιον δὲ τοῦ ταῦτα ποιεῖν αὐτούς ἐστιν ἡ τούτων πλεονεξία 〈καὶ〉 τὸ πλῆθος τῶν χρημάτων ὧν Κίρων μὲν καταλέλοιπεν, οὗτοι δʼ ἔχουσι βιασάμενοι καὶ κρατοῦσι· καὶ τολμῶσιν ἅμα μὲν λέγειν ὡς οὐδὲν καταλέλοιπεν ἐκεῖνος, ἅμα δὲ ποιεῖσθαι τοῦ κλήρου τὴν ἀμφισβήτησιν.

他们做出这些事的原因在于他们的贪欲,以及基隆所留下的巨额钱财,这些财产被他们强行霸占并控制着;他们竟敢一边声称他什么都没有留下,一边又就这份遗产提出争端。

§3

τὴν μὲν οὖν κρίσιν οὐ δεῖ μοι νομίζειν εἶναι ταύτην1 πρὸς τὸν εἰληχότα τοῦ κλήρου τὴν δίκην, ἀλλὰ πρὸς Διοκλέα τὸν Φλυέα, τὸν Ὀρέστην ἐπικαλούμενον· οὗτος γάρ ἐστιν ὁ τοῦτον παρασκευάσας πράγμαθʼ ἡμῖν παρέχειν, ἀποστερῶν τὰ χρήματα ἃ Κίρων ὁ πάππος ἀποθνῄσκων κατέλιπεν, ἡμῖν δὲ τούτους τοὺς κινδύνους ἐπάγων, ἵνα μηδὲν ἀποδιδῷ τούτων, ἐὰν ὑμεῖς ἐξαπατηθῆτε πεισθέντες ὑπὸ τῶν τούτου λόγων.

因此,我不应当把这场审判视为针对就遗产提起诉讼的那个人,而应视为针对来自弗吕亚区、外号叫奥瑞斯忒斯的狄奥克利斯;因为正是他指使这个人来给我们制造麻烦,企图侵吞外祖父基隆临终时留下的财产,并把这些诉讼风险强加于我们,以便在你们受其言辞蛊惑而上当受骗时,可以分文不还。

§4

δεῖ δὴ τούτων τοιαῦτα μηχανωμένων πάνθʼ ὑμᾶς τὰ πεπραγμένα μαθεῖν, ἵνα μηδὲν ἀγνοήσαντες τῶν γεγενημένων ἀλλὰ σαφῶς εἰδότες περὶ αὐτῶν, οὕτως ἐνέγκητε τὴν ψῆφον. εἴ τινι οὖν καὶ ἄλλῃ πώποτε δίκῃ προσέσχετε ἀκριβῶς τὸν νοῦν, δέομαι ὑμῶν καὶ ταύτῃ προσέχειν ὁμοίως, ὥσπερ καὶ τὸ δίκαιόν ἐστι. πολλῶν δὲ δικῶν ἐν τῇ πόλει γενομένων, οὐδένες ἀναιδέστερον τούτων οὐδὲ καταφανέστερον ἀντιποιησάμενοι φανήσονται τῶν ἀλλοτρίων.

既然他们在谋划这样的伎俩,你们就必须了解事情的全部始末,以便对所发生的一切毫无遗漏、明察秋毫之后,再据此投下你们的选票。因此,如果你们曾在任何其他诉讼中密切注意,我请求你们在这一案件中也同样注意,正如正义所要求的那样。虽然本邦曾发生过许多诉讼,但决不会有人被证明比他们更无耻、更明目张胆地争夺他人的财产。

§5

ἔστι μὲν οὖν χαλεπόν, ὦ ἄνδρες, πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυροῦντας εἰς ἀγῶνα καθίστασθαι περὶ τηλικούτων, παντάπασιν ἀπείρως ἔχοντα δικαστηρίων· οὐ μὴν ἀλλὰ πολλὰς ἐλπίδας ἔχω καὶ παρʼ ὑμῶν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ δίκαια εἰπεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν,2 ἂν μή τι συμβῇ τοιοῦτον ὃ νῦν ὑπʼ ἐμοῦ τυγχάνει προσδοκώμενον. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, μετʼ εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια.

各位审判员,对于完全没有法庭经验的人来说,面对经过精心编排的言辞和作虚假证言的证人,在一场关涉如此重大利害的诉讼中对质,确实是艰难的;尽管如此,我依然抱有很大期望,不仅能从你们那里获得公正,而且就陈述正当的理由而言,我自己也能充分讲明,只要不发生我此刻所担忧的那种意外。因此,各位审判员,我恳请你们怀着善意倾听我的陈述,如果你们认为我遭受了不公,就请给予我合乎正义的援助。

§6

πρῶτον μὲν οὖν, ὡς ἦν ἡ μήτηρ ἡ ʼμὴ Κίρωνος θυγάτηρ γνησία, ἐπιδείξω τοῦτο ὑμῖν, τὰ μὲν πάλαι γεγενημένα λόγων ἀκοῇ καὶ μαρτύρων, τὰ δʼ ὥστε καὶ μνημονεύεσθαι, τοῖς εἰδόσι χρώμενος μάρτυσιν,3 ἔτι δὲ τεκμηρίοις ἃ κρείττω τῶν μαρτυριῶν ἐστιν· ἐπειδὰν δὲ ταῦτα φανερὰ καταστήσω, τόθʼ ὡς καὶ κληρονομεῖν μᾶλλον ἡμῖν ἢ τούτοις προσήκει τῶν Κίρωνος χρημάτων. ὅθεν οὖν ἤρξαντο περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς κἀγὼ πειράσομαι διδάσκειν.

因此,首先我将向你们证明我的母亲是基隆的婚生女儿:对于年代久远的事,我将通过传闻和见证人的证言来证明;对于仍有记忆的事,我将借助于知情的证人以及比证言更为有力的确凿凭据来证明。当我把这些事实阐明之后,我将进而证明,继承基隆财产的权利理应属于我们而非属于他们。那么,他们从哪里开始谈论这件事情,我也将试着从哪里向你们阐述。

语法注3 条
  1. 3οὐ δεῖ μοι νομίζειν εἶναι ταύτην

    非人称动词 δεῖ 与与格代词 μοι 结合,充当不定式 νομίζειν 的逻辑主语。虽然 δεῖ 通常接宾格与不定式结构,但有时也可以伴随表示当事人的与格。另一种分析是将 μοι 视为依附于 δεῖ 的关涉与格('对我而言'),而不定式的主语在语境中承前指代演说者。两种语法分析均导向同一意义:'我不应当把这场审判视为……'。

  2. 5καὶ μέχρι γε τοῦ τὰ δίκαια εἰπεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν

    前置词 μέχρι 与带有中性单数属格定冠词的不定式短语(τοῦ τὰ δίκαια εἰπεῖν,意为'就陈述正当理由而言')构成限定性副词短语,其后接的 καὶ αὐτὸς ἀρκούντως ἐρεῖν 是依赖于主句 πολλὰς ἐλπίδας ἔχω 的第二个将来时不定式短语,由 καὶ... καί... 与前面的 τεύξεσθαι 构成并列。由于不定式的逻辑主语与主句主语(ἐγώ)一致,因此代词 αὐτός 采用主格而非宾格。

  3. 6τὰ μὲν πάλαι γεγενημένα λόγων ἀκοῇ καὶ μαρτύρων, τὰ δʼ ὥστε καὶ μνημονεύεσθαι, τοῖς εἰδόσι χρώμενος μάρτυσιν

    在 τὰ μέν... τὰ δέ... 的对偶结构中,前半句省略了与后半句 χρώμενος 或主句 ἐπιδείξω 对应的谓语分词或动词,形成了紧凑的对比:前半部分指“对于年代久远的事,通过传闻与证言[加以证明]”,后半部分指“对于尚能被记住的事,借助于熟知事实的证人[加以证明]”。ὥστε καὶ μνημονεύεσθαι 是表示结果的 ὥστε 从句('以至于仍能被记忆'),用于限定后一类事件的时间较近。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0017.tlg008.humanitext-grc2:0-6